§4.1τῇ δὲ ἄλλῃ τῶν παρθένων ἀγωγῇ καὶ τὰ περὶ τὰς ἐκδόσεις ὁμολογεῖ, τοῦ μὲν Λυκούργου πεπείρους καὶ ὀργώσας νυμφεύοντος, ὅπως ἥ τε ὁμιλία, δεομένης ἤδη τῆς φύσεως, χάριτος ᾖ καὶ φιλίας ἀρχὴ μᾶλλον ἢ μίσους καὶ φόβου παρὰ φύσιν βιαζομένων καὶ τὰ σώματα ῥώμην ἔχῃ πρός τὸ τὰς κυήσεις ἀναφέρειν καὶ τὰς ὠδῖνας, ὡς ἐπʼ οὐδέν ἄλλο γαμουμένων ἢ τὸ τῆς τεκνώσεως ἔργον, τῶν δὲ Ῥωμαίων δωδεκαετεῖς καὶ νεωτέρας ἐκδιδόντων οὕτω γὰρ ἂν μάλιστα καὶ τὸ σῶμα καὶ τὸ ἦθος καθαρὸν καὶ ἄθικτον ἐπὶ τῷ γαμοῦντι γίνεσθαι.
此外,在对处女的其他培养方式中,关于出嫁的规定也是一致的。 莱库古让成熟且生理发育完整的女子结婚,这是为了让她们的性交(在生理已经有所需求时)成为一种喜悦和友谊的开端,而不是对违背自然而强迫她们的人产生恨意和恐惧;同时也是为了让她们的身体拥有承受怀孕和分娩的精力,就好像她们结婚别无他求,只为了生育这一职责。 相反,罗马人则把十二岁或更年轻的少女嫁出去,因为他们认为,这样最能让女子的身体和品行在纯洁且未受污染的状态下,归属于成婚的丈夫。
§4.2δῆλον οὖν ὅτι τὸ μὲν φυσικώτερον πρὸς τέκνωσιν, τὸ δὲ ἠθικώτερον πρός συμβίωσιν.
因此,显而易见,前者对生育而言更符合自然,而后者对共同生活而言更符合道德。
ἀλλὰ μὴν ἐπιστασίαις τε παίδων καὶ συναγελασμοῖς καὶ παιδαγωγίαις καὶ κοινωνίαις, περί τε δεῖπνα καὶ γυμνάσια καὶ παιδιὰς αὐτῶν ἐμμελείαις καὶ διακοσμήσεσιν, οὐδέν τι τοῦ προστυχόντος νομοθέτου βελτίονα τὸν Νομᾶν ὁ Λυκοῦργος ἀποδείκνυσιν, ἐπὶ ταῖς τῶν πατέρων ποιησάμενον ἐπιθυμίαις ἢ χρείαις τὰς τῶν νέων ἀγωγάς, §4.3εἴτε τις ἐργάτην γῆς βούλοιτο ποιεῖν τὸν υἱὸν εἴτε ναυπηγὸν ἢ χαλκέα διδάσκειν ἢ αὐλητήν, ὥσπερ οὐ πρός ἓν τέλος ὀφείλοντας ἐξ ἀρχῆς ἄγεσθαι καὶ συνεπιστρέφεσθαι τοῖς ἤθεσιν, ἀλλʼ οἷον εἰς ναῦν ἐπιβάτας ἕτερον ἐξ ἑτέρας ἥκοντα χρείας καὶ προαιρέσεως ἐν τοῖς κινδύνοις μόνον φόβῳ τοῦ ἰδίου συνίστασθαι πρός τὸ κοινόν, ἄλλως δὲ τὸ καθʼ αὑτὸν σκοπεῖν ἕκαστον.
然而,在对儿童的监管、集群、训练和共同生活方面,以及在他们的膳食、体育和游戏秩序与组织方面,莱库古表明努马并不比任何平庸的立法者更好,因为努马让年轻人的培养依随了他们父亲的欲望或需要,无论一个人是想让他的儿子当农夫,还是想教他当造船工、铁匠或吹笛手,就好像他们不应该从一开始就被引导向同一个目标,并在品行上共同转向,而是像一条船上的乘客,每个人因不同的需要和目的而来,仅在危险时刻出于对个人安全的恐惧才为了共同利益团结在一起,而在其他时候,每个人都只顾及自己的私利。
§4.4καὶ τοῖς μὲν πολλοῖς οὐκ ἄξιον ἐγκαλεῖν νομοθέταις ἐλλείπουσιν ἢ διʼ ἄγνοιαν ἢ διʼ ἀσθένειαν ἀνδρὶ δὲ σοφῷ βασιλείαν παραλαβόντι δήμου νεωστὶ συνισταμένου καὶ πρός μηδὲν ἀντιτείνοντος, περὶ τί πρῶτον ἦν σπουδάσαι προσῆκον ἢ παίδων ἐκτροφὴν καὶ νέων ἄσκησιν, ὅπως μὴ διάφοροι μηδὲ ταραχώδεις γένοιντο τοῖς ἤθεσιν, ἀλλʼ εἰς ἕν τι κοινὸν ἀρετῆς ἴχνος εὐθὺς ἐξ ἀρχῆς πλαττόμενοι καὶ τυπούμενοι συμβαίνοιεν ἀλλήλοις;
对于大多数因为无知或软弱而有所欠缺的立法者,不值得加以指责;但是对于一个接受了刚刚建立、且在任何事上都不反抗他的民众的王权的智者来说,最应该首先热切关注的事情,难道不就是儿童的抚养和年轻人的锻炼,好让他们的品行不至于彼此迥异或陷入混乱,而是从一开始就塑造和铸入同一个美德的共同轨迹,从而彼此和谐一致吗?
§4.5ὃ δὴ πρός τε τὰ ἄλλα καὶ σωτηρίαν νόμων ὠφέλησε τὸν Λυκοῦργον.
正是这一点,在其他事情中,帮助了莱库古得以维持他的法律。
μικρὸς γὰρ ἦν ὁ τῶν ὅρκων φόβος, εἰ μὴ διὰ τῆς παιδείας καὶ τῆς ἀγωγῆς οἷον ἀνέδευσε τοῖς ἤθεσι τῶν παίδων τοὺς νόμους, καὶ συνῳκείωσε τῇ τροφῇ τὸν ζῆλον τῆς πολιτείας, ὥστε πεντακοσίων ἐτῶν πλείω χρόνον τὰ κυριώτατα καὶ μέγιστα διαμεῖναι τῆς νομοθεσίας, ὥσπερ βαφῆς ἀκράτου καὶ ἰσχυρῶς καθαψαμένης.
因为对誓言的恐惧是微不足道的,除非通过教育和培养,他将法律植入并约束在儿童的品行之中,并让对政体的热忱与他们的抚养融为一体,从而使他的立法中最为核心和重大的部分,如同一剂强力而纯粹的染料牢牢附着一般,存续了五百多年。
§4.6Νομᾷ δὲ ὅπερ ἦν τέλος τῆς πολιτείας, ἐν εἰρήνῃ καὶ φιλίᾳ τὴν Ῥώμην ὑπάρχειν, εὐθὺς συνεξέλιπε·
相反,对努马而言,作为其政体终极目标的“罗马保持和平与友好”,随着他的去世而立刻消亡。
καὶ μετὰ τὴν τελευτὴν ἐκείνου τὸν ἀμφίθυρον οἶκον, ὃν κεκλεισμένον αὐτὸς συνεῖχεν, ὥσπερ ὄντως ἐν αὐτῷ τιθασεύων καθειργμένον τὸν πόλεμον, ἐξ ἀμφοτέρων ἀναπετάσαντες αἵματος καὶ νεκρῶν τὴν Ἰταλίαν ἐνέπλησαν·
在他死后,那座由他亲自保持关闭的双门神殿——仿佛他真的将战争驯服并囚禁于其中——被从两边敞开,让意大利充斥着鲜血与尸体。
καὶ οὐδὲ ὀλίγον χρόνον ἡ καλλίστη καὶ δικαιοτάτη κατάστασις ἔμεινεν, ἅτε δὴ καὶ τὸ συνδετικὸν ἐν αὑτῇ, τὴν παιδείαν, οὐκ ἔχουσα.
这一最美妙且最公正的政体甚至没有维持很短的时间,因为它自身不拥有那一纽带,即共同的教育。
§4.7τί οὖν,
φήσει τις,
οὐκ ἐπὶ τὸ βέλτιον ἡ Ῥώμη προῆλθε τοῖς πολεμικοῖς;
那么,有人会说,难道罗马没有通过军事成就走向更好的境地吗?
ἐρωτῶν ἐρώτημα μακρᾶς ἀποκρίσεως δεόμενον πρός ἀνθρώπους τὸ βέλτιον ἐν πλούτῳ καὶ τρυφῇ καὶ ἡγεμονίᾳ μᾶλλον ἢ σωτηρίᾳ καὶ πρᾳότητι καὶ τῇ μετὰ δικαιοσύνης αὐταρκείᾳ τιθεμένους, οὐ μὴν ἀλλὰ καὶ τοῦτο Λυκούργῳ που δόξει βοηθεῖν, τὸ Ῥωμαίους μὲν τὴν ἐπὶ Νομᾶ κατάστασιν ἐξαλλάξαντας ἐπιδοῦναι τοῖς πράγμασι τοσοῦτον, §4.8Λακεδαιμονίους δὲ ἅμα τῷ πρῶτον ἐκβῆναι τὴν Λυκούργου διάταξιν, ἐκ μεγίστων ταπεινοτάτους γενέσθαι καὶ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀποβαλόντας κινδυνεῦσαι περί ἀναστάσεως, ἐκεῖνο μέντοι τῷ Νομᾷ μέγα καὶ θεῖον ὡς ἀληθῶς ὑπάρχει, τὸ ξένῳ τε μεταπέμπτῳ γενέσθαι καὶ πάντα πειθοῖ μεταβαλεῖν, καὶ κρατῆσαι πόλεως οὔπω συμπεπνευκυίας, μήτε ὅπλων δεηθέντα μήτε βίας τινός, ὡς Λυκοῦργος ἐπὶ τὸν δῆμον ἦγε τοὺς ἀρίστους, ἀλλὰ σοφίᾳ καὶ δικαιοσύνῃ πάντας προσαγαγόμενον καὶ συναρμόσαντα.
对于那些将“更好的境地”放在财富、奢华和统治权,而不是安全、温和以及伴随着正义的自足之中的人来说,提出这个问题需要一个漫长的回答。 然而,这在某种程度上似乎也能为莱库古辩护,即罗马人在改变了努马治下的体制后,国势才有了如此巨大的提升,而拉栖代梦人则在刚一开始偏离莱库古的规章时,就从最伟大的地位跌落到最卑微的境地,在失去了希腊人的霸权之后,甚至面临着亡国的危险。 然而,对于努马来说,这确实是伟大且真正神圣的:他作为一个被召请而来的外邦人,却仅凭说服就改变了一切,并统治了一个尚未达成共识的城邦,既不需要武器,也不需要任何暴力(而莱库古则是率领贵族去对付平民),而是用智慧和正义争取了所有人,并使他们和谐相处。