Humanitext Reader

普鲁塔克 · 莱库古与努马比较列传 §2.1-2.6

军事经济与社会秩序方面的政体比较

第 2 段,共 4 段 · 希腊语

内容简介

作者从军事、经济和社会秩序的角度比较了努马和莱库古的政体。指出莱库古实行严厉的军事义务与彻底的平等(禁止金钱与土地再分配),而努马则宽容经济不平等与商业,并解释了两人在土地再分配政策上面临的不同现实。

§2.1ὅλως δὲ φαίνονται πρὸς τὴν αὐτάρκειαν ἀμφότεροι καὶ σωφροσύνην ὁμοίως ἄγοντες τὰ πλήθη, τῶν δὲ ἄλλων ἀρετῶν ὁ μὲν τὴν ἀνδρείαν μᾶλλον, ὁ δὲ τὴν δικαιοσύνην ἠγαπηκώς· εἰ μὴ νὴ Δία διὰ τὴν ὑποκειμένην τῶν πολιτευμάτων ἑκατέρου φύσιν ἢ συνήθειαν, οὐχ ὁμοίαν οὖσαν, ἀνομοίας ἔδει παρασκευῆς.
总的来看,两人似乎同样引导民众走向自足与节制,但在其他美德中,一者更偏爱勇敢,另一者更偏爱正义;除非,确实是因为他们各自政体所基于的性质或习惯并不相似,因而需要不同的准备。
§2.2οὔτε γὰρ Νομᾶς διὰ δειλίαν κατέλυσε τὸ πολεμεῖν, ἀλλʼ ἐπὶ τῷ μὴ ἀδικεῖν, οὔτε Λυκοῦργος εἰς ἀδικίαν κατεσκεύασε πολεμικούς, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἀδικεῖσθαι.
因为努马并非因为懦弱而废除战争,而是为了避免不义;莱库古也并非为了行不义而使市民好战,而是为了免受不义之害。
τὰς οὖν ὑπερβολὰς ἀφαιροῦντες ἀμφότεροι καὶ τὰς ἐνδείας ἀναπληροῦντες τῶν ὑπαρχόντων περὶ τοὺς πολίτας, ἠναγκάζοντο μεγάλαις χρῆσθαι μεταβολαῖς.
因此,通过消除公民身上现存的过剩并弥补不足,两人都被迫采用了巨大的变革。
§2.3καὶ μὴν τῆς τε διατάξεως καὶ τῆς διαιρέσεως τῶν πολιτευμάτων ὀχλικὴ μὲν ἀκράτως ἡ τὸν Νομᾶ καὶ θεραπευτικὴ τὸν πλήθους, ἐκ χρυσοχόων καὶ αὐλητῶν καὶ σκυτοτόμων συμμιγῆ τινα καὶ παμποίκιλον ἀποφαίνοντος δῆμον, αὐστηρὰ δὲ ἡ Λυκούργειος καὶ ἀριστοκρατική, τὰς μὲν βαναύσους ἀποκαθαίρουσα τέχνας εἰς οἰκετῶν καὶ μετοίκων χεῖρας αὐτοὺς δὲ τοὺς πολίτας εἰς τὴν ἀσπίδα καὶ τὸ δόρυ συνάγουσα, πολέμου χειροτέχνας καὶ θεράποντας Ἄρεως ὄντας, ἄλλο δὲ οὐδὲν εἰδότας οὐδὲ μελετῶντας ἢ πείθεσθαι τοῖς ἄρχουσι καὶ κρατεῖν τῶν πολεμίων.
此外,关于政体的组织和划分,努马的政体是彻底平民化且迎合大众的,由金匠、笛手和鞋匠展现出一个混合且极其多样化的平民阶层;而莱库古的政体则是严厉且贵族制的,将卑下的手艺扫除到奴仆和外邦人的手中,而将公民自己召集在盾牌与长矛之下,使他们成为战争的工匠和阿瑞斯的侍从,除了服从统治者和战胜敌人之外,既一无所知,也不作其他训练。
§2.4οὐδὲ γὰρ χρηματίζεσθαι τοῖς ἐλευθέροις ἐξῆν, ἵνα ἐλεύθεροι παντελῶς καὶ καθάπαξ ὦσιν, ἀλλʼ ἦν ἡ περὶ τὰ χρήματα κατασκευὴ δεδομένη δούλοις καὶ Εἵλωσιν, ὥσπερ ἡ περὶ τὸ δεῖπνον καὶ ὄψον διακονία.
因为自由人甚至不被允许赚钱,以便让他们完全且一劳永逸地获得自由,而关于金钱的事务则交给了奴隶和黑劳士,就像准备晚宴和配菜的伺候工作一样。
Νομᾶς δὲ οὐδὲν διέκρινε τοιοῦτον, ἀλλὰ τὰς μὲν στρατιωτικὰς ἔπαυσε πλεονεξίας, τὸν δὲ ἄλλον οὐκ ἐκώλυσε χρηματισμόν, οὐδὲ τὴν τοιαύτην κατεστόρεσεν ἀνωμαλίαν, §2.5ἀλλὰ καὶ πλούτῳ προϊέναι μέχρι παντὸς ἐφῆκε, καὶ πενίας πολλῆς ἀθροιζομένης καὶ ὑπορρεούσης εἰς τὴν πόλιν ἠμέλησε, δέον εὐθὺς ἐν ἀρχῇ, μηδέπω πολλῆς μηδὲ μεγάλης ἀνισότητος οὔσης, ἀλλʼ ἔτι τοῖς βίοις ὁμαλῶν καὶ παραπλησίων ὄντων, ἐνστῆναι πρὸς τὴν πλεονεξίαν, ὥσπερ Λυκοῦργος, καὶ φυλάξασθαι τὰς ἀπʼ αὐτῆς βλάβας, οὐ μικρὰς γενομένας, ἀλλὰ τῶν πλείστων καὶ μεγίστων κακῶν, ὅσα συνηνέχθη, σπέρμα καὶ ἀρχὴν παρασχούσας.
然而努马没有做出任何此类区分,虽然他制止了军事上的贪婪,但并未禁止其他的牟利行为,也没有平抑这种不平等,反而允许财富无限制地增长,并对在城邦中积累和潜滋暗长的巨大贫困视而不见,而他本应该在最开始的时候,在还没有太多或太大的不平等、人们的生活依然均衡且相似时,像莱库古那样去抵制贪婪,并防范由此产生的危害——这些危害并非微不足道,而是为后来发生的绝大多数且最严重的灾祸提供了种子和根源。
§2.6ὁ δὲ τῆς γῆς ἀναδασμὸς οὔτε τὸν Λυκοῦργον, ἐμοὶ δοκεῖν, ποιεῖ ψεκτὸν γενόμενος οὔτε τὸν Νομᾶν μὴ γενόμενος, τῷ μὲν γὰρ ἕδραν καὶ κρηπῖδα τῆς πολιτείας ἡ ἰσότης αὕτη παρέσχε, τὸν δὲ προσφάτου τῆς κληρουχίας οὔσης οὐδὲν ἤπειγεν ἄλλον ἐμβαλεῖν ἀναδασμὸν οὐδὲ κινεῖν τὴν πρώτην νέμησιν, ὡς εἰκός ἐστι, κατὰ χώραν μένουσαν.
但在我的看法中,土地的重新分配既不因莱库古实施了它而使他遭受指责,也不因努马未实施它而使努马遭受非难;因为对前者而言,这种平等为他的政体提供了基础和基石,而对后者而言,由于土地分配刚进行不久,完全没有必要引入另一种重新分配,也没有必要去动摇最初的分配,正如合乎常理的那样,最初的分配仍保持原样。

词汇与语法注释

  1. §2.1ἔδει — 非人称动词 `δεῖ` 的未完成过去时,在此处接属格 `ἀνομοίας ἔδει παρασκευῆς`,意为“需要不同的准备”。由 `εἰ μὴ`(“除非”)引导,构成一个虚拟条件句,说明在不同情况下所产生的必要性。
  2. §2.3ἡ τὸν Νομᾶ — 在冠词 `ἡ` 之后,省略了前文属格短语 `τῆς τε διατάξεως καὶ τῆς διαιρέσεως` 中的名词(组织与划分),指代“努马的[组织与划分]”。
  3. §2.5δέον — 非人称动词的对格绝对(accusative absolute)结构,在此带有一种转折或对比的语气(意为“本应……然而却未……”),对主句(努马放任贫困积累)表示批判性保留。它支配不定式 `ἐνστῆναι` 和 `φυλάξασθαι`。

引用这一段

普鲁塔克, 莱库古与努马比较列传 §2.1-2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg006.humanitext-grc2:2.1-2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。