Humanitext Reader

普鲁塔克 · 莱库古与努马比较列传 §3.1-3.7

婚姻制度与女性地位之比较

第 3 段,共 4 段 · 希腊语

内容简介

对比了努马与莱库古在婚姻制度及女性社会角色上的不同。重点讨论了共享妻子方式的差异、女性衣着与言行自由度的对比,并以罗马的历史事实论证了其家政秩序的稳固。

§3.1τῆς δὲ περὶ τοὺς γάμους καὶ τὰς τεκνώσεις κοινωνίας τὸ ἀζηλότυπον ὀρθῶς καὶ πολιτικῶς ἐμποιοῦντες ἀμφότεροι τοῖς ἀνδράσιν οὐ κατὰ πᾶν εἰς τοῦτο συνηνέχθησαν, ἀλλʼ ὁ Ῥωμαῖος μὲν ἀνὴρ ἱκανῶς ἔχων παιδοτροφίας, ὑφʼ ἑτέρου δὲ πεισθεὶς δεομένου τέκνων, ἐξίστατο τῆς γυναικός, ἐκδόσθαι καὶ μετεκδόσθαι κύριος ὑπάρχων, ὁ δὲ Λάκων, οἴκοι τῆς γυναικὸς οὔσης παρʼ αὐτῷ καὶ τοῦ γάμου μένοντος ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων, μετεδίδου τῷ πείσαντι τῆς κοινωνίας εἰς τέκνωσιν.
在让丈夫们对婚姻和生育的共同关系消除嫉妒心这一点上,两人都做得正确且符合政体需要,但他们在此事上并未达成完全一致。 也就是说,罗马人的丈夫如果自己已经抚养了足够的子女,而在受到另一个缺少子女之人的说服时,就会把妻子让给对方,因为他拥有将妻子嫁出和重新嫁出的权力;而拉栖代梦人的丈夫则让妻子留在家中,在维持最初婚姻权益的同时,将生育的共同关系分享给说服他的那个人。
§3.2πολλοὶ δέ, ὥσπερ εἴρηται, καὶ παρακαλοῦντες εἰσῆγον ἐξ ὧν ἂν ἐδόκουν μάλιστα παῖδας εὐειδεῖς καὶ ἀγαθοὺς γενέσθαι, τίς οὖν ἡ διάκρισις τῶν ἐθισμῶν;
正如已经说过的,许多人甚至会主动邀请并领进那些他们认为最能生育出容貌端丽、品行优良的孩子的男子。 那么,这些习俗之间的区别是什么呢?
ἢ ταῦτα μὲν ἰσχυρὰ καὶ ἄκρατος ἀπάθεια πρὸς γαμετὴν καὶ τὰ ταράττοντα καὶ κατακαίοντα ζηλοτυπίαις τοὺς πολλούς, ἐκεῖνα δὲ ὥσπερ αἰσχυνομένη ἀτυφία τίς, παρακάλυμμα τὴν ἐγγύην ἐφελκομένη καὶ τὸ δυσκαρτέρητον ἐξομολογουμένη τῆς κοινωνίας;
是前者代表着对妻子以及那些让大众因嫉妒而动荡和焦灼的事物的一种强固且纯粹的“无感动”,而后者则是一种仿佛感到羞怯的谦逊,拉上婚约作为掩盖,并承认这种共同关系是难以忍受的吗?
§3.3ἔτι δὲ μᾶλλον ἡ περὶ τὰς παρθένους φυλακὴ κατέσταλται τῷ Νομᾷ πρὸς τὸ θῆλυ καὶ κόσμιον ἡ δὲ τοῦ Λυκούργου παντάπασιν ἀναπεπταμένη καὶ ἄθηλυς οὖσα τοῖς ποιηταῖς λόγον παρέσχηκε.
此外,努马对处女的管束被整顿得更具女性气质且温良有序,而莱库古的管束则完全放任且缺乏女性气质,这给诗人们提供了话柄。
φαινομηρίδας τε γὰρ αὐτὰς ἀποκαλοῦσιν, ὡς Ἴβυκος, καὶ ἀνδρομανεῖς λοιδοροῦσιν, ὡς Εὐριπίδης, λέγων· " αἳ σὺν νέοισιν ἐξερημοῦσιν δόμους γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις. "
因为正如伊比克斯所说,他们称她们为“露腿女”,又如欧里庇得斯所说,嘲讽她们是“狂恋男子的女人”,他写道: “她们与年轻男子一同离开家门,裸露着大腿,衣袍松开。
§3.4τῷ γὰρ ὄντι τοῦ παρθενικοῦ χιτῶνος αἱ πτέρυγες οὐκ ἦσαν συνερραμμέναι κάτωθεν, ἀλλʼ ἀνεπτύσσοντο καὶ συνανεγύμνουν ὅλον ἐν τῷ βαδίζειν τὸν μηρόν.
” 事实上,处女所穿短衣的下摆确实没有从下方缝合,而是在行走时会张开,并暴露出整个大腿。
καὶ σαφέστατα τὸ γινόμεοον εἴρηκε Σοφοκλῆς ἐν τούτοις· " καὶ τὰν νέορτον, ἇς ἔτʼ ἄστολος χιτὼν θυραῖον ἀμφὶ μηρὸν πτύσσεται, Ἑρμιόναν. "
索福克勒斯在以下诗句中最为清晰地描述了这一情形: “还有那年轻的赫耳弥俄涅,她那尚未整理妥帖的短衣,在裸露的大腿旁翻飞。
§3.5διὸ καὶ θρασύτεραι λέγονται γενέσθαι καὶ πρὸς αὐτοὺς πρῶτον ἀνδρώδεις τοὺς ἄνδρας, ἅτε δὴ τῶν μὲν οἴκων ἄρχουσαι κατὰ κράτος, ἐν δὲ τοῖς δημοσίοις πράγμασι καὶ γνώμης μεταλαμβάνουσαι καὶ παρρησίας περὶ τῶν μεγίστων, ὁ δὲ Νομᾶς ταῖς γαμεταῖς τὸ μὲν ἀξίωμα καὶ τὴν τιμὴν ἐτήρησε πρὸς τοὺς ἄνδρας, ἣν εἶχον ἀπὸ Ῥωμύλου θεραπευόμεναι διὰ τὴν ἁρπαγήν, αἰδῶ δὲ πολλὴν ἐπέστησεν αὐταῖς καὶ πολυπραγμοσύνην ἀφεῖλε καὶ νήφειν ἐδίδαξε καὶ σιωπᾶν εἴθισεν, οἴνου μὲν ἀπεχομένας τὸ πάμπαν, λόγῳ δὲ μηδὲ ὑπὲρ τῶν ἀναγκαίων ἀνδρὸς ἄνευ χρωμένας.
” 因此,据说她们变得更加大胆,甚至首先对自己的丈夫表现得像男子一样强悍,因为她们不仅完全主宰家政,而且在公共事务中也能参与决策,并对最重大的事情拥有直言不讳的发言权。 相反,努马虽然为妻子们保留了对丈夫的尊严和荣誉——这是自罗穆路斯时代起,因遭到劫夺而受到悉心呵护以来所享有的——但他也给她们施加了极大的羞耻心,消除了她们的多管闲事,教导她们保持清醒,并使她们习惯于沉默,即完全戒酒,并且在没有丈夫的情况下,甚至连必要的事情也不开口说话。
§3.6λέγεται γοῦν ποτε γυναικὸς εἰπούσης δίκην ἰδίαν ἐν ἀγορᾷ πέμψαι τὴν σύγκλητον εἰς θεοῦ, πυνθανομένην τίνος ἄρα τῇ πόλει σημεῖον εἴη τὸ γεγενημένον.
至少据说,曾有一次一个女人在广场上为自己的诉讼辩护,元老院便派人去神庙请示,询问这一发生的事情究竟对城邦预示着什么兆头。
καὶ τῆς ἄλλης εὐπειθείας καὶ πρᾳότητος αὐτῶν μέγα τεκμήριον ἡ μνήμη τῶν χειρόνων.
而她们其他方面的顺从与温和的一个巨大证据,在于对那些更坏的事情的记忆。
ὡς γὰρ παρʼ ἡμῖν οἱ ἱστορικοὶ γράφουσι τοὺς πρώτους ἢ φόνον ἐμφύλιον ἐργασαμένους ἢ πολεμήσαντας ἀδελφοῖς ἢ πατρὸς αὐτόχειρας ἢ μητρὸς γενομένους, §3.7οὕτω Ῥωμαῖοι μνημονεύουσιν ὅτι πρῶτος μὲν ἀπεπέμψατο γυναῖκα Σπόριος Καρβίλιος, μετὰ τὴν Ῥώμης κτίσιν ἔτεσι τριάκοντα καὶ διακοσίοις οὐδενὸς τοιούτου γεγονότος, πρώτη δὲ γυνὴ Πιναρίου Θαλαία τοὔνομα διηνέχθη πρὸς ἑκυρὰν αὑτῆς Γεγανίαν Ταρκυνίου Σουπέρβου βασιλεύοντος, οὕτω καλῶς καὶ κοσμίως τεταγμένα τὰ τῶν γάμων ἦν ὑπὸ τοῦ νομοθέτου.
因为正如在我们的历史学家那里,会记录下第一批制造同胞相残、或与兄弟交战、或亲手弑父弑母的人一样,罗马人也同样记录着:在建城两百三十年后,在从未发生过此类事情的情况下,斯普里乌斯·卡尔维利乌斯第一个休了妻;而在塔尔文·苏佩布统治时期,一个名叫塔莱亚的皮纳里乌斯之妻,第一个与她的婆婆格加尼亚发生不和。 立法者对婚姻事务的规定就是如此美好而有序。

词汇与语法注释

  1. 3.1ἐκδόσθαι καὶ μετεκδόσθαι κύριος ὑπάρχων — 不定词 `ἐκδόσθαι` 和 `μετεκδόσθαι` 作说明性不定词用以限定和修饰形容词 `κύριος`(“有权力的”)。分词 `ὑπάρχων` 则表示原因(“因为他拥有……”)或伴随状况。
  2. 3.2ἢ ταῦτα μὲν ἰσχυρὰ καὶ ἄκρατος ἀπάθεια... ἐκεῖνα δὲ ὥσπερ αἰσχυνομένη ἀτυφία τις — 指示代词 `ταῦτα` 和 `ἐκεῖνα` 指代前文提到的两种婚姻制度。`ταῦτα`(“这些”)指代较近提及的斯巴达(拉栖代梦)习俗,而 `ἐκεῖνα`(“那些”)指代在此之前提到的罗马习俗。
  3. 3.5ἅτε δὴ τῶν μὲν οἴκων ἄρχουσαι κατὰ κράτος — 连词组合 `ἅτε δὴ` 与主格阴性复数现在分词 `ἄρχουσαι`(以及随后的 `μεταλαμβάνουσαι`)连用,表示主节主语(斯巴达妇女)行动的客观、事实性原因(“正因为她们完全主宰……”)。
  4. 3.6γυναικὸς εἰπούσης δίκην ἰδίαν ἐν ἀγορᾷ — 此处为属格独立结构(Genitive Absolute),名词 `γυναικὸς` 作逻辑主语,分词 `εἰπούσης` 作逻辑谓语,为主句主语和动词 `πέμψαι`(“元老院派人……”)提供了时间或情况背景。

引用这一段

普鲁塔克, 莱库古与努马比较列传 §3.1-3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg006.humanitext-grc2:3.1-3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。