§7.1ὡς δʼ οὖν ἀπῆλθεν ἐξ ἀγορᾶς τότε, πολὺν μὲν χρόνον ἔκπληξις εἶχε καὶ φρίκη καὶ σιωπὴ πάντας ἐπὶ τοῖς διαπεπραγμένοις· πρὸς δὲ τὴν Κολλατίνου μαλακίαν καὶ μέλλησιν ἀνεθάρρησαν οἱ Ἀκύλλιοι, καὶ χρόνον ἠξίουν λαβόντες ἀπολογήσασθαι, καὶ τὸν Οὐινδίκιον αὐτοῖς ἀποδοθῆναι δοῦλον ὄντα, καὶ μὴ παρὰ τοῖς κατηγόροις εἶναι.
无论如何,当时他离开广场后,众人在很长一段时间里,因所发生的事而陷入震惊、恐惧与沉默中;但看到科拉提努斯的软弱与迟疑,阿奎利乌斯家族的人重新振作起来,要求获得时间进行辩护,并要求将温迪基乌斯归还给他们,因为他是奴隶,不应留在控告者手中。
§7.2βουλομένου δὲ ταῦτα συγχωρεῖν καὶ διαλύοντος ἐπὶ τούτοις τὴν ἐκκλησίαν, ὁ Οὐαλλέριος οὔτε τὸν ἄνθρωπον οἷός τʼ ἦν ἀφεῖναι τῷ περὶ αὐτὸν ὄχλῳ καταμειγμένον, οὔτε τὸν δῆμον εἴα προέμενον τοὺς προδότας ἀπελθεῖν.
当他想要准许这些要求并以此准备解散公民大会时,瓦莱里乌斯既不能放走那个混在他周围人群中的人,也不容许民众放走叛徒后离去。
τέλος δὲ τοῖς σώμασιν ἐπιβαλὼν τὰς χεῖρας ἐπεκαλεῖτο τὸν Βροῦτον, καὶ τὸν Κολλατῖνον ἐβόα δεινὰ ποιεῖν, εἰ τῷ συνάρχοντι παιδοφονίας ἀνάγκην προστριψάμενος αὐτὸς οἴεται δεῖν καταχαρίζεσθαι ταῖς γυναιξὶ τοὺς προδότας καὶ πολεμίους τῆς πατρίδος.
最后,他动手抓住他们的身体,大声呼唤布鲁图斯,并对科拉提努斯大声呵斥说,如果他把杀害亲生儿子的痛苦强加给自己的同僚,而自己却认为应该为了妇人们而宽赦这些祖国的叛徒和敌人,那他就做出了极其恶劣的事。
§7.3ἀγανακτοῦντος δὲ τοῦ ὑπάτου καὶ κελεύοντος ἀπάγεσθαι τὸν Οὐινδίκιον, οἱ μὲν ὑπηρέται διωσάμενοι τὸν ὄχλον ἥπτοντο τοῦ ἀνθρώπου καὶ τοὺς ἀφαιρουμένους ἔτυπτον, οἱ δὲ φίλοι τοῦ Οὐαλλερίου προέστησαν ἀμυνόμενοι· καὶ ὁ δῆμος ἐβόα κελεύων παρεῖναι τὸν Βροῦτον.
但当这位执政官感到愤怒并命令将温迪基乌斯带走时,侍从们推开人群,抓住那个人,并殴打企图救他的人,而瓦莱里乌斯的朋友们则挺身而出,进行自卫;民众也大声呼喊,要求布鲁图斯出面。
ἧκεν οὖν αὖθις ὑποστρέψας·
于是他转身折返,再次来到这里。
καὶ γενομένης αὐτῷ σιωπῆς εἶπεν ὅτι τοῖς μὲν υἱοῖς αὐτὸς ἀποχρῶν ἦν δικαστής, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι ψῆφον δίδωσι· λεγέτω δὲ ὁ βουλόμενος καὶ πειθέτω τὸν δῆμον.
在大家为他保持安静后,他说道,对于自己的儿子们,他自己已经是足够的法官,但关于其他的人,他将投票权交给身为自由人的公民们;“愿发言的人就发言并去说服民众吧。
οὐκέτι μέντοι λόγων ἐδέησεν, ἀλλὰ τῆς ψήφου δοθείσης πάσαις ἁλόντες ἐπελεκίσθησαν.
”然而,已不再需要言辞,投票进行后,他们被一致裁定有罪并被斩首。
§7.4ὁ δὲ Κολλατῖνος ἦν μὲν, ὡς ἔοικεν, ἐν ὑποψίᾳ τινὶ καὶ διὰ συγγένειαν τῶν βασιλέων, ἤχθοντο δʼ αὐτοῦ καὶ τῷ δευτέρῳ τῶν ὀνομάτων, ἀφοσιούμενοι τὸν Ταρκύνιον.
而科拉提努斯,似乎也因与国王们的亲戚关系而受到某种怀疑,人们也讨厌他的第二个名字,视塔尔温这个名字为不祥而加以排斥。
ὡς δὲ καὶ ταῦτα συνέβη, παντάπασι προσκρούσας ἀφῆκε τὴν ἀρχὴν ἑκὼν καὶ τῆς πόλεως ὑπεξῆλθεν.
而当这些事件也发生时,他完全引起了反感,于是自愿辞去官职并离开了城市。
οὕτω δὴ πάλιν ἀρχαιρεσιῶν γενομένων ὕπατος ἀπεδείχθη λαμπρῶς ὁ Οὐαλλέριος, ἀξίαν ἀπολαβὼν τῆς προθυμίας χάριν· §7.5ἧς οἰόμενός τι δεῖν ἀπολαῦσαι τὸν Οὐινδίκιον ἐψηφίσατο πρῶτον ἀπελεύθερον ἐκεῖνον ἐν Ῥώμῃ γενέσθαι πολίτην καὶ φέρειν ψῆφον ᾗ βούλοιτο φρατρίᾳ προσνεμηθέντα.
如此,当再次举行选举时,瓦莱里乌斯显赫地当选为执政官,得到了与其热忱相称的回报;他认为温迪基乌斯也应该分享一些这一恩惠,于是通过决议,使他成为罗马第一个成为公民的释奴,并被分配到他所希望的胞族中去投票。
τοῖς δʼ ἄλλοις ἀπελευθέροις ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐξουσίαν ψήφου δημαγωγῶν ἔδωκεν Ἄππιος ἡ δὲ παντελὴς ἀπελευθέρωσις ἄχρι νῦν οὐινδίκτα λέγεται διʼ ἐκεῖνον, ὥς φασι, τὸν Οὐινδίκιον.
而对于其他释奴,直到很久以后,平民领袖阿皮乌斯才赋予了他们投票权;而完全的释放奴隶直到今天仍被称为“vindicta”,正如他们所说,正是因为那个温迪基乌斯。