Humanitext Reader

普鲁塔克 · 努马传 §3.1-3.7

努马·庞皮里乌斯的推选与其德行和出身

第 3 段,共 22 段 · 希腊语

内容简介

由于对贵族寡头统治的猜忌,罗马人和萨宾人商定从对方阵营中推选国王,最终推举了品德高尚的萨宾人努马·庞皮里乌斯。文中介绍了努马的哲学修养、高尚人格以及他作为塔提乌斯女婿的背景。

§3.1ἀλλὰ καίπερ οὕτω πολιτικῶς καὶ ἀνεπαχθῶς ἀφηγεῖσθαι δοκοῦντες, ὑπονοίαις καὶ θορύβοις περιέπιπτον, ὡς μεθιστάντες εἰς ὀλιγαρχίαν τὰ πράγματα καὶ διαπαιδαγωγοῦντες ἐν σφίσιν αὐτοῖς τὴν πολιτείαν, βασιλεύεσθαι δὲ οὐκ ἐθέλοιεν.
然而,尽管他们似乎以如此温和、不招人怨的方式进行统治,却依然陷入了猜忌与动荡之中,人们指责他们正将国家转变为寡头政体,将政权把持在他们自己手中,并且不想再受君王统治。
ἐκ τούτου συνέβησαν ἀμφότεραι πρὸς ἀλλήλας αἱ στάσεις, ὥστε τὴν ἑτέραν ἐκ τῆς ἑτέρας ἀποδεῖξαι βασιλέα· §3.2μάλιστα γάρ ἂν οὕτως ἔν τε τῷ παρόντι παύσασθαι τὴν φιλονεικίαν, καὶ τὸν ἀποδειχθέντα πρὸς ἀμφοτέρους ἴσον γενέσθαι, τοὺς μὲν ὡς ἑλομένους ἀγαπῶντα, τοῖς δὲ εὔνουν ὄντα διὰ συγγένειαν, ἐπιτρεψάντων δὲ προτέροις τοῖς Ῥωμαίοις τῶν Σαβίνων τὴν αἵρεσιν, ἔδοξε μᾶλλον ἑλέσθαι Σαβῖνον αὐτοὺς ἀποδείξαντας ἢ παρασχεῖν Ῥωμαῖον ἐκείνων ἑλομένων.
因此,两个党派达成了互协,决定由一方从另一方中指派国王;因为他们认为,这样做不仅眼下能最大程度地平息争端,而且被指派的人也会对双方持平等态度,他既会因一方选择了他而爱戴他们,也会因血缘关系而对另一方怀有善意。 当萨宾人先将选择权让给罗马人时,罗马人觉得,由自己指派并选择一位萨宾人,比让对方选择并提供一位罗马人更为合适。
§3.3καὶ βουλευσάμενοι καθʼ ἑαυτοὺς ἀποδεικνύουσιν ἐκ Σαβίνων Νομᾶν Πομπίλιον, ἄνδρα τῶν μὲν εἰς Ῥώμην ἀπῳκισμένων οὐ γενόμενον.
于是,他们在内部商议后,指派了萨宾人中的努马·庞皮里乌斯。
γνώριμον δ’ οὕτω διʼ ἀρετὴν ὄντα πᾶσιν ὥστε τῶν ἑλομένων προθυμότερον ὀνομασθέντος αὐτοῦ δέξασθαι τοὺς Σαβίνους, φράσαντες οὖν τῷ δήμῳ τὰ δεδογμένα, πρέσβεις ἐκπέμπουσι πρὸς τὸν ἄνδρα κοινῇ τοὺς πρωτεύοντας ἀπʼ ἀμφοτέρων, ἥκειν δεησομένους καὶ παραλαβεῖν τὴν βασιλείαν.
此人虽不属于移居罗马的那些人,但由于他的美德而闻名于所有人,以至于当他的名字被提出来时,萨宾人比选择他的那些人还要热切地接受他。 因此,在向民众宣布了决定之后,他们共同从双方中派出地位最高的人作为使者前往该人处,请求他前来接掌王位。
§3.4ἦν δὲ πόλεως μὲν ὁ Νομᾶς ἐπιφανοῦς ἐν Σαβίνοις τῆς Κύρεων, ἀφʼ ἧς καὶ Κυρίτας Ῥωμαῖοι σφᾶς αὐτοὺς ἅμα τοῖς ἀνακραθεῖσι Σαβίνοις προσηγόρευσαν, υἱὸς δὲ Πόμπωνος, ἀνδρὸς εὐδοκίμου, τεσσάρων ἀδελφῶν νεώτατος· ἡμέρᾳ δὲ γεγονὼς κατὰ δή τινα θείαν τύχην ἐν ᾗ τὴν Ῥώμην ἔκτισαν οἱ περὶ Ῥωμύλον αὕτη δὲ ἐστι πρὸ δεκαμιᾶς καλανδῶν Μαΐων.
努马出身于萨宾人的名城库雷斯,罗马人与融合进来的萨宾人一起,正是以此城之名将自己称为“奎里特斯”。 他是名望之士庞蓬的儿子,在兄弟四人中排行最末;或许是因为某种神圣的机缘,他恰好出生在罗慕路斯一行人建立罗马的那一天,这一天即五月卡兰德的前第十一天。
§3.5φύσει δὲ πρὸς πᾶσαν ἀρετὴν εὖ κεκραμένος τὸ ἦθος, ἔτι μᾶλλον αὑτὸν ἐξημέρωσε διὰ παιδείας καὶ κακοπαθείας καὶ φιλοσοφίας, οὐ μόνον τὰ λοιδορούμενα πάθη τῆς ψυχῆς, ἀλλὰ καὶ τὴν εὐδοκιμοῦσαν ἐν τοῖς βαρβάροις βίαν καὶ πλεονεξίαν ἐκποδὼν ποιησάμενος, ἀνδρείαν δὲ ἀληθῆ τὴν ὑπὸ λόγου τῶν ἐπιθυμιῶν ἐν αὑτῷ κάθειρξιν ἡγούμενος.
他天生性格温和,契合各种美德,而他又通过教育、磨砺和哲学,使自己变得更加高尚,不仅根除了灵魂中备受指责的种种激情,而且也摒弃了在蛮族中颇有声望的暴力与贪婪,并认为通过理性将欲望禁锢在自己体内才是真正的勇敢。
§3.6ἐκ δὲ τούτου πᾶσαν οἴκοθεν ἅμα τρυφὴν καὶ πολυτέλειαν ἐξελαύνων, παντὶ δὲ πολίτῃ καὶ ξένῳ χρῆσθαι παρέχων ἑαυτὸν ἄμεμπτον δικαστὴν καὶ σύμβουλον, αὐτὸς δ’ ἑαυτῷ σχολάζοντι χρώμενος οὐδὲν πρὸς ἡδυπαθείας καὶ πορισμούς, ἀλλὰ θεραπείαν θεῶν καὶ θεωρίαν διὰ λόγου φύσεώς τε αὐτῶν καὶ δυνάμεως, ὄνομα μέγα καὶ δόξαν εἶχεν, ὥστε καὶ Τάτιον τὸν ἐν Ῥώμῃ συμβασιλεύσαντα Ῥωμύλῳ, μιᾶς αὐτῷ θυγατρὸς οὔσης Τατίας, ποιήσασθαι γαμβρὸν ἐκεῖνον.
因此,他将一切奢华和挥霍驱逐出家门,让自己成为任何公民和外邦人都可以求助的、无可指责的法官和顾问;而在闲暇之时,他绝不把时间用于享乐和谋利,而是用于敬奉神明,并以理性审视神明的本质与力量。 因此,他享有盛名和崇高的声誉,以至于在罗马与罗慕路斯共同统治的塔提乌斯,虽只有塔蒂娅这一个独生女儿,也招了他做女婿。
§3.7οὐ μὴν ἐπήρθη γε τῷ γάμῳ μετοικίσασθαι πρὸς τὸν πενθερόν, ἀλλʼ αὐτοῦ περιέπων πατέρα γηραιὸν ἐν Σαβίνοις ὑπέμενεν, ἅμα καὶ τῆς Τατίας ἑλομένης τὴν τοῦ ἀνδρὸς ἰδιωτεύοντος ἡσυχίαν πρὸ τῆς ἐν Ῥώμῃ διὰ τὸν πατέρα τιμῆς καὶ δόξης, αὕτη μὲν οὖν λέγεται τρίτῳ καὶ δεκάτῳ μετὰ τὸν γάμον ἔτει τελευτῆσαι.
然而,他并没有因为这桩婚事而得意忘形,搬去与岳父同住,而是留在萨宾人那里侍奉年迈的父亲。 同时,塔蒂娅也宁愿选择丈夫作为普通公民的平静生活,而不愿因为父亲的缘故在罗马享受尊荣与名望。 据说,她在婚后的第十三年去世了。

词汇与语法注释

  1. 3.1ὡς μεθιστάντες — 质词 ὡς 与分词(μεθιστάντες... 和 διαπαιδαγωγοῦντες)连用,表示人们主观上的猜疑内容。同时,此 ὡς 也起到了连接词的作用,引导后面的限定动词 οὐκ ἐθέλοιεν。
  2. 3.1ὥστε τὴν ἑτέραν ἐκ τῆς ἑτέρας ἀποδεῖξαι βασιλέα — 由 ὥστε 引导的结果从句。采用“对格加不定式”结构,其中省略的阴性单数对格 τὴν ἑτέραν(指代党派 στάσιν)是不定式 ἀποδεῖξαι 的逻辑主语,而 βασιλέα 是其宾语补足语。
  3. 3.2ἂν ... παύσασθαι — 小词 ἄν 与不定式的结合。在隶属于表示想法或看法的动词(由上下文暗示)的间接引语中,它代表了直接引语中的潜在希求法(ἄν + 希求法),用以表达潜在或可能发生的情况。
  4. 3.5ἀνδρείαν δὲ ἀληθῆ τὴν ὑπὸ λόγου τῶν ἐπιθυμιῶν ἐν αὑτῷ κάθειρξιν ἡγούμενος — 动词分词 ἡγούμενος(“认为”)接双对格。第一个对格 ἀνδρείαν ἀληθῆ(“真正的勇敢”)是宾语,带冠词的第二个对格 τὴν ... κάθειρξιν(“禁锢……”)是宾语补足语。

引用这一段

普鲁塔克, 努马传 §3.1-3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:3.1-3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。