Humanitext Reader

欧里庇得斯 · 残篇 §1006-1048

论人类智性、母爱与命运无常的格言群

第 32 段,共 35 段 · 希腊语

内容简介

探讨人性弱点、美德与智慧的价值、命运的无常、爱国情怀以及普遍智慧的各种古典希腊诗歌残篇。

§1006οὐχ ἑσπέρας φάσ’, ἀλλὰ καὶ μεσημβρίας τούτους ἀφεστήκασιν ἡμέραν τρίτην.
他们说,不仅在傍晚,而且在中午,这些人已经叛离了第三天。
§1007λευκοὺς λίθους χέοντες αὐχοῦσιν μέγα.
投下白石,他们大肆夸耀。
§1008〈τί φής;
〈你说什么?
〉 τί σιγᾷς;
〉为什么沉默?
μῶν φόνον τιν’ εἰργάσω;
难道你犯了什么杀人罪吗?
§1009γλαυκῶπίς τε στρέφεται μήνη
而明眸的月亮在旋转。
§1010ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα §1011τί χρέος ἔβα δῶμα;
向着无垠的大陆迈出脚步什么事情降临到了这间屋子?
§1012ἀεί ποτ’ 〈ἐστὶ〉 σπέρμα κηρύκων λάλον.
使者一族历来总是多嘴多舌。
§1013τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δ’ ἀναβλέπει.
身体确实已经死了,但这一个却在睁眼看(或复苏)。
§1014πόλεως μὲν ἀρχῷ, φωτὶ δ’ οὐκ ἔτῃ πρέπων §1015αἰεὶ δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἢ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ’, ὃ δ’ οἴεται.
适合于城邦的统治者,却不适合普通公民母亲总是比父亲更爱孩子;因为她知道孩子是自己的,而他只是以为如此。
§1017τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
我们也认为幸运的人是聪明(有智慧)的。
§1018ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
因为我们每个人心中的理性(心智)就是神。
§1019δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι.
因为我们这些自由人,也是靠着奴隶(或为了奴隶)而活。
§1020ὃ δ’ ἐσφάδᾳζεν οὐκ ἔχων ἀπαλλαγάς.
但他无法挣脱,痛苦地挣扎着。
§1023Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω.
我歌唱以太与大地,万物之母。
§1024φθείρουσιν ἤδη χρήσθ’ ὁμιλίαι κακαί.
不良的交往会败坏好的品德。
§1025θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν οὐδ’ εἰς τὸ μεῖζον ἦλθε· τὰς θνητῶν δ’ ἐγὼ χαίρειν κελεύω θεῶν ἄτερ προθυμίας.
因为没有神,凡人中便无人能得幸运,也无法达到伟大;对于没有神助的凡人的热忱,我只当其付之一笑(不予理会)。
§1026τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
对凡人而言,大多数灾祸都是自找的。
§1027παῖς ὢν φυλάσσου πραγμάτων αἰσχρῶν ἄπο· ὡς ἢν τραφῇ τις μὴ κακῶς, αἰσχύνεται ἀνὴρ γενόμενος αἰσχρὰ δρᾶν· νέος δ’ ὅταν πόλλ’ ἐξαμάρτῃ, τὴν ἁμαρτίαν ἔχει εἰς γῆρας αὑτοῦ τοῖς τρόποισιν ἔμφυτον.
当你是孩子时,要防范可耻的行为;因为人若从小没有被教坏,长大成人后便会以做可耻之事为耻;但年轻时若犯下诸多过错,那过错便会根植于其性格中,直到年老。
§1028ὅστις νέος ὢν μουσῶν ἀμελεῖ, τόν τε παρελθόντ’ ἀπόλωλε χρόνον καὶ τὸν μέλλοντα τέθνηκεν.
年轻时疏忽缪斯(学艺)的人,既丢掉了过去的时间,对未来也形同死亡。
§1029οὐκ ἔστιν ἀρετῆς κτῆμα τιμιώτερον· οὐ γὰρ πέφυκε δοῦλον οὔτε χρημάτων οὔτ’ εὐγενείας οὔτε θωπείας ὄχλου.
没有比美德更珍贵的财富了;因为美德天生既不奴属于财富,也不奴属于高贵出身,更不奴属于大众的谄媚。
ἀρετὴ δ’ ὅσῳ περ μᾶλλον ἂν χρῆσθαι θέλῃς, τοσῷδε μείζων αὔξεται τελουμένη.
而且你越是渴望使用美德,它在圆满中就成长得越发伟大。
§1030ἀρετὴ μέγιστον τῶν ἐν ἀνθρώποις καλόν.
美德是人类中最伟大的美好事物。
§1031τὸ μὴ εἰδέναι σε μηδὲν ὧν ἁμαρτάνεις, ἔκκαυμα τόλμης ἱκανόν ἐστι καὶ θράσους.
你对自己所犯的过错一无所知,这足以成为放肆与无礼的燃料。
§1032τὸ δ’ ὠκὺ τοῦτο καὶ τὸ λαιψηρὸν φρενῶν εἰς συμφορὰν καθῆκε πολλὰ δὴ βροτούς.
而心思的这种急躁与轻浮,确实常将许多凡人抛入灾祸之中。
§1033εὖ γὰρ τόδ’ ἴσθι, κεῖ σ’ ἐλάνθανεν πάρος, τὸ σκαιὸν εἶναι πρῶτ’ ἀμουσίαν ἔχει.
你当深知这一点,哪怕它以前瞒过了你:愚笨笨拙,首先便带有缺乏教养的粗俗。
§1034φεῦ φεῦ, τὸ νικᾶν τἄνδιχ’ ὡς καλὸν γέρας, τὰ μὴ δίκαια δ’ ὡς ἀπανταχοῦ κακόν· καὶ γλῶσσα φλαύρα καὶ φθόνος τοῦ μὴ φθονεῖν ὅσῳ κάκιον μὴ καλῶς ὠγκωμένοις.
啊,公义的获胜是多么美好的荣耀,而不义在到处又是多么大的祸害;下劣的舌头与对不嫉妒之人的嫉妒,对于那些不当而自负的人来说,是多么糟糕的事。
§1035δύστηνος ὅστις τὰ καλὰ καὶ ψευδῆ λέγων οὐ τοῖσδε χρῆται τοῖς καλοῖς ἀληθέσιν.
那些说着美丽却虚假之言,却不将这些美丽之事付诸真实的人,是可悲的。
§1036πότερα θέλεις σοι μαλθακὰ ψευδῆ λέγω ἢ σκλήρ’ ἀληθῆ;
你是希望我对你说温柔的谎言,还是严酷的真话?
φράζε· σὴ γὰρ ἡ κρίσις.
请说吧,因为决定权在你。
§1037ἀτὰρ σιωπᾶν τά γε δίκαι’ οὐ χρή ποτε.
然而,对于公义之事,绝不可保持沉默。
§1038ὀργαὶ γὰρ ἀνθρώποισι συμφορᾶς ὕπο δειναί, πλάνος τε καρδίᾳ προσίσταται.
因为在灾祸之下,人类会产生可怕的愤怒,迷惘也会逼近心灵。
§1039ὁ θυμὸς ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.
痛苦的愤怒(或心灵)无法保持安稳。
§1040ἐὰν ἴδῃς πρὸς ὕψος ἠρμένον τινὰ λαμπρῷ τε πλούτῳ καὶ γένει γαυρούμενον ὀφρύν τε μείζω τῆς τύχης ἐπηρκότα, τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα.
如果你看见某人因显赫的财富和出身而骄傲自大、被抬高到高处,甚至扬起比其命运更傲慢的眉毛,你当立刻预料到他将迅速遭到报应。
§1041κρινεῖ τίς αὑτὸν πώποτ’ ἀνθρώπων μέγαν, ὃν ἐξαλείφει πρόφασις ἡ τυχοῦσ’ ὅλον;
当任何一个偶然的由头就能将他彻底抹去时,人类中又有谁会判定自己是伟大的呢?
§1042ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί, αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
我们在劝诫他人时都很聪明,但自己犯错时却毫无察觉。
§1043οὐδεὶς ἔπαινον ἡδοναῖς ἐκτήσατο.
无人能凭肉体享乐赢得赞美。
§1044οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον ῥᾷον κατασχεῖν οὔτ’ ἀπὸ γλώσσης λόγον.
手一旦扔出重石,便不易将其收回;舌头一旦说出言语,也是如此。
§1045μὴ κάμνε πατρίδα σὴν λαβεῖν πειρώμενος.
不要疲于尝试夺回你的祖国。
§1046πολλοῦ γὰρ χρυσοῦ καὶ πλούτου κρείσσων πάτρα σώφρονι ναίειν. τὸ δὲ σύντροφον ἁδύ τι θνητοῖς ἐν βίῳ χωρεῖ.
因为对于明智之人来说,居住在祖国胜过拥有许多黄金与财富;而在凡人的生活中,从小一起成长的事物总是带着某种甘甜。
§1047ἅπας μὲν ἀὴρ αἰετῷ περάσιμος, ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
每一方天空皆可供雄鹰飞越,每一片土地皆是高贵之人的祖国。
§1048οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον· χρῆν γὰρ τύχας μὲν τὰς μάτην πλανωμένας μηδὲν δύνασθαι, τἀμφανῆ δ’ ὑψήλ’ ἄγειν.
在人类的事物中,没有任何公平可言;因为那些徒然漂泊的运气本该毫无力量,而显而易见的高贵价值才该被抬高。
ὅστις κατ’ ἰσχὺν πρῶτος ὢν ἠτάζετο ἢ τόξα πάλλων ἢ μάχῃ δορὸς σθένων, τοῦτον τυραννεῖν τῶν κακιόνων ἐχρῆν.
无论谁被证明在力量上是第一流的,不论是拉弓射箭,还是在矛枪的战斗中强大,这人都该统治那些较差的人。

词汇与语法注释

  1. 1006ἑσπέρας ... μεσημβρίας — 表示时间的属格,意为“在傍晚”和“在中午”,用于表达动作发生的时间段。
  2. 1024χρήσθ’ — 这是 χρηστά(有用的、良好的习惯)的元音省略形式。在此作为动词 φθείρουσιν(败坏)的直接宾语(中性复数宾格),而 ὁμιλίαι κακαί(不良的交往)是主语。
  3. 1027ἢν τραφῇ — 动词 τρέφω(养育、培养)的第三人称单数不定过去时被动虚拟语气。与 ἢν (ἐάν) 连用,构成一般性条件从句(“如果有人被培养……”)。
  4. 1031ὧν — 关系代词的格同化。由于省略了属格先行词(ἐκείνων),本应作为 ἁμαρτάνεις 直接宾语的中性复数宾格关系代词 ἅ 被同化为属格 ὧν。
  5. 1044μεθέντα — 动词 μεθίημι(放开、投出)的不定过去时活性分词(阳性单数宾格)。其语义上的主语为泛指的“人”,在句中作为不定式结构中的宾格主语。
  6. 1048χρῆν — 非人称动词 χρή 的未完成过去时。用于表达未实现的过去义务或反事实的语气(“本该……,但实际上没有”)。

引用这一段

欧里庇得斯, 残篇 §1006-1048. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:1006-1048

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。