§16.1πρῶτον δέ φασι καὶ Πίστεως καὶ Τέρμονος ἱερὸν ἱδρύσασθαι.
据说他还是第一个建立皮斯忒斯和德尔蒙神殿的人。
καὶ τὴν μὲν Πίστιν ὅρκον ἀποδεῖξαι Ῥωμαίοις μέγιστον, ᾧ χρώμενοι μέχρι νῦν διατελοῦσιν·
他将皮斯忒斯定为罗马人最大的誓言,他们至今仍在使用它。
ὁ δὲ Τέρμων ὅρος ἄν τις εἴη, καὶ θύουσιν αὐτῷ δημοσίᾳ καὶ ἰδίᾳ κατὰ τοὺς τῶν ἀγρῶν περιορισμούς, νῦν μὲν ἔμψυχα, τὸ παλαιὸν δὲ ἀναίμακτος ἦν ἡ θυσία, Νομᾶ φιλοσοφήσαντος ὡς χρὴ τὸν ὅριον θεὸν εἰρήνης φύλακα καὶ δικαιοσύνης μάρτυν ὄντα φόνου καθαρὸν εἶναι.
德尔蒙大概就是边界,人们在公共和私人场合,在田地的界线处向他献祭。 如今用的是活物,但在古代,祭祀是不流血的,因为努马哲学地思考过,认为作为和平的守护者和正义的见证者,边界之神应该保持免于杀戮的纯洁。
§16.2δοκεῖ δὲ καὶ ὅλως οὗτος ὁρίσαι τὴν χώραν ὁ βασιλεύς, Ῥωμύλου μὴ βουληθέντος ἐξομολογήσασθαι τῷ μέτρῳ τοῦ οἰκείου τὴν ἀφαίρεσιν τοῦ ἀλλοτρίου· δεσμὸν γάρ εἶναι τῆς δυνάμεως τὸν ὅρον, ἂν φυλάττηται, μὴ φυλαττόμενον δὲ τῆς ἀδικίας ἔλεγχον.
这位国王似乎还对整个国土进行了边界划分,因为罗慕路斯不愿意通过测量自己的土地,来承认强占了别人的土地;因为他认为边界若被遵守,便是对权力的约束,若不被遵守,则是对不义的指控。
οὐ μὴν οὐδὲ ἦν δαψιλὴς χώρᾳ τῇ πόλει κατʼ ἀρχάς, ἀλλὰ τὴν πολλὴν αἰχμῇ προσεκτήσατο Ῥωμύλος· §16.3καὶ ταύτην πᾶσαν ὁ Νομᾶς διένειμε τοῖς ἀπόροις τῶν πολιτῶν, ὡς ἀνάγκην τῆς ἀδικίας ἀφαιρῶν τὴν ἀπορίαν, καὶ τρέπων ἐπὶ γεωργίαν τὸν δῆμον ἅμα τῇ χώρᾳ συνεξημερούμενον.
不过,起初该城的土地并不宽裕,罗慕路斯大部分土地都是靠武力夺得的;而努马将所有这些土地分配给贫困的公民,以此消除作为行不义之必然起因的贫困,并引导民众从事农业,使他们随同土地一起变得驯良。
οὐδὲν γάρ ἄλλο τῶν ἐπιτηδευμάτων οὕτως ἔρωτα δριμὺν εἰρήνης ἐργάζεται καὶ ταχὺν ὡς ὁ ἀπὸ γῆς βίος, ἐν ᾧ καὶ τῆς πολεμικῆς εὐτολμίας τὸ μὲν ὑπερμαχητικὸν τοῦ οἰκείου διαμένει καὶ πάρεστι, τὸ δὲ εἰς ἀδικίαν καὶ πλεονεξίαν ἀνειμένον ἐκκέκοπται.
因为在所有生计中,没有哪一种能像依土地而居的生活那样,如此强烈且迅速地培育出对和平的热爱。 在这种生活中,虽然军事勇武中为了保卫家园而战的部分得以保留并存在,但那转向不义和贪婪的放纵部分却被斩断了。
§16.4διὸ καὶ τὴν γεωργίαν ὁ Νομᾶς οἷον εἰρήνης φίλτρον ἐμμίξας τοῖς πολίταις καὶ μᾶλλον ὡς ἠθοποιὸν ἢ πλουτοποιὸν ἀγαπήσας τέχνην, εἰς μέρη τὴν χώραν διεῖλεν, ἃ πάγους προσηγόρευσε, καὶ καθʼ ἕκαστον ἐπισκόπους ἔταξε καὶ περιπόλους, ἔστι δ’ ὅτε καὶ αὐτὸς ἐφορῶν καὶ τεκμαιρόμενος ἀπὸ τῶν ἔργων τοὺς τρόπους τῶν πολιτῶν τοὺς μὲν εἰς τιμὰς καὶ πίστεις ἀνῆγε, τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς ψέγων καὶ κακίζων ἐσωφρόνιζε.
因此,努马将农业作为一种和平的媚药掺入公民的生活中,并且比起致富的手段,他更看重它作为塑造性格的技艺,从而将土地划分为若干区域,称之为帕吉,并在每个区域设立了监督官和巡查员;有时他自己也会亲自巡视,通过农作成果来判断公民的品行,将优秀者提升到荣誉和信任的职位,而对那些懒散懈怠的人,则通过指责和惩戒来使他们警醒。