Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §9.1-9.4

授予米努基乌斯同等指挥权

第 9 段,共 27 段 · 希腊语

内容简介

法比乌斯意图惩罚米努基乌斯一事在罗马引起恐慌,保民官梅蒂利乌斯趁机游说限制法比乌斯的权力。最终,民众投票决定赋予米努基乌斯与独裁官同等的指挥权,这在罗马历史上是极其罕见的。

§9.1ἐπεὶ δʼ ὁ Φάβιος προσελθὼν ἀπολογεῖσθαι μὲν οὐδʼ ἐμέλλησε πρὸς τὸν δήμαρχον, ἔφη δὲ τάχιστα τὰς θυσίας καὶ τὰς ἱερουργίας γενέσθαι, ὥστʼ ἐπὶ τὸ στράτευμα βαδιεῖσθαι τῷ Μινουκίῳ δίκην ἐπιθήσων, ὅτι κωλύσαντος αὐτοῦ τοῖς πολεμίοις συνέβαλε, θόρυβος διῇξε τοῦ δήμου πολὺς, ὡς κινδυνεύσοντος τοῦ Μινουκίου.
但是,当法比乌斯上前时,他甚至无意向保民官进行辩护,而是说祭祀和神圣仪式应当尽快举行,以便他能立即前往军队惩罚米努基乌斯,因为后者在他明令禁止的情况下仍与敌人交战。 这在民众中引起了巨大的骚动,因为他们担心米努基乌斯会面临危险。
καὶ γὰρ εἷρξαι τῷ δικτάτορι καὶ θανατῶσαι πρὸ δίκης ἔξεστι καὶ τοῦ Φαβίου τὸν θυμὸν ἐκ πολλῆς πρᾳότητος κεκινημένον ᾤοντο βαρὺν εἶναι καὶ δυσπαραίτητον.
因为独裁官不仅有权进行监禁,而且有权在审判前处死,且他们认为法比乌斯的愤怒一旦从平素的极其温和中被激发出来,将会是沉重且难以平息的。
§9.2ὅθεν οἱ μὲν ἄλλοι καταδείσαντες ἡσυχίαν ἦγον· ὁ δὲ Μετίλιος ἔχων τὴν ἀπὸ τῆς δημαρχίας ἄδειαν μόνη γὰρ αὕτη δικτάτορος αἱρεθέντος ἡ ἀρχὴ τὸ κράτος οὐκ ἀπόλλυσιν, ἀλλὰ μένει τῶν ἄλλων καταλυθεισῶν, ἐνέκειτο τῷ δήμῳ πολύς, μὴ προέσθαι δεόμενος τὸν Μινούκιον μηδʼ ἐᾶσαι παθεῖν ἃ Μάλλιος Τουρκουᾶτος ἔδρασε τὸν υἱόν, ἀριστεύσαντος καὶ στεφανωθέντος ἀποκόψας πελέκει τὸν τράχηλον, ἀφελέσθαι δὲ τοῦ Φαβίου τὴν τυραννίδα καὶ τῷ δυναμένῳ καὶ βουλομένῳ σῴζειν ἐπιτρέψαι τὰ πράγματα.
因此,其他人因害怕而保持沉默;但梅蒂利乌斯凭借其保民官职位的特权——因为在选出独裁官时,唯独这一官职不会失去权力,而是在其他官职都被废止时依然保留——对民众进行强烈游说,恳求他们不要抛弃米努基乌斯,也不要让他遭受马里乌斯·托尔夸图斯对其儿子所做的事(其子虽建立奇功并获得冠冕,却被他用斧头砍下了脖子),而应当剥夺法比乌斯的独裁权力,将国家事务托付给有能力且愿意拯救它的人。
§9.3τοιούτοις λόγοις κινηθέντες οἱ ἄνθρωποι τὸν μὲν Φάβιον οὐκ ἐτόλμησαν ἀναγκάσαι καταθέσθαι τὴν μοναρχίαν, καίπερ ἀδοξοῦντα, τὸν δὲ Μινούκιον ἐψηφίσαντο τῆς στρατηγίας ὁμότιμον ὄντα διέπειν τὸν πόλεμον ἀπὸ τῆς αὐτῆς ἐξουσίας τῷ δικτάτορι, πρᾶγμα μὴ πρότερον ἐν Ῥώμῃ γεγονός, ὀλίγῳ δʼ ὕστερον αὖθις γενόμενον μετὰ τὴν ἐν Κάνναις ἀτυχίαν.
人们被这些话所打动,虽然法比乌斯名声扫地,他们却不敢强迫他放弃独裁权,但他们投票决定,使米努基乌斯在将领职位上享有同等地位,以与独裁官相同的权力来指挥战争。 这在罗马是前所未有的事情,但不久之后,在坎尼战役的惨败后又再次发生。
§9.4καὶ γὰρ τότʼ ἐπὶ τῶν στρατοπέδων Μᾶρκος ἦν Ἰούνιος δικτάτωρ, καὶ κατὰ πόλιν τὸ βουλευτικὸν ἀναπληρῶσαι δεῆσαν, ἅτε δὴ πολλῶν ἐν τῇ. μάχῃ συγκλητικῶν ἀπολωλότων, ἕτερον εἵλοντο δικτάτορα Φάβιον Βουτεῶνα.
因为当时在军营中,马尔库斯·尤尼乌斯担任独裁官,而在城邦中由于许多参议员在战斗中丧生,需要填补参议院的空缺,所以他们选出了另一位独裁官法比乌斯·布特奥。
πλὴν οὗτος μὲν, ἐπεὶ προῆλθε καὶ κατέλεξε τοὺς ἄνδρας καὶ συνεπλήρωσε τὴν βουλήν, αὐθημερὸν ἀφεὶς τοὺς ῥαβδούχους καὶ διαφυγὼν τοὺς προάγοντας, εἰς τὸν ὄχλον ἐμβαλὼν καὶ καταμίξας ἑαυτὸν ἤδη τι τῶν ἑαυτοῦ διοικῶν καὶ πραγματευόμενος ὥσπερ ἰδιώτης ἐπὶ τῆς ἀγορᾶς ἀνεστρέφετο.
然而此人一旦上前登台、登记人员并填补了参议院,便在当天遣散了侍从(捧束棒者),避开前导人员,投入人群并将自己混入其中,像普通私人一样,已经开始处理自己的私人事务并在广场上走动。

词汇与语法注释

  1. 9.1ὡς κινδυνεύσοντος τοῦ Μινουκίου — 带有连词 ὡς 的将来分词属格绝对结构,表示民众主观的预期或担忧(米努基乌斯将会面临危险)。
  2. 9.2ἃ Μάλλιος Τουρκουᾶτος ἔδρασε τὸν υἱόν — 动词 ἔδρασε(源自 δράω,“做”)接双宾格,分别表示承受行为的“人”(τὸν υἱόν)和行为本身的“事”(关系代词 ἃ)。
  3. 9.4δεῆσαν — 非人称动词 δεῖ(需要)的中性分词对格绝对结构(accusative absolute),用作独立的因果从句(“因为需要填补参议院的空缺”)。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §9.1-9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:9.1-9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。