Humanitext Reader

欧里庇得斯 · 残篇 §931-953

自然神性与女儿抗拒再婚的申辩

第 30 段,共 35 段 · 希腊语

内容简介

包含了将以太和盖亚视作神明的自然哲学洞察、关于亲子关系的箴言,以及一段女儿针对父亲逼婚的冗长申辩。她主张对贫困丈夫的忠贞与爱,请求父亲不要强迫她改嫁富人。

§931λωτίνας ἀηδόνας §932Αἰγυπτία ἐμπολή §933βάσκανον μέγιστον ψυχαγωγόν §934νοῦν ἔχοντος 〈ἦν ἄρα〉 φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ.
洛托斯木笛的夜莺埃及的交易最为强大而嫉妒的驱魔引魂师花费巨资去换取一位可靠的朋友,这本是聪明人的做法。
§935ἀλλ’ ὦ φίλιπποι Τρῶες §936οὔκ· ἀλλ’ ἔτ’ ἔμπνουν Ἀίδης μ’ ἐδέξατο.
但是,噢,喜爱骏马的特洛伊人啊不,并非如此,而是冥府接纳了尚存气息的我。
§937μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.
不要杀我,因为杀害求庇护者是不合神法的。
§938νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;
那么现在,你们要因为几句话就杀了我吗?
§939ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα §940τί δ’ ἔστι;
噢,最可恶的大地的冥府造物啊怎么了?
πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.
因为你是在向你家人的歌队说话。
§941ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις;
你能看见高处这无垠的以太,以及用湿润的怀抱将大地环绕的那位吗?
τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
将这尊为宙斯,将这视为神明吧。
§943πυριγενὴς δὲ δράκων ὁδὸν ἡγεῖται [ταῖς] τετραμόρφοις ὥραις ζευγνὺς ἁρμονίᾳ πολύκαρπον ὄχημα.
火中诞生的巨龙引领着道路,用和谐将丰硕的战车与四种形态的季节联结在一起。
§944καὶ Γαῖα μῆτερ· Ἑστίαν δέ σ’ οἱ σοφοὶ βροτῶν καλοῦσιν ἡμένην ἐν αἰθέρι.
还有母亲盖亚;凡人中的智者称坐在以太之中的您为赫斯提亚。
§945ἀεί τι καινὸν ἡμέρα παιδεύεται.
日子总是被教授一些新的东西。
§946εὗ ἴσθ’, ὅταν τις εὐσεβῶν θύῃ θεοῖς, κἂν μικρὰ θύῃ, τυγχάνει σωτηρίας.
且深知,当人虔诚地向神明献祭时,纵使祭品微薄,亦能获得拯救。
§947ἢ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.
的确,神明筹划着许多难以理解的事。
§948θεοὺς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.
讨好神明吧,因为一切结局皆出自神明。
§949καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν
以及向生养自己的父母献上应有的敬意。
§950ὡς ἡδὺ πατέρα παισὶν ἤπιον κυρεῖν καὶ παῖδας εἶναι πατρὶ μὴ στυγουμένους.
父亲若能对孩子们温和相待,而孩子们不被父亲所嫌恶,这是多么甜美的事。
§951ἢν οἱ τεκόντες τοῦτο γιγνώσκωσ’ ὅτι νέοι ποτ’ ἦσαν, ἠπίως τὴν τῶν τέκνων οἴσουσι κύπριν, φύντες οὐ σκαιοὶ φύσιν.
倘若做父母的懂得这一点——他们自己也曾年轻过,那么他们便会温和地容忍孩子们的爱恋,只要他们天性并非冥顽不灵。
§952ὅστις πατὴρ πρὸς παῖδας ἐκβαίνει πικρός, τὸ γῆρας οὗτος ἑρματίζεται βαρύ.
凡是对孩子刻薄待之的父亲,便是在为自己沉重的老年压上重载。
§953ὦ πάτερ, ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω, τούτους λέγειν σε· καὶ γὰρ ἁρμόζει φρονεῖν σὲ μᾶλλον ἢ ἐμὲ καὶ λέγειν ὅπου τι δεῖ·
噢,父亲,我所说的这些话,原本应当由您来说;因为由您而非我来保持明智、在必要时发言,才更合宜。
ἐπεὶ δ’ ἀφῆκας, λοιπόν ἐστ’ ἴσως ἐμὲ ἐκ τῆς ἀνάγκης τά γε δίκαι’ αὐτὴν λέγειν.
但既然您放弃了这一点,那么剩下的或许便是由我,出于迫切的必然,自己来说出正义。
ἐκεῖνος εἰ μὲν μεῖζον ἠδίκηκέ τι, οὐκ ἐμὲ προσήκει λαμβάνειν τούτων δίκην· ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκεν αἰσθέσθαι με δεῖ.
如果那人犯下了什么更大的不义之举,由我来对此施加惩罚并不合适;但他对我所犯下的错,我必须有所感知。
ἀλλ’ ἀγνοῶ δὴ τυχὸν ἴσως ἄφρων ἐγὼ οὖσ’, οὐκ ἂν ἀντείποιμι· καίτοι γ’, ὦ πάτερ, εἰ τἄλλα κρίνειν ἐστὶν ἀνόητον γυνή, περὶ τῶν γ’ ἑαυτῆς πραγμάτων ἴσως φρονεῖ. . . ἔστω δ’ ὃ βούλει· τοῦτο τί μ’ ἀδικεῖ, λέγε.
不过,或许我愚笨无知,不该反驳您;然而,父亲啊,即便女人在判断其他事情上是愚昧的,在关乎自身的事情上或许也是明智的……随您怎么想吧;请告诉我,这如何损害了我。
ἔστ’ ἀνδρὶ καὶ γυναικὶ κείμενος νόμος, τῷ μὲν διὰ τέλους ἣν ἔχει στέργειν ἀεί, τῇ δ’ ὅσ’ ἂν ἀρέσκῃ τἀνδρὶ ταῦτ’ αὐτὴν ποεῖν.
男人和女人之间有既定的法则:对男人而言,要始终爱他所拥有的妻子直至终点;对女人而言,要去做一切能讨好丈夫的事。
γέγονεν ἐκεῖνος εἰς ἔμ’ οἷον ἠξίουν, ἐμοί τ’ ἀρέσκει πάνθ’ ἃ κἀκείνῳ, πάτερ.
那人对我而言,已经成了我所期许的样子,而一切能让他高兴的事也同样能让我高兴,父亲。
ἀλλ’ ἔστ’ ἐμοὶ μὲν χρηστός, ἠπόρηκε δέ.
但他虽然对我很好,却很贫困。
σὺ δ’ ἀνδρί μ’, ὡς φής, ἐκδίδως νῦν πλουσίῳ, ἵνα μὴ καταζῶ τὸν βίον λυπουμένη.
您现在,如您所说,要把我嫁给一个富有的男人,好让我不至于在悲伤中度过余生。
καὶ ποῦ τοσαῦτα χρήματ’ ἐστίν, ὦ πάτερ, ἃ μᾶλλον ἀνδρὸς εὐφρανεῖ παρόντα με;
可是,父亲啊,哪里有那么多财富,能比丈夫在身边更让我快乐?
ἢ πῶς δίκαιόν ἐστιν ἢ καλῶς ἔχον τῶν μὲν ἀγαθῶν με τὸ μέρος ὧν εἶχεν λαβεῖν, τοῦ συναπορηθῆναι δὲ μὴ λαβεῖν μέρος;
而我若只享受他曾拥有的好时光,却不分担共同的贫困,这又怎能说是公正或高尚的呢?
φέρ’ ἢν ὁ νῦν 〈δὴ〉 λαμβάνειν μέλλων μ’ ἀνήρ, ὃ μὴ γένοιτο, Ζεῦ φίλ’, οὐδ’ ἔσται ποτέ, οὐκ οὖν θελούσης οὐδὲ δυναμένης ἐμοῦ, ἢν οὗτος αὖθις ἀποβάλῃ τὴν οὐσίαν, ἑτέρῳ με δώσεις ἀνδρί;
且看,如果现在正要娶我的那个男人——愿这不要发生,亲爱的宙斯啊,这也绝不会发生,因为我既不情愿也无能为力——如果此人再次失去了财产,您还会把我嫁给另一个男人吗?
κᾆτ’ ἐὰν πάλιν ἐκεῖνος, ἑτέρῳ;
然后如果他又失去了,再嫁给另一个?
μέχρι πόσου τὴν τῆς τύχης, πάτερ, σὺ λήψῃ πεῖραν ἐν τὠμῷ βίῳ;
父亲,您要在我的生命中,对命运进行多少次试验?
ὅτ’ ἦν ἐγὼ παῖς, τότε σε χρῆν ζητεῖν ἐμοὶ ἄνδρ’ ᾧ με δώσεις· σὴ γὰρ ἦν τόθ’ αἵρεσις·
当我还是个孩子的时候,那时应该由您为我寻找要嫁的丈夫;因为那时选择权在您。
ἐπεὶ δ’ ἅπαξ δέδωκας, ἤδη ἐστίν, πάτερ, ἐμὸν σκοπεῖν τοῦτ’, εἰκότως· μὴ γὰρ καλῶς κρίνασ’ ἐμαυτῆς τὸν ἴδιον βλάψω βίον. ταῦτ’ ἔστιν·
但既然您已经把我嫁了一次,父亲,现在理所当然该由我来考虑这事了;免得我自己没判断好,毁了我自己的一生。
ὥστε μή με, πρὸς τῆς ἑστίας, ἀποστερήσῃς ἀνδρὸς ᾧ συνῴκισας·
事实就是如此;因此,看在炉灶女神的份上,请不要夺走您曾让我与之同住的丈夫。
χάριν δικαίαν καὶ φιλάνθρωπον, πάτερ, αἰτῶ σε ταύτην.
父亲,我向您请求这公正而仁慈的恩惠。
εἰ δὲ μή, σὺ μὲν βίᾳ πράξεις ἃ βούλει· τὴν δ’ ἐμὴν ἐγὼ τύχην πειράσομ’ ὡς δεῖ μὴ μετ’ αἰσχύνης φέρειν.
如果不行,您将用强力达成所愿;而我将尽力去承受我的命运,正如所应当的那样,不带羞耻。

词汇与语法注释

  1. §934νοῦν ἔχοντος 〈ἦν ἄρα〉 — 属格 `νοῦν ἔχοντος` 是特征或所有属格(意为“属于聪明人的特征/做法”),在此处与系动词 `ἦν` 连用。质词 `ἄρα` 表示对过去事实或普遍真理的突然觉悟。
  2. §941γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις — 分词 `ἔχονθ’` (`ἔχοντα`) 为阳性单数宾格,修饰先行词 `αἰθέρα`(以太,阳性名词)。“在湿润的怀抱中”是象征云雾或湿气的诗意隐喻,表达了以太环绕包容大地的自然哲学宇宙观。
  3. §950πατέρα παισὶν ἤπιον κυρεῖν — 在此带对格的不定式结构中,`πατέρα` 是不定式 `κυρεῖν`(恰好是、处于……状态)的主语,形容词 `ἤπιον` 同样为对格作为其补足语。`κυρεῖν` 通常伴随分词,在此处存在分词 `ὄντα` 被省略,或形容词直接作补语。
  4. §953ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω, τούτους λέγειν σε — 未完成过去时 `ἐχρῆν`(本应当)表达了过去未实现的义务(含有反事实假设的语气)。先行词 `λόγους` 被吸引进关系从句,紧跟在关系代词 `οὓς` 之后,并在主句中由指示代词 `τούτους` 重新承接。

引用这一段

欧里庇得斯, 残篇 §931-953. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:931-953

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。