§17.1τῶν δὲ ἄλλων αὐτοῦ πολιτευμάτων ἡ κατὰ τέχνας διανομὴ τοῦ πλήθους μάλιστα θαυμάζεται, τῆς γάρ πόλεως ἐκ δυεῖν γενῶν, ὥσπερ εἴρηται, συνεστάναι δοκούσης, διεστώσης δὲ μᾶλλον καὶ μηδενὶ τρόπῳ μιᾶς γενέσθαι βουλομένης μηδὲ οἷον ἐξαλεῖψαι τὴν ἑτερότητα καὶ διαφοράν, ἀλλὰ συγκρούσεις ἀπαύστους καὶ φιλονεικίας τῶν μερῶν ἐχούσης, διανοηθεὶς ὅτι καὶ τῶν σωμάτων τὰ φύσει δύσμικτα καὶ σκληρὰ καταθραύοντες καὶ διαιροῦντες ἀναμιγνύουσιν, ὑπὸ μικρότητος ἀλλήλοις συμβαίνοντα μᾶλλον, §17.2ἔγνω κατατεμεῖν τομὰς πλείονας τὸ σύμπαν πλῆθος ἐκ δὲ τούτων εἰς ἑτέρας ἐμβαλὼν διαφορὰς τὴν πρώτην ἐκείνην καὶ μεγάλην ἀφανίσαι ταῖς ἐλάττοσιν ἐνδιασπαρεῖσαν.
在他的其他政治施政中,按职业对民众进行的划分最受称赞。 因为正如前文所说,国家似乎由两个部族组成,但实际上更是处于分裂状态,绝不想以任何方式合而为一,也绝不想消除彼此的异质性和分歧,反而在各部分之间存在着不断的冲突和争斗。 努马考虑到,即使是自然界中难以混合且坚硬的物体,通过将其击碎和分割,使其因体积变小而更容易相互契合,从而能够混合在一起,于是他决定将全体民众切分为更多的部分,并通过将他们从这些部分投入到其他分类中,把最初那次巨大的分歧分散到较小的分类中,从而将其消除。
ἦν δὲ ἡ διανομὴ κατὰ τὰς τέχνας, αὐλητῶν, χρυσοχόων, τεκτόνων, βαφέων, σκυτοτόμων, σκυτοδεψῶν, χαλκέων, κεραμέων, τὰς δὲ λοιπὰς τέχνας εἰς ταὐτὸ συναγαγὼν ἓν αὐτῶν ἐκ πασῶν ἀπέδειξε σύστημα.
这种划分是根据职业进行的:笛手、金匠、木匠、染色工、鞋匠、制革工、铜匠、陶工,而将剩下的职业合并到一起,使他们从所有这些职业中组成一个团体。
§17.3κοινωνίας δὲ καὶ συνόδους καὶ θεῶν τιμὰς ἀποδοὺς ἑκάστῳ γένει πρεπούσας, τότε πρῶτον ἐκ τῆς πόλεως ἀνεῖλε τὸ λέγεσθαι καὶ νομίζεσθαι τοὺς μὲν Σαβίνους, τοὺς δὲ Ῥωμαίους, καὶ τοὺς μὲν Τατίου, τοὺς δὲ Ῥωμύλου πολίτας, ὥστε τὴν διαίρεσιν εὐαρμοστίαν καὶ ἀνάμιξιν πάντων γενέσθαι πρὸς πάντας.
他为每个行业赋予了适合其自身的团体、集会和对神明的崇拜,从而首次在城邦中消除了有人被称为且被视为萨宾人、有人被视为罗马人,以及有人被称为塔提乌斯的公民、有人被称为罗慕路斯的公民的现象,使得这种划分成为了所有人与所有人之间的和谐与融合。
§17.4ἐπαινεῖται δὲ τῶν πολιτικῶν αὐτοῦ καὶ τὸ περὶ τὸν νόμον διόρθωμα τὸν διδόντα τοῖς πατράσι τοὺς παῖδας πιπράσκειν, ὑπεξελομένου τοὺς γεγαμηκότας, εἰ τοῦ πατρὸς ἐπαινοῦντος καὶ κελεύοντος ὁ γάμος γένοιτο, δεινὸν γὰρ ἡγεῖτο τὴν ὡς ἐλευθέρῳ γεγαμημένην γυναῖκα δούλῳ συνοικεῖν.
他的政治举措中,关于允许父亲变卖子女的法律修正案也受到赞赏,他将那些已婚者排除在外,只要这桩婚姻是在父亲的赞许和命令下进行的;因为他认为,一个嫁给自由人的女子却与一个奴隶的丈夫共同生活,是件可怕的事情。