§2.1ὅλως δὲ φαίνονται πρὸς τὴν αὐτάρκειαν ἀμφότεροι καὶ σωφροσύνην ὁμοίως ἄγοντες τὰ πλήθη, τῶν δὲ ἄλλων ἀρετῶν ὁ μὲν τὴν ἀνδρείαν μᾶλλον, ὁ δὲ τὴν δικαιοσύνην ἠγαπηκώς·
総じて、両者は同様に大衆を自足と節制へと導いているように見えるが、その他の徳のうち、一方は勇敢さをより愛し、他方は正義をより愛している。
εἰ μὴ νὴ Δία διὰ τὴν ὑποκειμένην τῶν πολιτευμάτων ἑκατέρου φύσιν ἢ συνήθειαν, οὐχ ὁμοίαν οὖσαν, ἀνομοίας ἔδει παρασκευῆς.
ただし、誓って言えば、両者の国制の根底にある性質や習慣が似ていなかったために、異なる備えが必要であったのでないとするならば。
§2.2οὔτε γὰρ Νομᾶς διὰ δειλίαν κατέλυσε τὸ πολεμεῖν, ἀλλʼ ἐπὶ τῷ μὴ ἀδικεῖν, οὔτε Λυκοῦργος εἰς ἀδικίαν κατεσκεύασε πολεμικούς, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἀδικεῖσθαι.
というのも、ヌマが臆病さのゆえに戦争をやめたのではなく、不正を行わないためにそうしたのであり、またリュクルゴスが不正をなすために市民を好戦的に仕立てたのではなく、不正を被らないためにそうしたからである。
τὰς οὖν ὑπερβολὰς ἀφαιροῦντες ἀμφότεροι καὶ τὰς ἐνδείας ἀναπληροῦντες τῶν ὑπαρχόντων περὶ τοὺς πολίτας, ἠναγκάζοντο μεγάλαις χρῆσθαι μεταβολαῖς.
それゆえ、両者は市民に存する過剰を取り除き、不足を補いながら、大きな変革を用いることを余儀なくされた。
§2.3καὶ μὴν τῆς τε διατάξεως καὶ τῆς διαιρέσεως τῶν πολιτευμάτων ὀχλικὴ μὲν ἀκράτως ἡ τὸν Νομᾶ καὶ θεραπευτικὴ τὸν πλήθους, ἐκ χρυσοχόων καὶ αὐλητῶν καὶ σκυτοτόμων συμμιγῆ τινα καὶ παμποίκιλον ἀποφαίνοντος δῆμον, αὐστηρὰ δὲ ἡ Λυκούργειος καὶ ἀριστοκρατική, τὰς μὲν βαναύσους ἀποκαθαίρουσα τέχνας εἰς οἰκετῶν καὶ μετοίκων χεῖρας αὐτοὺς δὲ τοὺς πολίτας εἰς τὴν ἀσπίδα καὶ τὸ δόρυ συνάγουσα, πολέμου χειροτέχνας καὶ θεράποντας Ἄρεως ὄντας, ἄλλο δὲ οὐδὲν εἰδότας οὐδὲ μελετῶντας ἢ πείθεσθαι τοῖς ἄρχουσι καὶ κρατεῖν τῶν πολεμίων.
さらに、国制の組織編成と区分に関して言えば、ヌマのそれは極端に民衆迎合的で大衆にへつらうものであり、金細工師、笛吹き、靴仕立て屋などから、混ざり合ってきわめて多様な平民を示して見せた。 これに対してリュクルゴスのそれは厳格で貴族主義的であり、卑しい技術を奴隷や在留外国人の手に委ねて排除し、市民自身を盾と槍のもとに集め、彼らを戦争の職人、アレスの従者とし、支配者に従うことと敵に打ち勝つこと以外には何も知らず、また訓練もしないようにした。
§2.4οὐδὲ γὰρ χρηματίζεσθαι τοῖς ἐλευθέροις ἐξῆν, ἵνα ἐλεύθεροι παντελῶς καὶ καθάπαξ ὦσιν, ἀλλʼ ἦν ἡ περὶ τὰ χρήματα κατασκευὴ δεδομένη δούλοις καὶ Εἵλωσιν, ὥσπερ ἡ περὶ τὸ δεῖπνον καὶ ὄψον διακονία.
というのも、自由人が完全に、そして一挙に自由であるために、彼らが金儲けをすることは許されておらず、むしろ金銭に関する営みは、食事やおかずの給仕と同様に、奴隷やヘイロテスに委ねられていたからである。
Νομᾶς δὲ οὐδὲν διέκρινε τοιοῦτον, ἀλλὰ τὰς μὲν στρατιωτικὰς ἔπαυσε πλεονεξίας, τὸν δὲ ἄλλον οὐκ ἐκώλυσε χρηματισμόν, οὐδὲ τὴν τοιαύτην κατεστόρεσεν ἀνωμαλίαν,
これに対してヌマはそのような区別を全くせず、軍事的な不当利得は停止させたものの、その他の金儲けは禁止せず、そのような不平等を取り除くこともしなかった。
§2.5ἀλλὰ καὶ πλούτῳ προϊέναι μέχρι παντὸς ἐφῆκε, καὶ πενίας πολλῆς ἀθροιζομένης καὶ ὑπορρεούσης εἰς τὴν πόλιν ἠμέλησε, δέον εὐθὺς ἐν ἀρχῇ, μηδέπω πολλῆς μηδὲ μεγάλης ἀνισότητος οὔσης, ἀλλʼ ἔτι τοῖς βίοις ὁμαλῶν καὶ παραπλησίων ὄντων, ἐνστῆναι πρὸς τὴν πλεονεξίαν, ὥσπερ Λυκοῦργος, καὶ φυλάξασθαι τὰς ἀπʼ αὐτῆς βλάβας, οὐ μικρὰς γενομένας, ἀλλὰ τῶν πλείστων καὶ μεγίστων κακῶν, ὅσα συνηνέχθη, σπέρμα καὶ ἀρχὴν παρασχούσας.
それどころか、富において際限なく進むことを許し、多くの貧困が積み重なり市の中に忍び込んでくるのを放置した。 本来なら、最初の段階において、未だ多くの、また大きな不平等が存在せず、人々の暮らしが依然として平穏で似通っていた時に、リュクルゴスのように強欲に立ち向かい、そこから生じる害悪を防べきであったのに。 その害悪は、小さなものにとどまらず、後に生じた多くの、そして最大の災いすべての種と始まりを提供したのである。
§2.6ὁ δὲ τῆς γῆς ἀναδασμὸς οὔτε τὸν Λυκοῦργον, ἐμοὶ δοκεῖν, ποιεῖ ψεκτὸν γενόμενος οὔτε τὸν Νομᾶν μὴ γενόμενος, τῷ μὲν γὰρ ἕδραν καὶ κρηπῖδα τῆς πολιτείας ἡ ἰσότης αὕτη παρέσχε, τὸν δὲ προσφάτου τῆς κληρουχίας οὔσης οὐδὲν ἤπειγεν ἄλλον ἐμβαλεῖν ἀναδασμὸν οὐδὲ κινεῖν τὴν πρώτην νέμησιν, ὡς εἰκός ἐστι, κατὰ χώραν μένουσαν.
しかし、土地の再分配については、私の考えでは、それが行われたからといってリュクルゴスが非難されるべきでもなく、行われなかったからといってヌマが非難されるべきでもない。 なぜなら、前者にとっては、この平等が国制の基礎と土台を提供したからであり、後者にとっては、土地の分配が行われたばかりであったため、別の再分配を導入したり、最初の分配(それは当然ながらそのまま維持されていたと思われるが)を揺るがしたりする緊急性は全くなかったからである。