§7.1ὡς οὖν ἐδέδοκτο, θύσας τοῖς θεοῖς προῆγεν εἰς τὴν Ῥώμην.
因此,当决定做出后,他在向神明献祭之后,便向罗马进发。
ἀπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆμος ἔρωτι θαυμαστῷ τοῦ ἀνδρός, εὐφημίαι τε πρέπουσαι γυναικῶν ἐγίνοντο καὶ θυσίαι πρὸς ἱεροῖς καὶ χαρὰ πάντων, ὥσπερ οὐ βασιλέα τῆς πόλεως, ἀλλὰ βασιλείαν δεχομένης, ἐπεὶ δὲ εἰς τὴν ἀγορὰν κατέστησαν, ὁ μὲν ταῖς ὥραις ἐκείναις συνειληχὼς μες ο βασιλεὺς Σπόριος Οὐέττιος ψῆφον ἐπέδωκε τοῖς πολίταις καὶ πάντες ἤνεγκαν, προσφερομένων δ’ αὐτῷ τῶν βασιλικῶν παρασήμων ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ.
元老院和人民怀着对这位男子的极大热爱来迎接着他,妇女们发出了适宜的欢呼,神庙里举行了献祭,人人皆大欢喜,仿佛城邦迎来的不是一位国王,而是王政本身。 当他们进入广场时,在当时恰好执政的间王斯普里乌斯·维提乌斯向公民们征求投票,所有人投了赞成票。 然而,当王室的标志呈献给他时,他命令暂停,并说自己也需要神明为他确立这王位。
§7.2παραλαβὼν δὲ μάντεις καὶ ἱερεῖς ἀνέβαινεν εἰς τὸ Καπιτώλιον Ταρπήϊον αὐτὸ λόφον οἱ τότε Ῥωμαῖοι προσηγόρευον.
于是,他带着占卜师和祭司们登上了卡皮托林,即当时的罗马人所称的塔佩亚山。
ἐνταῦθα τῶν μάντεων ὁ πρωτεύων τὸν μὲν εἰς μεσημβρίαν τρέψας ἐγκεκαλυμμένον, αὐτὸς δὲ παραστὰς ἐξόπισθεν καὶ τῇ δεξιᾷ τῆς κεφαλῆς ἐφαπτόμενος αὐτοῦ κατεύξατο, καὶ περιεσκόπει τὰ παρὰ τῶν θεῶν ἐν οἰωνοῖς ἢ συμβόλοις προφαινόμενα, πανταχόσε τὰς ὄψεις περιφέρων.
在那里,占卜师之长让蒙着头的努马面朝南方,自己则站在他身后,右手抚摸他的头部,进行祈祷,并向四周环顾,注视着神明在鸟兆或征兆中显现出来的迹象。
§7.3σιγὴ δὲ ἄπιστος ἐν πλήθει τοσούτῳ τὴν ἀγορὰν κατεῖχε καραδοκούντων καὶ συναιωρουμένων τῷ μέλλοντι, μέχρι οὗ προὐφάνησαν ὄρνιθες ἀγαθοὶ καὶ δεξιοὶ ἐπέτρεψαν οὕτω δὲ τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα κατέβαινε Νομᾶς εἰς τὸ πλῆθος ἀπὸ τῆς ἄκρας, τότε δὲ καὶ φωναὶ καὶ δεξιώσεις ἦσαν ὡς εὐσεβέστατον καὶ θεοφιλέστατον δεχομένων.
在这般庞大的人群中,一种令人难以置信的寂静笼罩着广场,人们在悬念中等待并为未来而焦虑,直到吉兆的鸟儿出现并表示应允。 就这样,努马穿上国王的礼服,从城堡上走下,来到群众之中,此时人们发出了欢呼和欢迎之声,将他作为最虔敬且最受神明喜爱的人予以接纳。
§7.4παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων σύστημα διέλυσεν, οὓς Ῥωμύλος ἔχων ἀεὶ περὶ τὸ σῶμα Κέλερας προσηγόρευσεν, ὅπερ ἐστὶ ταχεῖς· οὔτε γὰρ ἀπιστεῖν πιστεύουσιν οὔτε βασιλεύειν ἀπιστούντων ἠξίου.
接掌政权后,他首先解散了那支由三百人组成的、罗姆路斯始终带在身边并称之为“凯莱雷斯”(意为“迅速者”)的卫队;因为他认为,既不应该不信任那些信任自己的人,也不应该统治那些不信任自己的人。
δεύτερον δὲ τοῖς οὖσιν ἱερεῦσι Διὸς καὶ Ἄρεως τρίτον Ῥωμύλου προσκατέστησεν, ὃν Φλάμινα Κυρινάλιον ὠνόμασεν.
其次,在原有的朱庇特和玛尔斯祭司之外,他又为罗姆路斯设立了第三位祭司,并命名为奎里纳利斯祭司。
§7.5ἐκάλουν δὲ καὶ τοὺς προγενεστέρους Φλάμινας ἀπὸ τῶν περικρανίων πίλων οὓς περὶ ταῖς κεφαλαῖς φοροῦσι, πιλαμένας τινὰς ὄντας, ὡς ἱστοροῦσι, τῶν Ἑλληνικῶν ὀνομάτων τότε μᾶλλον ἢ νῦν τοῖς Λατίνοις ἀνακεκραμένων.
他们还根据老一代祭司头上戴着的圆形便帽,称他们为“弗拉米内斯”,据传说这是一种“皮拉梅纳斯”,因为当时的拉丁语中融合的希腊语词汇比现在还要多。
καὶ γάρ ἃς ἐφ ό ρουν οἱ ἱερεῖς λαίνας ὁ Ἰόβας χλαίνας φησὶν εἶναι, καὶ τὸν ὑπηρετοῦντα τῷ ἱερεῖ τοῦ Διὸς ἀμφιθαλῆ παῖδα λέγεσθαι Κάμιλλον, ὡς καὶ τὸν Ἑρμῆν οὕτως ἔνιοι τῶν Ἑλλήνων Κάμιλλον ἀπὸ τῆς διακονίας προσηγόρευον.
事实上,祭司们所穿的“莱纳”,尤巴说就是“克莱纳”;而服侍朱庇特祭司且双亲健在的少年被称为“卡米卢斯”,正如部分希腊人也因为赫尔墨斯的服侍工作而称其为“卡米洛斯”一样。