Humanitext Reader

普鲁塔克 · 努马传 §22.1-22.7

努马的葬礼、圣书的埋葬及后继诸王的命运

第 22 段,共 22 段 · 希腊语

内容简介

叙述了努马盛大的葬礼、其神圣书籍随其一同埋葬于雅尼库鲁姆山下并在数百年后被发现并焚毁的事件。同时,通过对比不敬神之后继君主的悲惨结局,赞美了努马的敬虔。

§22.1ζηλωτὸν δὲ αὐτοῦ καὶ τῷ τάφῳ τὸν βίον ἐποίησαν οἵ τε σύμμαχοι καὶ φίλοι δῆμοι, συνελθόντες ἐπὶ τὰς ταφὰς ἅμα δημοσίαις ἐπιφοραῖς καὶ στεφάνοις, οἵ τε πατρίκιοι τὸ λέχος ἀράμενοι, καὶ συμπαρόντες οἱ τῶν θεῶν ἱερεῖς καὶ παραπέμποντες, ὁ δ’ ἄλλος ὅμιλος ἀναμεμιγμένων καὶ γυναικῶν καὶ παίδων οὐχ ὡς βασιλέως ταφαῖς γηραιοῦ παρόντες, ἀλλʼ ὥς τινα τῶν φιλτάτων ἕκαστος ἐν ἀκμῇ βίου ποθούμενον θάπτων, μετʼ οἰμωγῆς καὶ κλαυθμῶν ἑπόμενοι.
盟友和友好城邦的人民带着公款捐助的花冠聚集在葬礼上,贵族们抬着他的灵柩,神明们的祭司也一同护送并送行,这一切使得他的生命即使在葬礼上也是令人羡慕的;而其余混杂着妇女和儿童的民众,则带着哀号和哭泣跟随其后,他们并不是在参加一位年迈君王的葬礼,而仿佛是每个人都在安葬自己最亲近的、在生命最鼎盛时逝去的爱人。
§22.2πυρὶ μὲν οὖν οὐκ ἔδοσαν τὸν νεκρὸν αὐτοῦ κωλύσαντος, ὡς λέγεται, δύο δὲ ποιησάμενοι λιθίνας σοροὺς ὑπὸ τὸ Ἰάνοκλον ἔθηκαν, τὴν μὲν ἑτέραν ἔχουσαν τὸ σῶμα, τὴν δὲ ἑτέραν τὰς ἱερὰς βίβλους ἃς ἐγράψατο μὲν αὐτός, ὥσπερ οἱ τῶν Ἑλλήνων νομοθέται τοὺς κύρβεις, ἐκδιδάξας δὲ τοὺς ἱερεῖς ἔτι ζῶν τὰ γεγραμμένα καὶ πάντων ἕξιν τε καὶ γνώμην ἐνεργασάμενος αὐτοῖς, ἐκέλευσε συνταφῆναι μετὰ τοῦ σώματος, ὡς οὐ καλῶς ἐν ἀψύχοις γράμμασι φρουρουμένων τῶν ἀπορρήτων.
因此,他们没有将他的遗体火化,据传是他自己禁止了这一做法。 他们制作了两个石棺,安置在雅尼库鲁姆山下,一个装有他的遗体,另一个则装有神圣的书籍。 这些书是他自己写下的,正如希腊的立法者们撰写木板法典一样。 然而他还在世时,就已经将书写的内容彻底传授给了祭司们,并将这一切的习惯和精神灌输给了他们,因此他命令将这些书与他的遗体一同下葬,因为他认为将这些秘仪保留在毫无生气的文字中是不妥当的。
§22.3ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις.
据传,正是出于这种考量,毕达哥拉斯学派也不将他们的学说付诸笔端,而是将这些不诉诸文字的记忆和教导灌输给配得上的人。
καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον.
而且,当关于几何学中所谓无法解决和不可言说的原理的论著被泄露给一个不配的人时,据说神明为了惩罚这一违背律法和不敬的行为,降下了某种巨大而普遍的灾祸以示惩戒。
§22.4ὥστε συγγνώμην ἔχειν πολλὴν τοῖς εἰς τὸ αὐτὸ Πυθαγόρᾳ Νομᾶν φιλοτιμουμένοις συνάγειν ἐπὶ τοσαύταις ὁμοιότησιν.
因此,对于那些因如此多的相似之处而热衷于将努马和毕达哥拉斯联系在一起的人,我们应当给予充分的理解。
οἱ δὲ περὶ Ἀντίαν ἱστοροῦσι δώδεκα μὲν εἶναι βίβλους ἱεροφαντικάς, δώδεκα δὲ ἄλλας Ἑλληνικὰς φιλοσόφους τὰς εἰς τὴν σορὸν συντεθείσας.
而安蒂亚斯及其追随者则记载,放入石棺中的有十二册祭司之书和另外十二册希腊语的哲学之书。
τετρακοσίων δέ που διαγενομένων ἐτῶν ὕπατοι μὲν ἦσαν Πόπλιος Κορνήλιος καὶ Μάρκος Βαίβιος· ὄμβρων δὲ μεγάλων ἐπιπεσόντων καὶ χώματος περιρραγέντος ἐξέωσε σε τὰς σοροὺς τὸ ῥεῦμα·
大约过了四百年,在普布利乌斯·科尔内利乌斯和马尔库斯·拜比乌斯担任执政官时,暴雨降临,土堤崩溃,洪流将石棺冲了出来。
§22.5καὶ τῶν ἐπιθημάτων ἀποπεσόντων ἡ μὲν ἑτέρᾳ κενὴ παντάπασιν ὤφθη καὶ μέρος οὐδὲν οὐδὲ λείψανον ἔχουσα τοῦ σώματος, ἐν δὲ τῇ ἑτέρᾳ τῶν γραμμάτων εὑρεθέντων ἀναγνῶναι μὲν αὐτὰ λέγεται Πετίλιος στρατηγῶν τότε, πρὸς δὲ τὴν σύγκλητον κομίσαι, μὴ δοκεῖν αὐτῷ θεμιτὸν εἶναι λέγων μηδὲ ὅσιον ἔκπυστα πολλοῖς τὰ γεγραμμένα γενέσθαι·
当棺盖脱落时,其中一个石棺被发现完全是空的,没有遗体的任何部分或痕迹;但在另一个石棺中发现了那些著作。 据说当时担任法官的佩蒂利乌斯阅读了它们,并将其呈递给元老院,声称他认为这些写下的内容被众人获悉是不合神法、也是不虔敬的。
διὸ καὶ κομισθείσας εἰς τὸ Κομίτιον τὰς βίβλους κατακαῆναι.
因此,这些书籍被运往库里亚民会并被焚毁。
§22.6πᾶσι μὲν οὖν ἕπεται τοῖς δικαίοις καὶ ἀγαθοῖς ἀνδράσι μείζων ὁ κατόπιν καὶ μετὰ τὴν τελευτὴν ἔπαινος, τοῦ φθόνου πολὺν χρόνον οὐκ ἐπιζῶντος, ἐν ίων δὲ καὶ προαποθνήσκοντος·
由此可见,所有公正善良的人在离世之后都会获得更大的赞誉,因为嫉妒并不能长久存在,有时甚至在他们去世前就已消亡。
οὐ μὴν ἀλλʼ ἐκείνου γε τὴν δόξαν αἱ τῶν ὕστερον βασιλέων τύχαι λαμπροτέραν ἐποίησαν, πέντε γάρ γενομένων μετʼ αὐτὸν ὁ μὲν ἔσχατος ἐκπεσὼν τῆς ἀρχῆς ἐν φυγῇ κατεγήρασε, τῶν δὲ τεσσάρων οὐδεὶς κατὰ φύσιν ἐτελεύτησεν, ἀλλʼ οἱ μὲν τρεῖς ἐπιβουλευθέντες ἐσφάγησαν, §22.7Ὁστίλιος δὲ Τύλλος, ὃς μετὰ Νομᾶν ἐβασίλευσε, καὶ τὰ πλεῖστα τῶν ἐκείνου καλῶν, ἐν δὲ πρώτοις καὶ μάλιστα τὴν περὶ τὸ θεῖον εὐλάβειαν, ἐπιχλευάσας καὶ καθυβρίσας ὡς ἀργοποιὸν καὶ γυναικώδη, πρὸς πόλεμον ν ἔτρεψε τοὺς πολίτας, οὐδʼ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις, ἀλλʼ ὑπὸ νόσου χαλεπῆς καὶ πολυτρόπου τὴν γνώμην ἀλλασσόμενος εἰς δεισιδαιμονίαν ἐνέδωκεν οὐδέν τι τῇ κατὰ Νομᾶν εὐσεβείᾳ προσήκουσαν, ἔτι δὲ μᾶλλον ἐνεποίησε τοῖς ἄλλοις τὸ τοιοῦτον πάθος, ὡς λέγεται, καταφλεχθεὶς ὑπὸ κεραυνῶν.
然而,后世君主的命运使得他的名望更加显赫。 在他之后虽有五位君主,但最后一位被逐出王位,在流亡中老去,而其余四人中没有一个是寿终正寝的,其中三人因阴谋而被刺杀,在努马之后继位的图路斯·霍斯蒂里乌斯,嘲笑并侮辱了努马大部分的高尚制度,尤其是对神明的敬畏,称其使人懒惰和女性化,并驱使公民走向战争。 但他自己也未能坚持这些傲慢的言行,反而因遭受严重而复杂的疾病折磨而改变了心智,陷入了与努马的虔敬毫无共同之处的迷信之中,并且据传在他被雷电烧焦时,更将这种恐惧心理深深地植入了其他人的心中。

词汇与语法注释

  1. 22.1τῷ τάφῳ — 与格的用法。它不仅表示简单的时间或原因,而是作为手段或场合与格(意为“即使在他的葬礼上”或“通过他的葬礼”),表明他的死亡事件本身使他的生前更加荣耀。
  2. 22.1ὁ δ’ ἄλλος ὅμιλος ... ἑπόμενοι — 依意一致(constructio ad sensum)。虽然语法上的主语集合名词 `ὅμιλος` 是单数,但分词 `παρόντες` 和 `ἑπόμενοι` 采用了复数形式,因为它们指代构成人群的个体。
  3. 22.2κωλύσαντος — 属格独立结构。省略了属格中的名词,因为逻辑主语(努马本人,由前文的 `αὐτοῦ` 暗示)在上下文中显而易见,意为“因为努马本人禁止了”。
  4. 22.3τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας ... ἐκδοθείσης — 长大的属格独立结构。主名词 `πραγματείας`(“论著”)和修饰它的成分极其冗长,最末尾的分词 `ἐκδοθείσης`(“当被公开时”)总括了整个结构。其核心框架是 `τῆς πραγματείας ἐκδοθείσης`。
  5. 22.7οὐδʼ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις — 复合动词 `ἐμμένω` 支配与格(此处为 `τοῖς νεανιεύμασι τούτοις`),意为“坚持”或“留于”。语境中表示图路斯·霍斯蒂里乌斯未能坚持其年轻气盛、傲慢自大的态度。

引用这一段

普鲁塔克, 努马传 §22.1-22.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:22.1-22.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。