Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §23.1-23.3

波普利科拉之死、国葬与其家族的埋葬特权

第 23 段,共 23 段 · 希腊语

内容简介

本节记述了波普利科拉的去世、罗马人公费为其举行葬礼及妇女们的一年哀悼,以及授予其家族在维利亚的特权安葬权及其后代仪式性放弃该特权的传统。

§23.1τοῦτο τὸ κατόρθωμα Ῥωμαῖοι, καίπερ εἰωθότες ἅπασι τοῖς μεγάλοις ἐπιφημίζειν τὸ δαιμόνιον, ἑνὸς ἔργον ἡγοῦντο τοῦ στρατηγοῦ γεγονέναι.
罗马人虽然习惯于将一切重大事件归功于神意,但他们认为这次成功只是一个将军的功劳。
καὶ τῶν μεμαχημένων πρῶτον ἦν ἀκούειν ὅτι χωλοὺς καὶ τυφλοὺς αὐτοῖς καὶ μόνον οὐ καθείρξας τοὺς πολεμίους Ποπλικόλας παρέδωκε χρῆσθαι τοῖς ξίφεσιν.
在参战的人当中,首先可以听到这样的话:波普利科拉把敌人交给了他们用剑解决,让敌人几乎变得又跛又瞎,且差一点就被关起来。
ἐρρώσθη δὲ καὶ χρήμασιν ὁ δῆμος ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων.
民众也因战利品和俘虏带来的钱财而变得富足。
§23.2ὁ δὲ Ποπλικόλας τόν τε θρίαμβον ἀγαγὼν καὶ τοῖς μετʼ αὐτὸν ἀποδειχθεῖσιν ὑπάτοις παραδοὺς τὴν πόλιν εὐθὺς ἐτελεύτησεν, ὡς ἐφικτόν ἐστιν ἀνθρώποις μάλιστα τοῖς νενομισμένοις καλοῖς καὶ ἀγαθοῖς, τόν ἑαυτοῦ βίον ἐκτελειώσας.
而波普利科拉在举行了凯旋式并把国家交给继任的执政官后,随即便去世了,他以人类——尤其是那些被公认为“高尚而善良”的人——所能达到的最完美方式,结束了自己的生命。
ὁ δὲ δῆμος ὥσπερ οὐδὲν εἰς ζῶντα τῶν ἀξίων πεποιηκώς, ἀλλὰ πᾶσαν ὀφείλων χάριν, ἐψηφίσατο δημοσίᾳ ταφῆναι τὸ σῶμα, καὶ τεταρτημόριον ἕκαστον ἐπὶ τιμῇ συνεισενεγκεῖν.
而民众仿佛在他生前未曾做过任何配得上他的报答,而是欠他所有的恩情,便投票决定用公费安葬他的遗体,并且每人捐献四分之一个阿斯以示敬意。
§23.3αἱ δὲ γυναῖκες, ἰδίᾳ πρὸς αὑτὰς συμφρονήσασαι, διεπένθησαν ἐνιαυτὸν ὅλον ἐπὶ τῷ ἀνδρὶ πένθος ἔντιμον καὶ ζηλωτόν.
而妇女们则私下达成一致,为这个男人哀悼了整整一年,这是一种体面而令人羡慕的哀悼。
ἐτάφη δὲ καὶ οὕτως τῶν πολιτῶν ψηφισαμένων ἐντὸς ἄστεος παρὰ τὴν καλουμένην Οὐελίαν, ὥστε καὶ γένει παντὶ τῆς ταφῆς μετεῖναι·
由于公民们的决议,他被安葬在城内被称为维利亚的地方旁,从而使他整个家族都享有安葬的权利。
νῦν δὲ θάπτεται μὲν οὐδεὶς τῶν ἀπὸ γένους, κομίσαντες δὲ τόν νεκρὸν ἐκεῖ κατατίθενται καὶ δᾷδά τις ἡμμένην λαβὼν ὅσον ὑπήνεγκεν, εἶτα ἀναιρεῖται, μαρτυρόμενος ἔργῳ τὸ ἐξεῖναι, φείδεσθαι δὲ τῆς τιμῆς, καὶ τόν νεκρὸν οὕτως ἀποκομίζουσιν.
但如今,该家族中没有一人葬在那里,他们只是把尸体运到那里放下,有人拿着点燃的火炬在下面探一下随即便移开,以此在行动上证明他们拥有此特权,但又克制不使用这一荣誉,然后便这样将尸体运走。

词汇与语法注释

  1. 23.1τῶν μεμαχημένων — 虚拟完了中被动分词属格 τῶν μεμαχημένων 在与无人称表达 ἦν ἀκούειν(“可以听到……”)连用时,既可理解为表示话语来源的属格(“从参战者那里听到”),也可理解为部分属格(“在参战者当中,首先能听到……”)。此处采用前者(来源属格)的解釈。
  2. 23.2τοῖς νενομισμένοις καλοῖς καὶ ἀγαθοῖς — 分词 νομισμένοις(意为“被认为”、“习惯上的”)修饰代表社会与道德精英的常用词组 καλοῖς καὶ ἀγαθοῖς(“高尚而善良的人”)。该与格结构整体依赖于形容词 ἐφικτόν(“可达到的”),作为关系与格,意为“对于所谓高尚而善良的人而言”。
  3. 23.3ὥστε καὶ γένει παντὶ τῆς ταφῆς μετεῖναι — 无人称动词 μέτειμι(意为“分享”、“占有一份”)的不定式 μετεῖναι 支配表示占有者的与格(γένει παντὶ)和表示被分享事物的属格(τῆς ταφῆς)。连词 ὥστε 引导结果从句,说明公民决议带给其整个家族的世袭安葬特权。
  4. 23.3μαρτυρόμενος ἔργῳ τὸ ἐξεῖναι, φείδεσθαι δὲ τῆς τιμῆς — 主格分词 μαρτυρόμενος(意为“证明”、“宣告”)直接支配冠词性不定式 τὸ ἐξεῖναι(“那是被允许的/拥有特权”)作为宾语,并通过连词 δέ 与另一个不定式 φείδεσθαι(“克制”、“免除”)相并列。该结构描绘了其家族象征性的双重态度:证明自身拥有该权利,同时又自愿克制而不去实际行使这一荣誉。

引用这一段

普鲁塔克, 普布利科拉传 §23.1-23.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:23.1-23.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。