Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §6.1-6.4

布鲁图斯处决亲生二子

第 6 段,共 23 段 · 希腊语

内容简介

布鲁图斯因叛国罪判处自己的两个儿子死刑,并在自己眼前执行。对于这一看似无情的决定,作者将其归结为超凡的美德或极深的麻木,同时也赞扬了他建立共和政体的功绩。

§6.1ἐπεὶ δὲ τὸν θόρυβον κατέπαυσαν οἱ ὕπατοι καὶ τοῦ Οὐαλλερίου κελεύσαντος ἐκ τῆς οἰκίας ὁ Οὐινδίκιος προήχθη, καί γενομένης κατηγορίας ἀνεγνώσθη τὰ γράμματα καί πρὸς οὐδὲν ἐτόλμησαν ἀντειπεῖν οἱ ἄνδρες, ἦν μὲν κατήφεια καί σιωπὴ τῶν ἄλλων, ὀλίγοι δὲ βουλόμενοι τῷ Βρούτῳ χαρίζεσθαι φυγῆς ἐμέμνηντο.
当执政官们平息了骚乱,在瓦莱里乌斯的命令下,温迪基乌斯被从屋里带了出来,在进行指控并宣读了信件后,这些人不敢做出任何反驳,其他人皆面露沮丧、保持沉默,只有少数想讨好布鲁图斯的人提议予以流放。
καί τι καί Κολλατῖνος αὐτοῖς ἐλπίδος ἐπιεικοῦς ἐνεδίδου δεδακρυμένος καί Οὐαλλέριος σιωπῶν, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱῶν ἑκάτερον προσειπών, ἄγε, ὦ Τίτε, εἶπεν, ἄγε, ὦ Τιβέριε, τί οὐκ ἀπολογεῖσθε πρὸς τὴν κατηγορίαν;
而流着泪的科拉提努斯给他们带来了一些合理的希望,瓦莱里乌斯也保持着沉默,但布鲁图斯指名道姓地对他的每一个儿子说: “来吧,提图斯,” 他说: “来吧,提比略,你们为什么不对指控进行申辩?
§6.2ὡς δʼ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστ ρέψας τὸ πρόσωπον, ὑμέτερον ἤδη, εἶπε, τὸ λοιπὸν ἔργον.
” 当他们被询问三次却一言不发时,他便转过脸对侍从们说: “剩下的事情,现在是你们的工作了。
οἱ δὲ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις ἔξαινον τὰ σώματα,
” 于是侍从们立即抓起这些年轻人,撕开他们的衣服,把他们的双手反绑在身后,用笞棒抽打他们的身体。
§6.3τῶν μὲν ἄλλων οὐ δυναμένων προσορᾶν οὐδὲ καρτερούντων, ἐκεῖνον δὲ λέγεται μήτε τὰς ὄψεις ἀπαγαγεῖν ἀλλαχόσε μήτε οἴκτῳ τι τρέψαι τῆς περὶ τὸ πρόσωπον ὀργῆς καί βαρύτητος, ἀλλὰ δεινὸν ἐνορᾶν κολαζομένοις τοῖς παισίν ἄχρι οὗ κατατείναντες αὐτοὺς ἐπὶ τοὔδαφος πελέκει τὰς κεφαλὰς ἀπέκοψαν, οὕτω δὲ τοὺς ἄλλους ἐπὶ τῷ συνάρχοντι ποιησάμενος ᾤχετʼ ἐξαναστάς, ἔργον εἰργασμένος οὔτʼ ἐπαινεῖν βουλομένοις ἀξίως οὔτε ψέγειν ἐφικτόν.
其他人既不忍观看,也无法忍受,但据说他既没有把视线转开,也没有因哀怜而使脸上的愤怒与严厉有些许缓和,而是用可怕的目光盯着正在受罚的孩子们,直到侍从们将他们按倒在地上,用斧头砍下了他们的头。 在这样将其他人交由同僚处置之后,他便站起身离去了。 他所做出的这一行径,既非想要合宜赞扬的人所能及,亦非想要谴责的人所能企。
§6.4ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησε τὴν ψυχήν, ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν.
因为,要么是极高的美德使他的灵魂超脱于无情,要么是极大的痛苦使其陷入了麻木。
οὐδέτερον δὲ μικρὸν οὐδʼ ἀνθρώπινον, ἀλλʼ ἢ θεῖον ἢ θηριῶδες.
这两者绝非微不足道,也非凡人所能及,而要么是神圣的,要么是野兽般的。
δίκαιον δὲ τῇ δόξῃ τοῦ ἀνδρὸς τὴν κρίσιν ἕπεσθαι μᾶλλον ἢ τὴν ἀρετὴν ἀσθενείᾳ τοῦ κρίνοντος ἀπιστεῖσθαι.
然而,我们的评判更应该顺从这位伟人的声誉,而不是因为评判者的软弱而怀疑他的美德。
Ῥωμαῖοι γὰρ οὐ τοσοῦτον ἔργον οἴονται Ῥωμύλου γενέσθαι τῆς πόλεως τὴν ἵδρυσιν, ὅσον Βρούτου τὴν κτίσιν τῆς πολιτείας καί κατάστασιν.
因为罗马人认为,罗穆路斯建城之功,远不及布鲁图斯创立和确立共和政体之伟绩。

词汇与语法注释

  1. 6.1φυγῆς — 属格用作表示记忆或提及的动词 ἐμέμνηντο(μιμνήσκομαι 的未完成过去时)的宾语。
  2. 6.3ἐκεῖνον — 用作被动动词 λέγεται(“据说”,无人称用法)后接的带定格不定式结构(accusativus cum infinitivo)的主语,因而使用宾格而非主格。
  3. 6.3ποιησάμενος — 介词分词(中动语态),在此处意为“(出于自己的考量)委托、移交”。与 ἐπί τῷ συνάρχοντι 连用,表示将其他阴谋者的处置权交由其同僚。
  4. 6.4δίκαιον — 省略了系动词 ἐστί 的无人称形容词,后接两个带宾格不定式从句(τὴν κρίσιν ἕπεσθαι 与 τὴν ἀρετὴν ἀπιστεῖσθαι)作为其真正的主语。

引用这一段

普鲁塔克, 普布利科拉传 §6.1-6.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:6.1-6.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。