§1.1ἆρʼ οὖν ἴδιόν τι περὶ ταύτην τὴν σύγκρισιν ὑπάρχει καὶ μὴ πάνυ συμβεβηκὸς ἑτέρᾳ τῶν ἀναγεγραμμένων, τὸν ἕτερον γεγονέναι μιμητὴν τοῦ ἑτέρου, τὸν ἕτερον δὲ μάρτυν;
那么,在这一比较中,是否存某种在已记载的其他比较中绝无仅有的独特之处,即一方成为另一方的效仿者,而另一方则成为这一方的见证者?
ὅρα γάρ ἣν ὁ Σόλων ἐξήνεγκε περὶ εὐδαιμονίας ἀπόφασιν πρὸς Κροῖσον, ὡς Ποπλικόλᾳ μᾶλλον ἢ Τέλλῳ προσήκει·
请看索伦针对幸福向克罗伊索斯所作的宣判,它是如何更适用于普布利科拉,而非泰勒斯。
§1.2Τέλλου μὲν γὰρ, ὃν εἶπε γεγονέναι μακαριώτατον διʼ εὐποτμίαν καὶ ἀρετὴν καὶ εὐτεκνίαν, οὔτʼ αὐτὸς ἐν τοῖς ποιήμασιν ὡς ἀνδρὸς ἀγαθοῦ λόγον ἔσχεν οὔτε παῖδες οὔτʼ ἀρχή τις εἰς δόξαν ἦλθεν Ποπλικόλας δὲ καὶ ζῶν ἐπρώτευσε δυνάμει καὶ δόξῃ διʼ ἀρετὴν Ῥωμαίων, καὶ τεθνηκότος ἐν τοῖς ἐπιφανεστάτοις γένεσι καὶ στέμμασιν ἔτι καθʼ ἡμᾶς Ποπλικόλαι καὶ Μεσσάλαι καὶ Οὐαλλέριοι διʼ ἐτῶν ἑξακοσίων τῆς εὐγενείας τὴν δόξαν ἀναφέρουσι.
因为关于泰勒斯,虽然索伦称其因好运、美德和优秀的子嗣而最为幸福,但他自己并未在诗作中将其作为善人加以提及,其子嗣和任何官职也未能获得名望。 然而普布利科拉不仅在世时因美德而在罗马人中处于权力和名望的首位,且在死后,在最显赫的家族与谱系中,直到我们的时代,普布利科拉家族、梅萨拉家族和瓦莱里乌斯家族在经历六百年后,依然承袭着其高贵出身的荣耀。
§1.3καὶ Τέλλος μὲν ὑπὸ τῶν πολεμίων ὡς ἀνὴρ ἀγαθὸς ἐν τάξει μένων καὶ μαχόμενος κατέστρεψε· Ποπλικόλας δὲ τοὺς μὲν πολεμίους κτείνας, ὃ τοῦ πεσεῖν εὐτυχέστερόν ἐστι, τὴν δὲ πατρίδα νικῶσαν ἐπιδὼν διʼ αὐτόν ἄρχοντα καὶ στρατηγοῦντα, τιμηθεὶς δὲ καὶ θριαμβεύσας ἔτυχε τῆς ζηλουμένης ὑπὸ Σόλωνος καὶ μακαριζομένης τελευτῆς.
泰勒斯在战场上坚守岗位、英勇作战,死于敌人之手;而普布利科拉则斩杀了敌人——这比战死沙场更为幸运——并亲眼看见祖国在自己作为执政官和将军的统帅下获得胜利,他荣获尊崇并举行了凯旋式,从而获得了那被索伦所羡慕和祝愿的归宿。
§1.4ἔτι τοίνυν οἷς πρὸς Μίμνερμον ἀντειπὼν περὶ χρόνου ζωῆς ἐπιπεφώνηκε,
"
μηδέ μοι ἄκλαυστος θάνατος μόλοι, ἀλλὰ φίλοισι
ποιήσαιμι θανὼν ἄλγεα καὶ στοναχάς
"
ποιεῖ, τελευτήσας γὰρ οὐ φίλοις οὐδʼ οἰκείοις μόνον, ἀλλὰ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφʼ αὑτῷ παρέσχεν αἱ γάρ Ῥωμαίων γυναῖκες ἐπένθησαν αὐτόν ὥσπερ υ ἱὸν ἢ ἀδελφὸν ἢ πατέρα κοινὸν ἀποβαλοῦσαι.
此外,索伦在就生命的长短反驳米姆内尔莫斯时所吟诵的诗句: "愿我的死亡莫无泪而至,而愿我死时给朋友们留下痛苦与叹息 "普布利科拉在现实中做到了。 因为当他去世时,他不仅给朋友和亲属,而且给整个城邦、成千上万的人,带来了因他而起的泪水、哀思与沮丧。 罗马的妇女们哀悼他,就如同失去了她们共同的儿子、兄弟或父亲一般。
§1.5χρήματα δʼ ἱμείρω μὲν ἔχειν,
φησὶν ὁ Σόλων,
ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλω,
ὡς δίκης ἐπιούσης Ποπλικόλᾳ δʼ ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι τοὺς δεομένους, ὥστʼ εἰ σοφώτατος ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ Ποπλικόλας.
“我渴望拥有财富,” 索伦说道, “但我不想不义地占有它,因为正义终将临头。 ” 而对普布利科拉来说,他不仅做到了不以不义的方式致富,而且还通过行善帮助有需要的人,从而将财富美妙地花出去。 因此,如果说索伦是众人中最智慧的,那么普布利科拉就是最幸福的。
ἃ γὰρ εὔξατο τῶν ἀγαθῶν ἐκεῖνος ὡς μέγιστα καὶ κάλλιστα, ταῦτα καὶ κτήσασθαι Ποπλικόλᾳ καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους ὑπῆρξεν.
因为前者所祈求的那些最大且最美好的福泽,普布利科拉不仅得以获取,而且得以享用并守护直至终其一生。