Humanitext Reader

欧里庇得斯 · 残篇 §864-907

关于爱与自然秩序及智慧的残篇

第 28 段,共 35 段 · 希腊语

内容简介

一组关于人生、爱(厄洛斯与阿佛洛狄忒)、自然秩序以及智慧与愚昧之对比的道德与哲学思考的残篇。

§864παίζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ.
我在游戏;因为我总是喜爱辛劳的转换。
§865φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς.
名声哪怕在地的深处也会指引出善人。
§866ἀλλ’ ἥδε μ’ ἐξέσῳσεν, ἥδε μοι τροφός, μήτηρ, ἀδελφή, δμωίς, ἄγκυρα στέγης.
但正是她救了我,她是我的抚养者、母亲、姐妹、女仆,以及家室的锚。
§867ἀλλ’ ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή §868θεοὶ χθόνιοι ζοφερὰν ἀδίαυλον ἔχοντες ἕδραν φθειρομένων Ἀχεροντίαν λίμνην
但看啊,这位阿波罗的女祭司已在近旁…… 冥界的众神啊,拥有那消逝者的、阴暗且无法返回的居所——阿刻戎之湖的人啊。
§869ἄδωρος χάρις §870δράκοντος αἱματωπὸν ὄμμα §871αἱματοσταγῆ κηλῖδα τέγγῃ §872ἀκόμπαστος λόγος §873ἀκόμπαστος φάτις §874οὔ σοι παραινῶ μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτῇ προσβαλεῖν ἀλάστορα.
无赏的恩惠巨龙充血的眼睛你浸湿了滴着血的污渍不夸耀的话语不夸耀的传闻我不建议你在对仇敌图谋不轨时,将复仇的恶灵引向你自己。
§875Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρὸς 〈εἶ〉.
塞浦路斯女神啊,你是多么甜美,又是多么残酷。
§876τρομὸν δράμημα γηραιοῦ ποδός §877ἀλλ’ αἰθὴρ τίκτει σε, κόρα, Ζεὺς ὃς ἀνθρώποις ὀνομάζεται.
老人颤抖的步履但,姑娘,是以太孕育了你,它在人间被称作宙斯。
§878τίς ἔσθ’ ὁ μέλλων σκόλοπος ἢ λευσμοῦ τυχεῖν;
谁是那个即将遭受木桩刑或石刑的人?
§879ὁ λῷστος οὗτος καὶ φιλοξενέστατος §880οὐκ ἐν γυναιξὶ τοὺς νεανίας χρεὼν ἀλλ’ ἐν σιδήρῳ κὰν ὅπλοις τιμὰς ἔχειν.
这位最优秀、最款待宾客的人年轻人不应当在妇女中获得荣誉,而应当在钢铁与盔甲之中。
§882ἅλα πορφυρέην §883ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
紫色的海洋但说出来令人羞耻,保持沉默又令人沉重。
§884τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην.
因为我居住在遥远的地方,建立了自己的生计。
§885ἄληθες, ὦ παῖ τῆς θαλασσίας θεοῦ;
这是真的吗,海洋女神之子?
§886μισῶ πολίτην ὅστις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.
我憎恨这样的公民:他为祖国效力时显得迟缓,但在大加危害时却动作迅速;对自己有利,对城邦却无能为力。
§887ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα, τὰ δ’ ὄντα πίστ’ ἄπιστα
当我们把如今不可信的事物视为可信,而把如今可信的事物视为不可信时。
§888βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέσσαρα
阿喀琉斯掷出了两个幺和一个四。
§889πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος
倒在卧榻和婚礼的床铺上。
§890λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις, ἔργον δ’ ἐκεῖνος ἔργον ὃς παρέσχετο.
对于言辞,你只能得到言辞作为公正的回报;而对于付出了行动的人,便应得到行动。
§892ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν;
因为凡人除了仅有的两样东西——德墨忒尔的谷物和倒水的饮料——之外,还需要什么呢? 这些已然存在,并且天然地滋养着我们。
ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ δέ τοι ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
对这些,仅仅吃饱还不够;因为奢靡,我们还搜寻其他食物的花样。
§893ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης, τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλλον τε μὴ προσείμαν.
适度膳食的温和生活对我来说已足够,愿我不要接纳任何不合时宜且过度之物。
§894τἀλλότρια. . τὸν καλῶς εὐδαίμονα §895ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
他人的东西……那真正幸福的人…… 的确,库普里斯存在于饱足之中,而不在饥饿者之中。
§896Βακχίου φιλανθέμου Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς, ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
喜花之神的巴克科斯使秋天的果园熟透,发出红亮的光芒,凡人因此称酒为“红亮的酒”。
§897παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς· καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων εἰς ἐλπίδ’ ἄγει.
爱神是智慧与美德的最大培育者,这位神灵对凡人而言是相处起来最甜蜜的存在;因为他拥有一种无痛的欢愉,并将人带向希望。
τοῖς δ’ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων.
愿不与那些未能在其辛劳中圆满的人相伴,愿我远离野蛮的生活方式而居。
τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν μήποτε φεύγειν, χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.
我预先告诫年轻人,绝不要逃避恋爱,而是当它来临时,要正确地对待它。
§898τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
你没有看见阿佛洛狄忒是多么伟大的神明吗?
ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
你无法言说也无法衡量她有多么宏大,她的力量能延伸到何处。
αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
是她养育了你、我和所有的凡人。
τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς, ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ. ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ· ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο· ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα, δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
作为证据——愿你不仅在言语中学习,我还要用行动向你展示这位女神的力量:大地渴望着雨水,当干枯无果的平原处于旱灾、缺乏湿气时;而那庄严的天空在充满雨水时,也渴望着在阿佛洛狄忒的催化下坠落向大地;而当这两者融合为一体时,它们为我们孕育出万物,并同时加以滋养,凡人种族因此得以生存和繁衍。
§899εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός, οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους.
倘若神明赐予我涅斯托耳那般能言善辩的歌谣,以及弗里吉亚人安忒诺耳的歌谣,我也无法通过向一个愚笨之人倾注智慧的言辞,来填满那无法保持水流的漏器。
§900ὥφειλε δῆθεν, εἴπερ ἔστ’ ἐν οὐρανῷ Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.
倘若天上有宙斯,他本不该让同一个人一直处于不幸之中。
§901πολλάκι μοι πραπίδων διῆλθε φροντίς, εἴτε τύχα 〈τις〉 εἴτε δαίμων τὰ βρότεια κραίνει, παρά τ’ ἐλπίδα καὶ παρὰ δίκαν τοὺς μὲν ἀπ’ οἴκων δ’ ἐναπίπτοντας ἀτὰρ θεοῦ, τοὺς δ’ εὐτυχοῦντας ἄγει.
常有思绪掠过我的心头:究竟是某种命运,还是神灵在主宰凡人的事务? 有违希望、有违公义,有的人被抛离家园,然而在无神护佑之下,有的人却被引导至好运之中。
§902τὸν ἐσθλὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ’ ὄσσοις εἰσίδω, κρίνω φίλον.
善良的男子,即便他居住在遥远的大地,即便我从未用眼睛看到过他,我也视他为朋友。
§903ἄφρων ἂν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας.
如果我去养活邻居的东西,那我就是愚笨了。
§904ἀλλ’ ἄκρας εὐηθίας ἅπτοιτ’ ἂν ὅστις τὴν φύσιν νικᾶν θέλει.
但凡想要战胜天性的人,都将触及愚蠢的顶峰。
§905μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός.
我别无选择,我憎恨那些对自己并不智慧的智者。
§906ψῦχος δὲ λεπτῷ χρωτὶ πολεμιώτατον.
寒冷是柔嫩肌肤的最大敌人。
§907κρέασι βοείοις χλωρὰ σῦκ’ ἐπήσθιεν ἄμουσ’ ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν.
他吃着牛肉,配着新鲜无花果,毫无教养地大嚼大叫,简直能让蛮族人听个明白。

词汇与语法注释

  1. §874μηχανωμένῃ — 与格分词 μηχανωμένῃ 在性、数、格上与与格第二人称代词 σοι(παραινῶ 的间接宾语)一致,指示其动作发出者。不定式 προσβαλεῖν 作为 παραινῶ 的宾语,其逻辑主语为与格 σοι 或省略的宾格。
  2. §898ὄμβρου πεσεῖν — 动词 ἐρᾷ(ἐράω)通常接属格宾语(ὄμβρου),但此处与不定式 πεσεῖν 连用,表示天渴望“雨水落下”这一事态。属格 ὄμβρου 既充当 ἐρᾷ 的宾语,同时也作为不定式的逻辑主语(代替了通常的宾格主语)。
  3. §899μὴ στέγοντα — 及物动词 στέγω(容纳、不漏)的现在分词配以表示条件/泛指的否定词 μή,作名词性使用,意为“无法盛水之物”(即漏器)。它隐喻了无法保留智慧的愚人。

引用这一段

欧里庇得斯, 残篇 §864-907. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:864-907

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。