§1.1ἀλλʼ ἐπεὶ τὸν Νομᾶ καὶ Λυκούργου διεληλύθαμεν βίον, ἐκκειμένων ἀμφοῖν, εἰ καὶ χαλεπὸν ἔργον, οὐκ ἀποκνητέον συναγαγεῖν τὰς διαφοράς, αἱ μὲν γὰρ κοινότητες ἐπιφαίνονται ταῖς πράξεσιν, οἷον ἡ σωφροσύνη τῶν ἀνδρῶν, ἡ εὐσέβεια, τὸ πολιτικόν, τὸ παιδευτικόν, τὸ μίαν ἀρχὴν παρὰ τῶν θεῶν ἀμφοτέρους λαβεῖν τῆς νομοθεσίας· τῶν δὲ ἰδίᾳ ἑκατέρου καλῶν πρῶτόν ἐστι Νομᾷ μὲν ἡ παράληψις τῆς βασιλείας, Λυκούργῳ δὲ ἡ παράδοσις.
但是,既然我们已经叙述完了努马和莱库古的一生,在两者均已展现在我们面前时,尽管这是一项艰难的任务,我们也不应退缩而不去总结他们的异同。 因为他们的共同之处表现在他们的行为中,例如这两位男子的节制、敬虔、政治才能、教育才能,以及两人都是从神明那里获得立法的开端;而在他们各自特有的优点中,首先是努马对王位的接受,以及莱库古对王位的让渡。
§1.2ὁ μὲν γὰρ οὐκ αἰτῶν ἔλαβεν, ὁ δὲ ἔχων ἀπέδωκε.
因为前者未经请求便得到了它,而后者在拥有它时却主动交出。
καὶ τὸν μὲν ἕτεροι κύριον αὑτῶν κατέστησαν ἰδιώτην καὶ ξένον ὄντα, ὁ δὲ αὐτὸς αὑτὸν ἰδιώτην ἐκ βασιλέως ἐποίησε.
并且,前者被他人立为统治者,当时他只是一名普通公民和外邦人,而后者则将自己从国王降为普通公民。
καλὸν μὲν οὖν τὸ κτήσασθαι δικαιοσύνῃ τὴν βασιλείαν, καλὸν δὲ τὸ προτιμῆσαι τὴν δικαιοσύνην τῆς βασιλείας, ἡ γὰρ ἀρετὴ τὸν μὲν οὕτως ἔνδοξον κατέστησεν ὥστε βασιλείας ἀξιωθῆναι, τὸν δὲ οὕτω μέγαν ἐποίησεν ὥστε βασιλείας καταφρονῆσαι.
因此,通过正义获得王位是美妙的,而将正义置于王位之上也是美妙的;因为德行使前者声名显赫,以至配得上王位,又使后者如此伟大,以至能够蔑视王位。
§1.3δεύτερον τοίνυν, ἐπεὶ καθάπερ ἁρμονικοὶ λύρας, ὁ μὲν ἐκλελυμένην καὶ τρυφῶσαν ἐπέτεινε τὴν Σπάρτην, ὁ δὲ τῆς Ῥώμης τὸ σφοδρὸν ἀνῆκε καὶ σύντονον, ἡ μὲν χαλεπότης τοῦ ἔργου τῷ Λυκούργῳ πρόσεστιν.
其次,因此,就像琴师调理琴弦一样,前者拉紧了原本松弛奢靡的斯巴达,而后者则放宽了罗马那种激烈而紧绷的性格,但这项工作的艰难之处在于莱库古。
οὐ γὰρ θώρακας ἐκδῦναι καὶ ξίφη τοὺς πολίτας καταθέσθαι ἔπειθεν, ἀλλὰ χρυσὸν καὶ ἄργυρον ἀφεῖναι καὶ στρωμνὰς ἐκβαλεῖν πολυτελεῖς καὶ τραπέζας, οὐδὲ παυσαμένους πολέμων ἑορτάζειν καὶ θύειν, ἀλλὰ δεῖπνα καὶ πότους ἐάσαντας ἐν τοῖς ὅπλοις καὶ ταῖς παλαίστραις διαπονεῖσθαι καὶ ἀσκεῖν.
因为他并不是在劝说公民们脱下盔甲、放下刀剑,而是劝说他们放弃金银、丢弃昂贵的卧具和餐桌,也不是在让他们停止战争后去过节和祭祀,而是让他们离开宴会和饮酒,身着铠甲在运动场中辛勤劳作和锻炼。
§1.4ὅθεν ὁ μὲν διʼ εὐνοίας καὶ τιμῆς ἅπαντα πείθων ἔπραξεν, ὁ δε κινδυνεύων καὶ βαλλόμενος μόγις ἐπεκράτησεν· ἥμερος μέντοι καὶ φιλάνθρωπος ἡ τοῦ Νομᾶ μοῦσα πρὸς εἰρήνην καὶ δικαιοσύνην μεθαρμοσαμένου καὶ καταπραΰναντος ἐξ ἀκρατῶν καὶ διαπύρων ἠθῶν τοὺς πολίτας.
因此,前者通过善意和尊重说服了众人,从而完成了所有事情,而后者则在生命受到威胁并被石块投掷的情况下,才勉强取得胜利;然而,努马的缪斯神却是温和而充满人性的,他将市民们从放荡不羁和狂热的性格中重新调和并使之温和,导向和平与正义。
εἰ δὲ καὶ τὸ περὶ τοὺς Εἵλωτας ἀναγκάσει τις ἡμᾶς εἰς τὴν Λυκούργου θέσθαι πολιτείαν, §1.5ὠμότατον ἔργον καὶ παρανομώτατον, μακρῷ τινι τὸν Νομᾶν ἑλληνικώτερον γεγονέναι νομοθέτην φήσομεν, ὅς γε καὶ τοὺς ὡμολογημένους δούλους ἔγευσε τιμῆς ἐλευθέρας, ἐν τοῖς Κρονίοις ἑστιᾶσθαι μετὰ τῶν δεσποτῶν ἀναμεμιγμένους ἐθίσας.
但是,如果有人强迫我们也把关于黑劳士(奴隶)的事情归因于莱库古的政体,那将是最残忍、最违法的行径,我们将宣称努马是一位要希腊化得多的立法者,因为他甚至让公认的奴隶也品尝到了自由的尊严,使他们习惯于在克罗尼亚节期间与主人混坐在一起享用宴席。
καὶ γὰρ τοῦτο τῶν Νομᾶ πατρίων ἓν εἶναι λέγουσιν, ἐπὶ τὰς τῶν ἐτησίων ἀπολαύσεις καρπῶν τοὺς συνεργοὺς παραλαμβάνοντος, ἔνιοι δὲ τοῦτο ὑπόμνημα τῆς Κρονικῆς ἐκείνης ἰσονομίας ἀποσώζεσθαι μυθολογοῦσιν, ὡς μηδενὸς δούλου μηδὲ δεσπότου, πάντων δὲ συγγενῶν καὶ ἰσοτίμων νομιζομένων.
因为人们说,这也是努马的祖传习俗之一,在享受年度收成的果实时,他也接纳这些合作劳动者,而有些人则传说这是为了保留那个著名的克罗诺斯时代平等的纪念,当时既没有奴隶也没有主人,所有人被视为同胞和地位平等的人。