Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §8.1-8.4

战神广场的奉献与台伯河中岛的形成

第 8 段,共 23 段 · 希腊语

内容简介

本节记述了塔尔温财产的处理、战神广场的奉献以及由此导致的台伯河沙洲(圣岛)的形成过程,并提到了关于维斯塔贞女塔尔温妮娅捐地建岛的异说。

§8.1ἐκ τούτου τὰ μὲν χρήματα τῶν βασιλέων διαρπάσαι τοῖς Ῥωμαίοις ἔδωκαν, τὴν δὲ οἰκίαν κατέσκαψαν καὶ τὴν ἔπαυλιν τοῦ δʼ Ἀρείου πεδίου τὸ ἥδιστον ἐκέκτητο Ταρκύνιος, καὶ τοῦτο τῷ θεῷ καθιέρωσαν, ἔτυχε δὲ τεθερισμένον ἄρτι, καὶ κειμένων ἔτι τῶν δραγμάτων οὐκ ᾤοντο δεῖν ἀλοᾶν οὐδὲ χρῆσθαι διὰ τὴν καθιέρωσιν, ἀλλὰ συνδραμόντες ἐφόρουν τὰς ἀμάλλας εἰς τὸν ποταμόν.
此后,他们将国王们的财产交给罗马人去掠夺,并夷平了他们的住宅和庄园。 战神广场中最宜人的部分曾是塔尔温的产业,他们将此地献给了神。 当时这片土地刚好刚刚收割,在麦捆仍堆放着的时候,由于已献给神,他们认为不应当进行脱粒或使用,于是一同跑去,将这些麦捆投入了河中。
§8.2ὡς δʼ αὕτως καὶ τὰ δένδρα κόπτοντες ἐνέβαλλον, ἀργὸν παντάπασι τὸ χωρίον ἀνιέντες τῷ θεῷ καὶ ἄκαρπον.
同样地,他们也将树木砍倒扔进河里,将这片土地完全荒废不耕,作为不毛之地留给神。
ὠθουμένων δὲ πολλῶν ἐπʼ ἀλλήλοις καὶ ἀθρόων ὑπήγαγεν ὁ ῥοῦς οὐ πολὺν τόπον, ἀλλʼ ὅπου τὰ πρῶτα συνενεχθέντα καὶ περιπεσόντα τοῖς στερεοῖς ὑπέστη, τῶν ἐπιφερομένων διέξοδον οὐκ ἐχόντων, ἀλλʼ ἐνισχομένων καὶ περιπλεκομένων, ἐλάμβανεν ἡ σύμπηξις ἰσχὺν καὶ ῥίζωσιν αὐξανομένην ὑπὸ τοῦ ῥεύματος.
由于许多抛入之物互相拥挤并成群漂流,水流并没有将它们带到很远的地方,而是当最先漂下并撞在坚硬障碍物上的东西停下时,随之而来的东西由于没有通路,纷纷卡住并缠绕在一起,于是这块结合体在水流的作用下逐渐增强力量并稳固生根。
§8.3ἰλύν τε γὰρ ἐπήγαγε πολλήν, ἣ προσισταμένη τροφὴν παρεῖχεν ἅμα καὶ κόλλησιν, αἵ τε πληγαὶ σάλον οὐκ ἐποίουν, ἀλλὰ μαλακῶς πιέζουσαι συνήλαυνον εἰς ταὐτὸ πάντα καὶ συνέπλαττον.
因为水流带来了大量的泥沙,这些泥沙在滞留时既提供了养分,又起到了粘合的作用;而且(水流的)冲击也没有引起动摇,反而温柔地挤压着,将所有东西推到一处并塑造在一起。
ὑπὸ δὲ μεγέθους καὶ στάσεως ἕτερον αὐτὸ μέγεθος ἐκτᾶτο καὶ χώραν ἀναδεχομένην τὰ πλεῖστα τῶν ὑπὸ τοῦ ποταμοῦ καταφερομένων.
由于它的体积和稳固,它又获得了进一步的规模,并成为接纳大部分被河流冲下之物的陆地。
τοῦτο νῦν νῆσός ἐστιν ἱερὰ κατὰ τὴν πόλιν, ἔχει δὲ ναοὺς θεῶν καὶ περιπάτους, καλεῖται δὲ φωνῇ τῇ Λατίνων Μέση δυεῖν γεφυρῶν.
这就是如今城旁的圣岛,上面建有神庙和散步道,用拉丁语称作“两桥之间”。
§8.4ἔνιοι δὲ τοῦτο συμπεσεῖν ἱστοροῦσιν οὐχ ὅτε Ταρκυνίου καθιερώθη τὸ πεδίον, ἀλλὰ χρόνοις ὕστερον ἄλλο χωρίον ὁμοροῦν ἐκείνῳ Ταρκυνίας ἀνείσης.
但也有人记载说,这件事并不是在塔尔温的平原被奉献时发生的,而是在很久以后,塔尔温妮娅奉献了另一片与该地相邻的土地之时。
ἡ δὲ Ταρκυνία παρθένος ἦν ἱέρεια, μία τῶν Ἑστιάδων, ἔσχε δὲ τιμὰς ἀντὶ τούτου μεγάλας, ἐν αἷς ἦν καὶ τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι μόνης γυναικῶν, τὸ δʼ ἐξεῖναι γαμεῖσθαι ψηφισαμένων οὐ προσεδέξατο.
这位塔尔温妮娅是一位贞洁的女祭司,也是维斯塔贞女之一;她因此获得了巨大的荣誉,其中之一便是她是唯一能被接受法庭证言的女性,而且尽管人们投票允许她结婚,她也没有接受。
καὶ ταῦτα μὲν οὕτω γενέσθαι μυθολογοῦσι.
这些事情便是这样相传发生的。

词汇与语法注释

  1. §8.1διαρπάσαι — 限定动词 `ἔδωκαν` 的目的不定式,意为“交予(财产)供其掠夺”。
  2. §8.2ἀργὸν — 对应分词 `ἀνιέντες` 的宾语 `τὸ χωρίον` 的宾语补足语(表语性形容词),意为“使土地处于荒废不耕的状态”。
  3. §8.4τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι — 带冠词的不定式短语,在由 `ἐν αἷς` 引导的关系从句中作动词 `ἦν` 的主语,并与后文的 `τὸ δʼ ἐξεῖναι` 构成并列结构。

引用这一段

普鲁塔克, 普布利科拉传 §8.1-8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:8.1-8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。