Humanitext Reader

普鲁塔克 · 阿尔西比亚德斯与科里奥兰纳斯比较列传 §4.1-4.6

对国家的贡献、对待民众的态度及其结局

第 4 段,共 5 段 · 希腊语

内容简介

本节对比了阿尔西比亚德斯与马尔基乌斯的军事成就及对国家贡献的差异,分析了马尔基乌斯不妥协的性格所导致的悲剧性结局。同时,讨论了两人对待民众的不同态度,以及由此引起的公民评价的巨大反差。

§4.1καὶ γάρ τοι Μάρκιος μὲν οὐδὲν ἀπεδείξατο τῇ πόλει στρατηγῶν, ἀλλά τοῖς πολεμίοις κατὰ τῆς πατρίδος· Ἀλκιβιάδου δὲ καὶ στρατευομένου πολλάκις καὶ στρατηγοῦντος ἀπέλαυσαν οἱ Ἀθηναῖοι καὶ παρὼν ἐκράτει τῶν ἐχθρῶν ὅσον ἐβούλετο, καὶ μὴ παρόντος ἴσχυσαν αἱ διαβολαί·
事实上,马尔基乌斯作为将领未曾为自己的城邦建立任何功勋,反而为敌人效力以对抗祖国;而对于阿尔西比亚德斯,无论是在他频繁服役还是担任将领时,雅典人都享受到了其带来的利益,他在场时便能随心所欲地战胜敌人,他不在场时诽谤才得以盛行。
§4.2Μάρκιος δὲ παρὼν ὑπὸ Ῥωμαίων κατεδικάσθη, παρόντα δὲ Οὐολοῦσκοι διέφθειραν, οὐ δικαίως μὲν οὐδʼ ὁσίως, αἰτίαν δὲ τοῦ εὐλόγου παρέσχεν αὐτός, ὅτι δημοσίᾳ τὰς διαλύσεις μὴ προσδεξάμενος, ἰδίᾳ δὲ πεισθεὶς ὑπὸ τῶν γυναικῶν οὐκ ἔλυσε τὴν ἔχθραν, ἀλλὰ τοῦ πολέμου μένοντος ἀπώλεσε τὸν καιρὸν καὶ διέφθειρε.
然而,马尔基乌斯在场时被罗马人判罪,在场时被沃尔斯奇人杀害,这虽是不义且不敬的,但他自己却为之提供了合理的借口,因为他未能公开接受和解,反而在私下里受到妇女们的说服,未能消除敌意,而是在战争持续期间,错失并断送了良机。
§4.3πείσαντα γὰρ ἔδει τοὺς πεπιστευκότας ἀπελθεῖν, εἰ τοῦ πρὸς ἐκείνους δικαίου πλεῖστον ἐποιεῖτο λόγον.
因为,如果他最重视对那些信任他的人的正义,他就应该在说服他们之后再行撤退。
εἰ δὲ μηδὲν ἐφρόντιζεν Οὐολούσκων, ἀλλὰ τὴν ὀργὴν ἐμπλῆσαι τὴν ἑαυτοῦ βουλόμενος ἐνῆγε τὸν πόλεμον, εἶτʼ ἔληξεν, οὐ διὰ τὴν μητέρα καλῶς εἶχε φείσασθαι τῆς πατρίδος, ἀλλὰ σὺν τῇ πατρίδι τῆς μητρός· μέρος γὰρ ἦν καὶ ἡ μήτηρ καὶ ἡ γυνὴ τῆς πατρίδος ἦν ἐπολιόρκει.
但如果另一方面他根本不在意沃尔斯奇人,而只是想满足自己的愤怒才推动战争,随后又停止了,那么为了母亲而放过祖国并非美事,而应当将母亲与祖国一同放过;因为母亲和妻子都是他所围攻的祖国的一部分。
§4.4τὸ δὲ δημοσίαις ἱκεσίαις καὶ δεήσει πρέσβεων καὶ λιταῖς ἱερέων ἀπηνῶς χρησάμενον εἶτα χαρίσασθαι τῇ μητρὶ τὴν ἀναχώρησιν, οὐ τῆς μητρὸς ἦν τιμὴ, ἀλλʼ ἀτιμία τῆς πατρίδος, οἴκτῳ καὶ παραιτήσει διὰ μίαν γυναῖκα σῳζομένης, ὡς οὐκ ἀξίας σῴζεσθαι διʼ αὑτήν, ἐπίφθονος γὰρ ἡ χάρις καὶ ὠμὴ καὶ ἀχάριστος ἀληθῶς καὶ πρὸς οὐδετέρους ἔχουσα τὸ εὔγνωμον·
然而,对公里的恳求、使节的哀求和祭司的祈祷 ¦p.228 冷酷以待,随后又因母亲的缘故而恩赐撤军,这并非是对母亲的尊崇,而是对祖国的耻辱,使祖国仿佛因一个女人而通过怜悯与祈求得以幸存,就好像它自身不配得到拯救一样。
ἀνεχώρησε γὰρ μήτε πεισθεὶς ὑπὸ τῶν πολεμουμένων μήτε πείσας τοὺς συμπολεμοῦντας.
因为这种恩惠是招人怨恨的、残酷的、真正不讨好的,且对双方都不具合理性;因为他既没有被交战对手所说服,也没有说服共同参战的盟友,便径自撤退了。
§4.5ὧν αἴτιον ἁπάντων τὸ ἀνομίλητον τοῦ τρόπου καὶ λίαν ὑπερήφανον καὶ αὔθαδες, ὃ καθʼ αὑτὸ μὲν ἐπαχθές ἐστι τοῖς πολλοῖς, τῷ δὲ φιλοτίμῳ προσὸν γίνεται παντάπασιν ἄγριον καὶ ἀπαραίτητον.
这一切的原因都在于他不愿与人交往的性格,以及极度的傲慢和刚愎,这在本身就令大众极具憎恶,而当其存在于一个好名之人身上时,便变得完全野蛮且无可挽救。
οὐ γὰρ θεραπεύουσι τοὺς πολλοὺς ὡς μὴ δεόμενοι τιμῆς, εἶτα χαλεπαίνουσι μὴ τυγχάνοντες.
因为他们不向大众献媚,表现得仿佛不需要荣誉,但随后在得不到荣誉时又感到愤怒。
ἐπεὶ τό γε μὴ λιπαρῆ μηδὲ θεραπευτικὸν ὄχλων εἶναι καὶ Μέτελλος εἶχε καὶ Ἀριστείδης καὶ Ἐπαμεινώνδας·
然而,不向群众巴结讨好也同样是梅特路斯、阿里斯提德和伊帕米农达所具有的品质。
§4.6ἀλλὰ τῷ καταφρονεῖν ἀληθῶς ὧν δῆμός ἐστι καὶ δοῦναι καὶ ἀφελέσθαι κύριος, ἐξοστρακιζόμενοι καὶ ἀποχειροτονούμενοι καὶ καταδικαζόμενοι πολλάκις οὐκ ὠργίζοντο τοῖς πολίταις ἀγνωμονοῦσιν, ἀλλʼ ἠγάπων αὖθις μεταμελομένους καὶ διηλλάττοντο παρακαλούντων.
但因为他们真正看轻了那些民众有权给予和夺走的东西,所以尽管他们屡次被陶片放逐、被投票否决或被判罪,他们也不对无恩义的公民发怒,而是在公民再次悔改时感到高兴,并在其请求时予以和解。
τὸν γὰρ ἥκιστα θεραπευτικὸν ἥκιστα πρέπει τιμωρητικὸν εἶναι τῶν πολλῶν, ὡς τὸ χαλεπαίνειν μάλιστα μὴ τυγχάνοντα τῆς τιμῆς ἐκ τοῦ σφόδρα γλίχεσθαι φυόμενον.
因为最不讨好大众的人,最不应该去惩罚大众,因为因未能获得荣誉而极度愤怒,正是源于对荣誉的极度渴望。

词汇与语法注释

  1. 4.3σὺν τῇ πατρίδι τῆς μητρός — 此处省略了动词 `φείσασθαι`(宽恕、放过)。与前半句的 `φείσασθαι τῆς πατρίδος`(放过祖国)相对比,句构应理解为 `σὺν τῇ πατρίδι (φείσασθαι) τῆς μητρός`(将母亲与祖国一同放过)。
  2. 4.4τὸ δὲ δημοσίαις ἱκεσίαις ... εἶτα χαρίσασθαι ... — 由 `τὸ` 引导的含分词 `χρησάμενον` 的不定式短语 `χαρίσασθαι` 充当整个句子的主语。谓语部分为 `οὐ τῆς μητρὸς ἦν τιμὴ, ἀλλʼ ἀτιμία τῆς πατρίδος`。
  3. 4.6ὧν δῆμός ἐστι καὶ δοῦναι καὶ ἀφελέσθαι κύριος — 关系代词 `ὧν` 为中性复数,省略了先行词。它既可以作为附属于 `κύριος` 的不定式 `δοῦναι καὶ ἀφελέσθαι`(给予和夺走)的宾语,也可以作为直接受 `κύριος`(拥有……的支配权)支配的属格。

引用这一段

普鲁塔克, 阿尔西比亚德斯与科里奥兰纳斯比较列传 §4.1-4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg017.humanitext-grc2:4.1-4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。