§3.1εἰ δὲ δεῖ καὶ τὰ δυστυχηθέντα μὴ παντάπασι ποιεῖσθαι δαίμονος, ἀλλʼ ἠθικὰς καὶ παθητικὰς ζητεῖν ἐν αὐτοῖς διαφοράς, θυμοῦ μὲν ἀλογίστου καὶ τάχος ἐχούσης ἄβουλον ὀργῆς μήτε τις ἐκεῖνον ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀπολυέτω μήτε τοῦτον ἐν τοῖς πρὸς τὸν υἱόν ἡ δὲ κινήσασα τὸν θυμὸν ἀρχὴ μᾶλλον παραιτεῖται τὸν ὑπὸ μείζονος αἰτίας ὥσπερ ὑπὸ πληγῆς χαλεπωτέρας ἀνατραπέντα.
如果我们也必须不把这些不幸完全归咎于命运,而是必须在它们之中寻找性格和情感上的差异,那么,就无理性的愤怒和仓促、轻率的暴怒而言,谁也不应免除那个人在对待兄弟时的罪责,也不应免除这个人在对待儿子时的罪责;然而,激起愤怒的起因,更能为那个被更大的原因击倒的人开脱,就像他被更沉重的一击击倒一样。
§3.2Ῥωμύλῳ μὲν γὰρ ἐκ βουλῆς καὶ σκέψεως περὶ κοινῶν συμφερόντων διαφορᾶς γενομένης οὐκ ἄν ἠξίωσέ τις ἄφνω τὴν διάνοιαν ἐν τηλικούτῳ πάθει γενέσθαι· Θησέα δὲ πρὸς τὸν υἱόν, ἃ πάμπαν ὀλίγοι τῶν ὄντων διαπεφεύγασιν, ἔρως καὶ ζηλοτυπία καὶ διαβολαὶ γυναικὸς ἔσφηλαν.
因为对罗慕路斯而言,既然争端是起于对公共利益的商议和考量,任何人都不会认为,他的心智会突然陷入如此巨大的激情之中;而忒修斯在对待儿子时,则是被女人的爱欲、嫉妒和谗言所绊倒,这些是活着的人中极少有人能完全幸免的。
ὃ δὲ μεῖζόν ἐστιν, ὁ μὲν Ῥωμύλου θυμὸς εἰς ἔργον ἐξέπεσε καὶ πρᾶξιν οὐκ εὐτυχὲς ἔχουσαν τέλος, ἡ δὲ Θησέως ὀργὴ μέχρι λόγου καὶ βλασφημίας καὶ κατάρας πρεσβυτικῆς προῆλθε, τὰ δʼ ἄλλα φαίνεται τῇ τύχῃ χρήσασθαι τὸ μειράκιον.
更重要的是,罗慕路斯的愤怒爆发为了行动和具有不幸结局的作为,而忒修斯的愤怒则仅止于言语、辱骂和老父的诅咒,而在其他方面,那年轻人似乎是遭遇了厄运。
ὥστε ταύτας μὲν ἄν τις ἀποδοίη τῷ Θησεῖ τὰς ψήφους·
因此,人们会将这些选票投给忒修斯。