Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §14.1-14.5

霍拉提乌斯奉献卡皮托里乌斯神庙

第 14 段,共 23 段 · 希腊语

内容简介

在波普利科拉因远征不在场时,霍拉提乌斯被选派主持卡皮托里乌斯神庙的献殿礼。在仪式进行中,尽管得知了儿子死讯的假消息,霍拉提乌斯依然神色自若地完成了仪式。

§14.1τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου· καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν.
另一方面,德马拉图斯之子塔克文在与萨宾人交战时,曾誓愿献祭卡皮托里乌斯的朱庇特神庙,而立下誓愿者的儿子或孙子塔克文·苏佩布则建造了它;然而,他没来得及举行献殿礼,在塔克文被驱逐时,神庙距离竣工仅差一步之遥。
ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.
因此,当神庙完全建成并配齐了应有的装饰后,波普利科拉便对主持献殿礼怀有极大的热望。
§14.2ἐφθόνουν δὲ πολλοὶ τῶν δυνατῶν, καὶ ἤχθοντο ταῖς μὲν ἄλλαις τιμαῖς ἧττον, ἃς νομοθετῶν καὶ στρατηγῶν ἐκ προσηκόντων ἔσχε· ταύτην δʼ οὖσαν ἀλλοτρίαν οὐκ ᾤοντο δεῖν αὐτῷ προσγενέσθαι, καὶ τὸν Ὡράτιον προετρέποντο καὶ παρώξυνον ἀντιποιεῖσθαι τῆς καθιερώσεως.
但许多权贵嫉妒他,他们对他通过立法和担任将军而理所当然获得的其余荣誉并不那么反感,却认为这不属于他的荣誉不应再加于他,于是他们促使并煽动霍拉提乌斯去争夺主持献殿礼的权利。
γενομένης οὖν τῷ Ποπλικόλᾳ στρατείας ἀναγκαίας, ψηφισάμενοι τὸν Ὡράτιον καθιεροῦν ἀνῆγον εἰς τὸ Καπιτώλιον, ὡς οὐκ ἂν ἐκείνου περιγενόμενοι παρόντος.
因此,当波普利科拉有了一次必须的军事远征时,他们便投票决定由霍拉提乌斯主持献殿礼,并将他送上卡皮托里乌斯,因为他们认为如果波普利科拉在场,他们就无法战胜他。
§14.3ἔνιοι δέ φασι κλήρῳ τῶν ὑπάτων λαχεῖν ἐκεῖνον ἐπὶ τὴν στρατείαν ἄκοντα, τοῦτον δὲ ἐπὶ τὴν καθιέρωσιν.
不过,也有人说,那个人是在违背意愿的情况下,在执政官的抽签中抽中了远征,而这个人则抽中了主持献殿礼。
ἔξεστι δὲ περὶ τούτων ὡς ἔσχεν εἰκάζειν τοῖς πραχθεῖσι περὶ τὴν καθιέρωσιν. εἰδοῖς οὖν Σεπτεμβρίαις, ὃ συντυγχάνει περὶ τὴν πανσέληνον μάλιστα τοῦ Μεταγειτνιῶνος, συνηθροισμένων ἁπάντων εἰς τὸ Καπιτώλιον,
关于这些事情的实情如何,人们可以通过献殿礼中所发生的事迹来进行推测。
§14.4ὁ μὲν Ὡράτιος σιωπῆς γενομένης τά τʼ ἄλλα δράσας καὶ τῶν θυρῶν ἁψάμενος, ὥσπερ ἔθος ἐστίν, ἐπεφθέγγετο τὰς νενομισμένας ἐπὶ τῇ καθιερώσει φωνάς·
在九月的伊度斯(这恰好大致在麦塔格特尼翁月的满月时分),当所有人聚集在卡皮托里乌斯时,霍拉提乌斯在全场安静下来后,履行了其他仪式,并按照惯例抚摸着大门,开始诵读献殿礼上规定的词句。
ὁ δʼ ἀδελφὸς τοῦ Ποπλικόλα Μᾶρκος ἐκ πολλοῦ παρὰ τὰς θύρας ὑφεστὼς καὶ παραφυλάττων τὸν καιρόν, ὦ ὕπατε εἶπεν, ὁ υἱός σου τέθνηκεν ἐν τῷ στρατοπέδῳ νοσήσας.
而波普利科拉的兄弟马尔库斯早已站在大门旁守候,窥伺着时机,说道: “执政官啊,你的儿子在军营中因病去世了。
§14.5τοῦτο πάντας ἠνίασε τοὺς ἀκούσαντας ὁ δʼ Ὡράτιος οὐδὲν διαταραχθείς, ἀλλʼ ἢ τοσοῦτον μόνον εἰπών, ῥίψατε τοίνυν ὅποι βούλεσθε τὸν νεκρόν, ἐγὼ γὰρ οὐ προσίεμαι τὸ πένθος, ἐπέραινε τὴν λοιπὴν καθιέρωσιν.
” 这让所有听到的人都感到悲痛,但霍拉提乌斯毫无动摇,只是说了这么一句: “那么就把尸体扔到你们想扔的任何地方去吧,因为我不接受这哀悼。 ” 随后,他便完成了余下的献殿礼。
ἦν δὲ τὸ προσηγγελμένον οὐκ ἀληθές, ἀλλʼ ὁ Μᾶρκος ὡς ἀποστήσων τὸν Ὡράτιον ἐψεύσατο.
然而,所通报的消息并非真实,而是马尔库斯为了引开霍拉提乌斯而编造的谎言。
θαυμαστὸς οὖν ὁ ἀνὴρ τῆς εὐσταθείας, εἴτε τὴν ἀπάτην ἐν καιρῷ βραχεῖ συνεῖδεν εἴτε πιστευθεὶς ὁ λόγος οὐκ ἐκίνησεν αὐτόν.
因此,这个人的沉着令人赞叹,无论他是在极短的时间内识破了骗局,还是虽然相信了这话,却未受其动摇。

词汇与语法注释

  1. 14.1οὐκ ἔφθασεν — 意为“没来得及”或“未能先一步”。动词 φθάνω 连用不定式,表示主语在被驱逐之前未能完成献殿礼。
  2. 14.2ὡς οὐκ ἂν ἐκείνου περιγενόμενοι παρόντος — ὡς 连用分词 περιγενόμενοι 表示主观原因。περιγενόμενοι 与 ἄν 连用,相当于一个潜能或虚拟条件句的结论部分,其条件由条件分词 παρόντος(“如果他在场的话”)来表示。ἐκείνου 是动词 περιγίγνομαι(胜过、战胜)所要求的比较属格。
  3. 14.3εἰδοῖς οὖν Σεπτεμβρίαις — 拉丁语表示时间的夺格(或与格)形式 Idibus Septembribus(九月的伊度斯,即13日)的希腊语与格直译。
  4. 14.5θαυμαστὸς οὖν ὁ ἀνὴρ τῆς εὐσταθείας — τῆς εὐσταθείας 是原因属格(“因其沉着而令人赞叹”)。此处省略了系动词 ἐστί。
  5. 14.5πιστευθεὶς ὁ λόγος — 被动语态分词,表示让步或条件(“即使这番话被相信了”)。不及物动词 πιστεύω(支配与格)在被动语态中,可以将其原本的与格宾语(λόγος)作为主语,构成人称句。

引用这一段

普鲁塔克, 普布利科拉传 §14.1-14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:14.1-14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。