§957μικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα.
处境悲惨的人应当保持谦卑。
§958τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
又有哪个奴隶是不在乎死亡的呢?
§959ἐγὼ δ’
οὐδὲν πρεσβύτερον νομίζω
τᾶς σωφροσύνας, ἐπεὶ
τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστιν.
而我认为没有任何东西比节制更尊贵,因为它总是与善良的人同在。
§960τιμᾶν τὰν τέτασθε, πλούτῳ δ’ ἀρετὰν κατεργάσασθαι
δοκεῖτ’, ἐν ἐσθλοῖς δὲ καθήσεσθ’ ἄνολβοι.
你们器重自己所持有的地位,以为用财富就能获取美德,然而你们却将在高贵之人中落得不幸。
§961φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.
唉,对于高贵的人来说,一切是多么美好。
§962. . ἄλλ’ ἐπ’ ἄλλῃ φάρμακον κεῖται νόσῳ· λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα.
不同的疾病有不同的药方:对悲伤的人,是朋友友善的话语;对过度愚妄的人,是劝诫。
§963μηδ’ εὐτύχημα μηδὲν ὧδ’ ἔστω μέγα,
ὃ σ’ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
μηδ’ ἤν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν· ἀλλ’ αὑτὸς αἰεὶ μίμνε τὴν σαυτοῦ φύσιν
σῴζων βεβαίως ὥστε χρυσὸς ἐν πυρί.
愿没有任何事大到让你得意忘形、超出应有的分寸,若遭遇不幸,也不要沦为其奴隶;而是要始终如一,坚固地保持你自己的本性,就像火中的金子一样。
§964ἐγὼ δὲ 〈ταῦτα〉 παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην,
φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
θανάτους τ’ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
ἵν’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζον φρενί,
μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι.
而我从某位智者那里学到了这些,便将心思放在了对不幸的思虑中,自己在脑海中增添了从祖国流亡、英年早逝以及其他种种灾祸的途径,以便当我一旦遭遇心中所料想的这些事时,它们不会因突如其来而更深地刺痛我。
§965ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν,
σοφὸς παρ’ ἡμῖν καὶ τὰ θεῖ’ ἐπίσταται.
凡人在必然面前屈服的人,在我们看来便是智者,且懂得神圣的事理。
§966βίος γὰρ ὄνομ’ ἔχει πόνος γεγώς.
因为生命虽本质上是劳苦,却徒有生命之名。
§967εἴης μοι, μέτριος δέ πως
εἴης μηδ’ ἀπολείποις.
愿你属于我,但愿你多少有些节制,且不要离开我。
§968Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ.
你将成为带光者赫卡忒神像的猎犬。
§969οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης,
μή μ’ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.
我虽贫穷,却不愿向富有之人赠送礼物,免得你判定我是愚蠢,或者显得我是在以施予来索求。
§970ἀλλ’ ἀνοιστέος λόγος
但是,必须把话引回来。
§971ὃ δ’ ἄρτι θάλλων σάρκα διοπετὴς ὅπως
ἀστὴρ ἀπέσβη, πνεῦμ’ ἀφεὶς ἐς αἰθέρα.
而他,刚才还肉体健壮,却像流星坠落般熄灭了,将气息释放回以太之中。
§972πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων
σφάλλουσιν ἡμᾶς κρείσσονες πεφυκότες.
神明由于本性上比我们更强大,用许多种类的诡计使我们跌倒。
§973μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς.
最好的预言者是善于推测的人。
§974τῶν ἄγαν γὰρ ἅπτεται
θεός, τὰ μικρὰ δ’ εἰς τύχην ἀφεὶς ἐᾷ.
因为神明会插手过度的大事,却把琐碎的小事放任不管、付诸运气。
§975χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν.
因为兄弟之间的争战是残酷的。
§976ἀκόλασθ’ ὁμιλεῖν γίγνεται δούλων τέκνα.
奴隶的孩子们在交往中变得放荡无节。
§977ἡ γὰρ σιωπὴ τοῖς σοφοῖσιν ἀπόκρισις.
因为沉默对智者而言便是回答。
§978εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος
λαβεῖν ἀμοχθί, πᾶς τις ἥδεται λέγων
τά τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει.
如果言语是人类可以购买的东西,谁也不会愿意自己去把话说好;但如今,既然能毫不费力地从深邃的以太中获取言语,人人人乐于谈论存在的事物与不存在的事物,因为这不带任何惩罚。
§979οὔτοι προσελθοῦσ’ ἡ Δίκη σε, μὴ τρέσῃς,
παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν
τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ
στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ.
正义绝不会走到你面前——不要害怕——并直击你的肝脏,也不会这样对待凡人中的其他不义之人;但她会静悄悄地用缓慢的脚步前行,在时机成熟时捉住那些恶人。
§980τὰ τῶν τεκόντων σφάλματ’ εἰς τοὺς ἐκγόνους
οἱ θεοὶ τρέπουσιν.
父母的过错,神明会转嫁到他们的后代身上。
§981εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι,
οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον,
ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει· ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει κάλλιστα, γῆν
δέλεαρ ἔχοντες 〈τήνδε〉 συνθηρεύομεν.
妇人啊,如果需要顺便夸耀些什么,我们在大地之上拥有调和适中的天空,那里既没有过度的炎热,也没有严冬的侵袭;而希腊与亚洲所孕育的最美好的事物,我们以这片土地为诱饵,共同捕获。
§982πολλοὺς δὲ βροντῆς πνεῦμ’ ἄναιμον ὤλεσεν.
而雷霆那不流血的疾风毁灭了许多人。
§985ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος
飞越宙斯神圣以太的戈耳工杀手。
§986πλούτῳ χλιδῶσα θνητὰ δὴ γύναι φρόνει.
因财富而骄奢的女人啊,当思你终有一死。
§987εἴθ’ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν.
但愿可怜凡人的后代是无法发声的。
§988τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά.
因为你虽是木匠,却不干木工活。
§989ὁ τῆς τύχης παῖς κλῆρος
运气的孩子——签。
§990φίλης τ’ ὀπώρας διπτύχους ἦρός τ’ ἴσους §991ἀλλ’ ἔστι, κεῖ τις ἐγγελᾷ λόγῳ,
Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη.
以及亲爱的秋收果实的双重季节与同等的春季但是,即便有人对这话嗤之以鼻,也确实存在着宙斯和注视着人类苦难的神明。
§994εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,
εἰς ἀρετὴν καταλυσαμένους βίον.
若死是注定的,那么在美德中结束生命而这样死去,是高尚的。
§995πολλοῖσι πολλήν, δὶς τόσοις δὲ πλείονα §996σύμμικτον εἶδος κἀποφώλιον τρέφος §997ταύρου μεμῖχθαι καὶ βροτοῦ διπλῇ φύσει §998αἰεὶ πρασίμοχθοι κοὔποθ’ ἥσυχοι δορί §999ἀγήρων ἀρετήν §1000Ζεὺς συγγένειος §1001. . λίνου κλωστῆρα περιφέρει λαβών §1002κορμοῖσι πεύκης §1003λῦε πηκτὰ δωμάτων
给许多人许多,给两倍于此的人更多混合的外貌与怪异的造物混合了公牛与人类的双重本性始终饱受(矛枪带来的)劳苦,绝无法因兵器而获得安宁永不衰老的美德亲族之神宙斯 ……他拿过麻线,绕在周围用松树的躯干打开房屋紧闭的门户。
§1005ἐγὼ δ’ ἐμός εἰμι
但我是我自己的主人。