§11.1ὁ δὲ ταῦτα μὲν εἰρωνείαν ἡγεῖτο γεροντικήν·
而他则认为这些不过是老人的风凉话。
παραλαβὼν δὲ τὴν ἀποκληρωθεῖσαν δύναμιν ἰδίᾳ καὶ χωρὶς ἐστρατοπέδευσεν, οὐδὲν ἀγνοοῦντος τοῦ Ἀννίβου τῶν γινομένων, ἀλλὰ πᾶσιν ἐφεδρεύοντος.
他领了分给自己的军队,单独且隔开驻扎下来。 对此,汉尼拔没有漏掉发生的任何事情,而是伺机窥伺着一切。
ἦν δὲ λόφος κατὰ μέσον καταληφθῆναι μὲν οὐ χαλεπός, ὀχυρὸς δὲ καταληφθεὶς στρατοπέδῳ καὶ διαρκὴς εἰς ἅπαντα, τὸ δὲ πέριξ πεδίον ὀφθῆναι μὲν ἄπωθεν ὁμαλὸν διὰ ψιλότητα καὶ λεῖον, ἔχον δέ τινας οὐ μεγάλας τάφρους ἐν αὑτῷ καὶ κοιλότητας ἄλλας.
在两军中间有一座山丘,夺取它虽然并不困难,但一旦夺取并安营扎寨,它便十分坚固且万物自足。 其周围的平原因为没有草木,从远处看显得平坦光滑,但其内部却有一些不算太大的沟壑和其他洼地。
§11.2διὸ καὶ τὸν λόφον ἐκ τοῦ ῥᾴστου κρύφα κατασχεῖν παρόν οὐκ ἠθέλησεν ὁ Ἀννίβας, ἀλλʼ ἀπέλιπε μάχης ἐν μέσῳ πρόφασιν.
因此,尽管汉尼拔极其容易且秘密地占领该山丘是完全可能的,但他却不愿这样做,而是将其留在中间作为交战的诱饵。
ὡς δʼ εἶδε κεχωρισμένον τοῦ Φαβίου τὸν Μινούκιον, νυκτὸς μὲν εἰς τὰς τάφρους καὶ τὰς κοιλότητας κατέσπειρε τῶν στρατιωτῶν τινας, ἅμα δὲ τῇ ἡμέρᾳ φανερῶς ἔπεμψεν οὐ πολλοὺς καταληψομένους τὸν λόφον, ὡς ἐπαγάγοιτο συμπεσεῖν περὶ τοῦ τόπου τὸν Μινούκιον.
当他看到米努基乌斯已经与法比乌斯分开,便在夜间将一些士兵分散潜伏在沟壑和洼地里,同时在天亮时公开派出少数人去夺取那座山丘,以便诱使米努基乌斯为争夺该地而发生冲突。
§11.3ὃ δὴ καὶ συνέβη, πρῶτον μὲν γὰρ ἀπέστειλε τὴν κούφην στρατιάν, ἔπειτα τοὺς ἱππεῖς, τέλος δʼ ὁρῶν τὸν Ἀννίβαν παραβοηθοῦντα τοῖς ἐπὶ τοῦ λόφου πάσῃ κατέβαινε τῇ δυνάμει συντεταγμένος, καὶ μάχην καρτερὰν θέμενος ἠμύνετο τοὺς ἀπὸ τοῦ λόφου βάλλοντας, συμπλεκόμενος καὶ ἴσα φερόμενος, ἄχρι οὗ καλῶς ἠπατημένον ὁρῶν ὁ Ἀννίβας καὶ γυμνὰ παρέχοντα τοῖς ἐνεδρεύουσι τὰ νῶτα τὸ σημεῖον αἴρει.
这果然发生了。 因为他首先派出了轻装部队,接着是骑兵,最后,当看到汉尼拔亲自援助山丘上的士兵时,他便率领整顿完毕的全部主力下山,展开了激烈的战斗,抵御着从山丘上射击的敌人,两军扭打在一起,不分胜负,直到汉尼拔看到他已被彻底欺骗、并向伏兵暴露了毫无防备的后背时,便升起了信号。
§11.4πρὸς δὲ τοῦτο πολλαχόθεν ἐξανισταμένων ἅμα καὶ μετὰ κραυγῆς προσφερομένων καὶ τοὺς ἐσχάτους ἀποκτιννύντων ἀδιήγητος κατεῖχε ταραχὴ καὶ πτοία τοὺς Ῥωμαίους, αὐτοῦ τε τοῦ Μινουκίου τὸ θράσος κατακέκλαστο, καὶ πρὸς ἄλλον ἄλλοτε τῶν ἡγεμόνων διεπάπταινεν, οὐδενὸς ἐν χώρᾳ μένειν τολμῶντος, ἀλλὰ πρὸς φυγὴν ὠθουμένων οὐ σωτήριον.
对此,伏兵从四面八方同时跃起,一边呐喊一边冲杀过来,斩杀殿后的士兵,罗马人陷入了无法言喻的混乱与惊恐之中。 米努基乌斯本人的傲气也被击碎,他焦急地在各个将领之间四处张望,但没有人敢坚守阵地,而是被推向了毫无生路的溃逃。
οἱ γὰρ Νομάδες ἤδη κρατοῦντες κύκλῳ περιήλαυνον τὸ πεδίον καὶ τοὺς ἀποσκιδναμένους ἔκτεινον.
因为已经稳操胜券的努米底亚骑兵在平原上绕圈包抄,斩杀着那些落单散开的人。