Humanitext Reader

欧里庇得斯 · 残篇 §908-930

育儿之苦与妻子德行及神话残篇

第 29 段,共 35 段 · 希腊语

内容简介

内容涉及育儿的痛苦、贤妻的德行、学术与探究的价值、向神明祈祷等多方面的人生智慧,并收录了拉弥亚及半人半蛇父亲的希腊神话残篇。

§908τὸ μὴ γενέσθαι κρεῖσσον ἢ φῦναι βροτοῖς.
不曾出生对凡人而言胜于降生。
ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσιν τίκτω;
既然如此,我何苦伴随着痛苦的哀伤生下孩子?
τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα 〈μὲν〉 κακούς, χρηστοὺς δ’ ἀπολλῦσ’·
生下之后,如果生了愚蠢的,眼看着他们作恶,我徒然哀叹;而失去优秀的,我也哀叹。
ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ.
如果他们保全下来,我那可怜的心又在恐惧中消磨。
τί τοῦτο δὴ τὸ χρηστόν;
这究竟有什么好?
οὐκ ἀρκεῖ μίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;
难道折磨一个灵魂,并在其上承受劳苦还不够吗?
§909οὐδεμίαν ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δ’ ὤνησε πολλάς·
美貌对作丈夫的伴侣而言不曾使任何女子获益,但德行却使许多女子获益。
πᾶσα γὰρ ἀγαθὴ γυνὴ ἥτις ἀνδρὶ συντέτηκε σωφρονεῖν ἐπίσταται.
因为凡与丈夫融为一体、懂得保持贞洁的贤妻皆是如此。
πρῶτα μέν γε τοῦθ’ ὑπάρχει· κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ·
首先至少有这一点:即使丈夫丑陋,对于拥有智慧的妻子而言,也必须认为他是英俊的。
οὐ γὰρ ὀφθαλμὸς τὸ κρίνειν. . ἐστὶν ἀλλὰ νοῦς.
因为作判断的不是眼睛,而是心灵。
εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἂν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ τελεῖν.
当他说话时,即使他不说话,她也必须认为他说得好;如果她要做出讨好伴侣的事,她也必须为此操劳。
ἡδὺ δ’, ἢν κακὸν πάθῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος. . . σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ’ ἀνέξομαι καὶ κακῶν τῶν σῶν ξυνοίσω, κοὐδὲν ἔσται μοι πικρόν.
当丈夫遭遇不幸时,妻子与他一同面露愁容,共同分担痛苦与欢乐,这是甜蜜的……即使你病了,我也愿与你一同病着并忍受,共同分担你的不幸,这对我而言绝非苦事。
§910ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, πῇ τε συνέστη καὶ ὅπῃ καὶ ὅπως.
获得了探究之学识的人是有福的,他既不奔向公民的毁灭,也不流于不义的行径,而是凝视着不朽自然的无龄秩序,看它如何构成、自何处构成、又以何种方式构成。
τοῖς δὲ τοιούτους οὐδέποτ’ αἰσχρῶν ἔργων μελέδημα προσίζει.
对这样的人而言,对可耻行径的关切绝不会附身。
§911χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ καὶ τὰ σειρήνων πτερόεντα πέδιλα [ἁρμόζεται], βάσομαί τ’ εἰς αἰθέριον πόλον ἀρθεὶς Ζηνὶ προσμείξων
金色的双翼确实在我的背上,塞壬那带翼的凉鞋[正合我脚];我将被提升至太空的极点,前去与宙斯相会。
§912σοὶ τῷ πάντων μεδέοντι χοὴν πέλανόν τε φέρω, Ζεὺς εἴτ’ Ἀίδης ὀνομαζόμενος στέργεις·
致您,万物的统治者,我献上奠酒与祭饼,无论您被称为宙斯还是哈迪斯并以此为乐。
σὺ δέ μοι θυσίαν ἄπυρον παγκαρπείας δέξαι πλήρη προχυθεῖσαν.
请您接纳我那不经火焚、满盛百果、倾注而出的祭品。
σὺ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις σκῆπτρον τὸ Διὸς μεταχειρίζεις χθονίων θ’ Ἅιδῃ μετέχεις ἀρχῆς.
因为在天上的众神中,您执掌着宙斯的权杖;在地下的人中,您分享着哈迪斯的统治。
πέμψον δ’ ἐς φῶς ψυχὰς ἐνέρων τοῖς βουλομένοις ἄθλους προμαθεῖν πόθεν ἔβλαστον, τίς ῥίζα κακῶν, τίνα δεῖ μακάρων ἐκθυσαμένους εὑρεῖν μόχθων ἀνάπαυλαν.
请将阴间的灵魂送入光明之中,给那些渴望预先了解劳苦的人,让他们知道自己源自何处、什么是恶的根源,以及必须向哪位福乐的神明献祭,才能找到劳苦的停息。
§913τίς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας;
谁看着这些却不领会神,不把那些气象学者(自然哲学家)的歪曲欺骗远远扔掉?
ὧν ἀτηρὰ γλῶσσ’ εἰκοβολεῖ περὶ τῶν ἀφανῶν οὐδὲν γνώμης μετέχουσα.
他们那有害的舌头对看不见的事物进行胡乱猜测,毫无理智可言。
§914κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν· ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἢ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.
将年轻女子与年轻男子结合是件坏事;因为男子渴望得到别女子的床榻,而女子因缺乏此而谋划恶事。
§915νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τ’ ὀλουμένη γαστήρ, ἀφ’ ἧς δὴ πάντα γίγνεται κακά.
然而,战胜我的是匮乏,以及那该死的胃袋,一切恶事正是自其中产生。
§916ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δ’ ἀποφθινύθεις·
噢,对凡人而言多灾多难的生活啊,你是多么不稳固地处于万事之上! 你使一些事物增长,使另一些事物衰亡。
κοὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ κέλσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή.
凡人并没有一个必须抵达的既定界限,除非那来自宙斯、被派遣而来的冰冷死亡终局降临。
§917ὅσοι δ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν ἰδόντας τὰς νόσους σκοπεῖν χρεών.
凡期望良好医治的人,必须在观察土地的同时,结合居住于该城邦之人的生活方式,来考察疾病。
§918πρὸς ταῦθ’ ὅτι χρὴ καὶ παλαμάσθων καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθων· τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται, κοὺ μή ποθ’ ἁλῶ κακὰ πράσσων.
因而,让他们去设谋他们必须做的事,去针对我策划一切吧;因为福祉与我同在,正义将成为盟友,我绝不会因作恶而被抓住。
§919κορυφὴ δὲ θεῶν ὁ πέριξ χθόν’ ἔχων φαεννὸς αἰθήρ
众神的顶峰乃是包围大地的璀璨以太。
§920ἡ φύσις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.
自然如此期冀,它对法律毫不介怀。
§921ἀωρὶ πόντου κύματ’ εὐρέος περᾷ. . . σμικραῖς ἑαυτοὺς ἐπιτρέπουσιν ἐλπίσιν
在不合时宜之时渡过宽广海洋的波涛……他们将自己托付给微小的希望。
§922τίς τοὐμὸν ὄνομα τοὐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
凡人之中,有谁不知道我那令人蒙羞的名字——利比亚的拉弥亚之族?
§923οὐκ ἐγγυῶμαι, ζημίαν φιλεγγύων σκοπῶν· τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα.
我不作担保,因考虑到喜爱作保者的损失;皮托(德尔斐)的铭文不容许我这样做。
§924μή μοι λεπτῶν θίγγανε μύθων, ψυχῇ τί περισσὰ φρονεῖς;
莫用精微的言辞触碰我;你心中为何要思虑多余之事?
εἰ μὴ μέλλεις σεμνύνεσθαι παρ’ ὁμοίοις.
除非你打算在同辈面前摆架子。
§926γλώσσῃ διαψαίρουσα μυκτήρων πόρους
用舌头舔舐着她的鼻孔通道。
§927ἔνδον γυναικῶν καὶ παρ’ οἰκέταις λόγος
女眷内室之中以及仆从之间的闲言。
§928οὐ γὰρ ἀσφαλὲς περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.
因为获得超过中庸或过度的美貌是不安全的。
§929ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ
当东方骑手般的星辰闪耀之时。
§930οἴμοι, δράκων μου γίγνεται τὸ ἥμισυ· τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί.
哀哉,我的一半正在变成巨龙;孩子,快抱抱你剩下的父亲。

词汇与语法注释

  1. §908βροτοῖς — 判断与格(dativus iudicantis),意为“对凡人而言”,表示比较级形容词 κρεῖσσον 的判断标准。
  2. §910τῆς ἱστορίας — 依存于名词 μάθησιν(“学习、获得”)的宾格性属格,理解为“关于探究的学识”。
  3. §918κοὺ μή ποθ’ ἁλῶ — οὐ μή(κοὐ 为 καὶ οὐ 的混成词)后接虚拟语气 ἁλῶ(ἁλίσκομαι 的不定过去时主动虚拟语气,具有被动含义),表示强烈的否定将来(“我绝不会被抓住”)。
  4. §923Πυθοῖ — 源自专有名词 Πυθώ(德尔斐的古名)的古处格(方位格)的副词性表达,表示地点“在皮托(德尔斐)”。

引用这一段

欧里庇得斯, 残篇 §908-930. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:908-930

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。