§3.1τῆς δὲ περὶ τοὺς γάμους καὶ τὰς τεκνώσεις κοινωνίας τὸ ἀζηλότυπον ὀρθῶς καὶ πολιτικῶς ἐμποιοῦντες ἀμφότεροι τοῖς ἀνδράσιν οὐ κατὰ πᾶν εἰς τοῦτο συνηνέχθησαν, ἀλλʼ ὁ Ῥωμαῖος μὲν ἀνὴρ ἱκανῶς ἔχων παιδοτροφίας, ὑφʼ ἑτέρου δὲ πεισθεὶς δεομένου τέκνων, ἐξίστατο τῆς γυναικός, ἐκδόσθαι καὶ μετεκδόσθαι κύριος ὑπάρχων, ὁ δὲ Λάκων, οἴκοι τῆς γυναικὸς οὔσης παρʼ αὐτῷ καὶ τοῦ γάμου μένοντος ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων, μετεδίδου τῷ πείσαντι τῆς κοινωνίας εἰς τέκνωσιν.
結婚と子作りに関する共同関係において、夫たちの間に嫉妬のない状態を正しく、また国制にかなう形で植え付けたという点では両者は共通しているが、この点において全面的に一致したわけではなかった。 すなわち、ローマ人の夫は、自身が子供の養育を十分に持っており、かつ子供を必要としている他者から説得されたときには、妻を嫁がせたりさらに嫁ぎ直させたりする権限を有していたため、妻をその他者に譲り渡した。 これに対してスパルタの夫は、妻を自宅に自分の手元に留め置き、婚姻関係が最初の法的権利にとどまったままで、自分を説得した者に子作りのための共同関係を分かち合った。
§3.2πολλοὶ δέ, ὥσπερ εἴρηται, καὶ παρακαλοῦντες εἰσῆγον ἐξ ὧν ἂν ἐδόκουν μάλιστα παῖδας εὐειδεῖς καὶ ἀγαθοὺς γενέσθαι, τίς οὖν ἡ διάκρισις τῶν ἐθισμῶν;
また、多くの者は、すでに言われているように、自分たちから見て最も容姿端麗で優れた子供たちが生まれそうな男を、自ら求めて招き入れさえした。 では、これらの慣習の違いは何であろうか。
ἢ ταῦτα μὲν ἰσχυρὰ καὶ ἄκρατος ἀπάθεια πρὸς γαμετὴν καὶ τὰ ταράττοντα καὶ κατακαίοντα ζηλοτυπίαις τοὺς πολλούς, ἐκεῖνα δὲ ὥσπερ αἰσχυνομένη ἀτυφία τίς, παρακάλυμμα τὴν ἐγγύην ἐφελκομένη καὶ τὸ δυσκαρτέρητον ἐξομολογουμένη τῆς κοινωνίας;
あるいは、前者は妻に対する、そして大衆を嫉妬によって動揺させ、燃え上がらせるものに対する、強固で純粋な「無感動」であり、後者は、正式な婚約という覆いを引き込み、共同関係を耐え忍ぶことの困難さを自白する、ある種のはにかんだ謙虚さなのであろうか。
§3.3ἔτι δὲ μᾶλλον ἡ περὶ τὰς παρθένους φυλακὴ κατέσταλται τῷ Νομᾷ πρὸς τὸ θῆλυ καὶ κόσμιον ἡ δὲ τοῦ Λυκούργου παντάπασιν ἀναπεπταμένη καὶ ἄθηλυς οὖσα τοῖς ποιηταῖς λόγον παρέσχηκε.
さらに、乙女たちに対する保護・監視については、ヌマにおいては女性らしく秩序あるものとして整えられていたが、リュクルゴスのそれは完全に放任され女性らしさを欠いたものであったため、詩人たちに非難の言葉を提供した。
φαινομηρίδας τε γὰρ αὐτὰς ἀποκαλοῦσιν, ὡς Ἴβυκος, καὶ ἀνδρομανεῖς λοιδοροῦσιν, ὡς Εὐριπίδης, λέγων·
というのも、イビュコスが言うように、彼らは彼女たちを「太ももをあらわにする女たち」と呼び、またエウリピデスが以下のように言って「男狂い」と嘲っているからである。
"
αἳ σὺν νέοισιν ἐξερημοῦσιν δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις.
「彼女たちは若者たちとともに家を空け、太ももを裸にし、衣をはだけさせている。
" §3.4τῷ γὰρ ὄντι τοῦ παρθενικοῦ χιτῶνος αἱ πτέρυγες οὐκ ἦσαν συνερραμμέναι κάτωθεν, ἀλλʼ ἀνεπτύσσοντο καὶ συνανεγύμνουν ὅλον ἐν τῷ βαδίζειν τὸν μηρόν.
」実際、乙女たちのキトンの裾は下の方が縫い合わされておらず、歩くときにそれが開いて、太もも全体を露わにしてしまったのである。
καὶ σαφέστατα τὸ γινόμεοον εἴρηκε Σοφοκλῆς ἐν τούτοις·
そして、この状況をソポクレスは以下のように最も明確に述べている。
"
καὶ τὰν νέορτον, ἇς ἔτʼ ἄστολος χιτὼν
θυραῖον ἀμφὶ μηρὸν
πτύσσεται, Ἑρμιόναν.
「そして、まだ整えられていないキトンが、外に露わな太もものまわりでひるがえっている、あの若きヘルミオネをも。
" §3.5διὸ καὶ θρασύτεραι λέγονται γενέσθαι καὶ πρὸς αὐτοὺς πρῶτον ἀνδρώδεις τοὺς ἄνδρας, ἅτε δὴ τῶν μὲν οἴκων ἄρχουσαι κατὰ κράτος, ἐν δὲ τοῖς δημοσίοις πράγμασι καὶ γνώμης μεταλαμβάνουσαι καὶ παρρησίας περὶ τῶν μεγίστων, ὁ δὲ Νομᾶς ταῖς γαμεταῖς τὸ μὲν ἀξίωμα καὶ τὴν τιμὴν ἐτήρησε πρὸς τοὺς ἄνδρας, ἣν εἶχον ἀπὸ Ῥωμύλου θεραπευόμεναι διὰ τὴν ἁρπαγήν, αἰδῶ δὲ πολλὴν ἐπέστησεν αὐταῖς καὶ πολυπραγμοσύνην ἀφεῖλε καὶ νήφειν ἐδίδαξε καὶ σιωπᾶν εἴθισεν, οἴνου μὲν ἀπεχομένας τὸ πάμπαν, λόγῳ δὲ μηδὲ ὑπὲρ τῶν ἀναγκαίων ἀνδρὸς ἄνευ χρωμένας.
」そのため、彼女たちはより大胆になり、何よりもまず夫たち自身に対しても男勝りに振る舞うようになったと言われている。 彼女たちは家庭を完全に支配し、公の事柄においても意見を述べ、最も重要な問題について発言の自由を分け持っていたからである。 これに対してヌマは、略奪のゆえにロムルス以来いたわられ敬われてきた、夫たちに対する妻たちの威厳と名誉は維持したものの、彼女たちに多大なる慎み深さを課し、お節介を取り除き、素面でいることを教え、沈黙することを習慣づけさせた。 すなわち、ワインを完全に断たせ、必要不可欠な事柄についてであっても、夫なしには言葉を発しないようにさせたのである。
§3.6λέγεται γοῦν ποτε γυναικὸς εἰπούσης δίκην ἰδίαν ἐν ἀγορᾷ πέμψαι τὴν σύγκλητον εἰς θεοῦ, πυνθανομένην τίνος ἄρα τῇ πόλει σημεῖον εἴη τὸ γεγενημένον.
実際、あるとき一人の女性が広場(フォルム)で自身の訴訟を弁論した際、元老院が神の信託へと使者を送り、その出来事が市にとって一体何の兆候であるのかを尋ねさせたと言われている。
καὶ τῆς ἄλλης εὐπειθείας καὶ πρᾳότητος αὐτῶν μέγα τεκμήριον ἡ μνήμη τῶν χειρόνων.
また、彼女たちのその他の従順さと温厚さの大きな証拠は、不名誉な歴史的事例についての記憶である。
ὡς γὰρ παρʼ ἡμῖν οἱ ἱστορικοὶ γράφουσι τοὺς πρώτους ἢ φόνον ἐμφύλιον ἐργασαμένους ἢ πολεμήσαντας ἀδελφοῖς ἢ πατρὸς αὐτόχειρας ἢ μητρὸς γενομένους, §3.7οὕτω Ῥωμαῖοι μνημονεύουσιν ὅτι πρῶτος μὲν ἀπεπέμψατο γυναῖκα Σπόριος Καρβίλιος, μετὰ τὴν Ῥώμης κτίσιν ἔτεσι τριάκοντα καὶ διακοσίοις οὐδενὸς τοιούτου γεγονότος, πρώτη δὲ γυνὴ Πιναρίου Θαλαία τοὔνομα διηνέχθη πρὸς ἑκυρὰν αὑτῆς Γεγανίαν Ταρκυνίου Σουπέρβου βασιλεύοντος, οὕτω καλῶς καὶ κοσμίως τεταγμένα τὰ τῶν γάμων ἦν ὑπὸ τοῦ νομοθέτου.
というのも、我々の歴史家たちが、内乱の殺戮を最初に犯した者たちや、兄弟と戦った者たち、あるいは父親や母親に手をかけた最初の者たちを記録するように、そのようにローマ人たちは、ローマ建国から230年の間、そのようなことが一度も起こらなかった後に、スポリウス・カルウィリウスが最初に妻を離縁したことを記憶しており、またタルクィニウス・スペルブスの統治期に、ピナリウスの妻、名はタライアが、自身の姑ゲガニアと最初に争いを起こしたことを記憶している。 このように、結婚に関することは立法者によって美しく、かつ秩序正しく定められていたのである。