- 底本
- Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:908-930
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
子供を持つことの苦悩、妻の美徳、学問の価値、神への祈りなど、人生や道徳に関する多様な知恵と、ラミアや蛇化する父親の神話的断片が語られる。
τὸ μὴ γενέσθαι κρεῖσσον ἢ φῦναι βροτοῖς.1 ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσιν τίκτω; τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα 〈μὲν〉 κακούς, χρηστοὺς δ’ ἀπολλῦσ’· ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;
生まれたり育ったりしないことが、人間にとってより良い。では、私は苦痛を伴って子供を生むのか?生んで、もし愚かな子らを生めば、悪党どもを見ては虚しく嘆き、優れた子らを失っては嘆く。もし、無事な子らであっても、心配で悲しい心をすり減らす。一体この「子を持つこと」の何が良いのか。一人の魂が苦しみ、これに労苦を抱くだけで十分ではないか。
οὐδεμίαν ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δ’ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνὴ ἥτις ἀνδρὶ συντέτηκε σωφρονεῖν ἐπίσταται. πρῶτα μέν γε τοῦθ’ ὑπάρχει· κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ· οὐ γὰρ ὀφθαλμὸς τὸ κρίνειν.. ἐστὶν ἀλλὰ νοῦς. εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἂν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ τελεῖν. ἡδὺ δ’, ἢν κακὸν πάθῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος... σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ’ ἀνέξομαι καὶ κακῶν τῶν σῶν ξυνοίσω, κοὐδὲν ἔσται μοι πικρόν.
美貌は夫となる伴侶に対して、どの女性の役にも立たなかったが、徳は多くの女性の役に立った。夫と一心同体になり、慎み深くあることを知るすべての善き妻は、そうだからだ。まず第一に、これが基本である。たとえ夫が醜くとも、分別の知恵を持つ妻は彼を美しいと思わねばならぬ。判断するのは目ではなく、心だからだ。また、夫が何かを語るときには、うまく語っていると思わねばならぬ。たとえ語らなくとも、夫の好みに叶うように骨折って尽くすべきである。夫が災いに遭ったとき、妻が共に顔を曇らせ、悲しみと喜びを共に分かち合うことは、心地よいことである。……私は、あなたが病のときにも、共に病んで耐え忍び、あなたの不運を共に担おう。それは私にとって決して辛いことではない。
ὄλβιος ὅστις τῆς ἱστορίας2 ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, πῇ τε συνέστη καὶ ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέδημα προσίζει.
歴史の学びを得た者は仕合わせである。市民の破滅を目指すことも、不義な行いへと奔ることもなく、不滅の自然の老いることなき秩序を見つめ、それがどのように、どこから、いかにして成り立っているかを観察する。そのような人々には、恥ずべき行いの心配が取り付くことは決してない。
χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ καὶ τὰ σειρήνων πτερόεντα πέδιλα [ἁρμόζεται], βάσομαί τ’ εἰς αἰθέριον πόλον ἀρθεὶς Ζηνὶ προσμείξων
金色の翼が私の背に、そしてセイレンたちの翼あるサンダルが[合わせられる]。私は空中の極へと舞い上がり、ゼウスにまみえるために進むだろう。
σοὶ τῷ πάντων μεδέοντι χοὴν πέλανόν τε φέρω, Ζεὺς εἴτ’ Ἀίδης ὀνομαζόμενος στέργεις· σὺ δέ μοι θυσίαν ἄπυρον παγκαρπείας δέξαι πλήρη προχυθεῖσαν. σὺ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις σκῆπτρον τὸ Διὸς μεταχειρίζεις χθονίων θ’ Ἅιδῃ μετέχεις ἀρχῆς. πέμψον δ’ ἐς φῶς ψυχὰς ἐνέρων τοῖς βουλομένοις ἄθλους προμαθεῖν πόθεν ἔβλαστον, τίς ῥίζα κακῶν, τίνα δεῖ μακάρων ἐκθυσαμένους εὑρεῖν μόχθων ἀνάπαυλαν.
万物を統べるあなたに、私は酌酒と供物を捧げます。あなたがゼウス、あるいはハデスと名付けられて好まれるにせよ。あなたは、あらゆる果実を盛った、火を用いない私の満ち足りた犠牲が注がれるのを受け入れてください。なぜなら、あなたは天の神々の中でゼウスの笏を操り、地下の者たちの間でハデスの支配を分かち合っているからです。冥界の死者たちの魂を、光の中へと送り出してください。労苦をあらかじめ学び、彼らがどこから生じ、何が災いの根源であり、福わしい神々の誰に犠牲を捧げて労苦の休息を見出すべきかを知りたがっている者たちのために。
τίς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας; ὧν ἀτηρὰ γλῶσσ’ εἰκοβολεῖ περὶ τῶν ἀφανῶν οὐδὲν γνώμης μετέχουσα.
これらを見て神を認めない者がいるだろうか。そして気象学者たちの歪んだ欺瞞を遠くに投げ捨てない者がいるだろうか。彼らの有害な舌は、理性を持たずに、目に見えないものについて憶測している。
κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν· ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἢ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.
若い女性を若い男性と結びつけるのは良くない。男は別の寝床を得ることを望み、女はこれを欠くことで、悪事を企てるからだ。
νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τ’ ὀλουμένη γαστήρ, ἀφ’ ἧς δὴ πάντα γίγνεται κακά.
だが、私に打ち勝つのは必要であり、滅びるべき胃袋である。そこからすべての悪が生じるのだ。
ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δ’ ἀποφθινύθεις· κοὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ κέλσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή.
おお、凡人にとって多難な生よ、いかにあなたはすべてにおいて不確かに置かれていることか。あるものをあなたは増大させ、あるものを衰退させる。そして、凡人がたどり着くべき、定められた限界はどこにもない、ゼウスから冷酷な死の終わりが送られて来るとき以外には。
ὅσοι δ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν ἰδόντας τὰς νόσους σκοπεῖν χρεών.
よく治療をしようとする者は、その土地を見ることで、その都市に住む人々の生活様式に関連して、病の原因を考察しなければならない。
πρὸς ταῦθ’ ὅτι χρὴ καὶ παλαμάσθων καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθων· τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται, κοὺ μή ποθ’ ἁλῶ3 κακὰ πράσσων.
それゆえ、彼らはなすべきことを企て、私に対してあらゆる策を巡らせるがよい。なぜなら、善は私と共にあり、正義が同盟者となるからだ。悪事を働きながら私が捕まることは決してないだろう。
κορυφὴ δὲ θεῶν ὁ πέριξ χθόν’ ἔχων φαεννὸς αἰθήρ
神々の頂点は、大地を包み込む輝かしいエーテルである。
ἡ φύσις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.
自然はそれを望んだのだ、自然は法律などいささかも気にかけないのだ。
ἀωρὶ πόντου κύματ’ εὐρέος περᾷ... σμικραῖς ἑαυτοὺς ἐπιτρέπουσιν ἐλπίσιν
時ならぬ時に広大な海の波を渡る……彼らは小さな希望に身を委ねる。
τίς τοὐμὸν ὄνομα τοὐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
凡人の間で、リビアのラミアの家系という、私の不名誉な名前を知らない者がいるだろうか。
οὐκ ἐγγυῶμαι, ζημίαν φιλεγγύων σκοπῶν· τὰ Πυθοῖ4 δ’ οὐκ ἐᾷ με γράμματα.
私は保証人にはならない、保証を好む者たちの損失を考慮して。プュトの文字が私にそれを許さないのだ。
μή μοι λεπτῶν θίγγανε μύθων, ψυχῇ τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρ’ ὁμοίοις.
気の利いた言葉で私に触れるな。心の中でなぜ余計なことを考えるのか、同等の者たちの前で威張るつもりがないのなら。
γλώσσῃ διαψαίρουσα μυκτήρων πόρους
舌で鼻孔の通り道を舐め回しながら。
ἔνδον γυναικῶν καὶ παρ’ οἰκέταις λόγος
女たちの部屋の内部や、召使いの間での噂。
οὐ γὰρ ἀσφαλὲς περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.
美しさを中庸以上に、あるいは度を越して得ることは安全ではないからだ。
ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ
東方の騎手たる星が輝き出たとき。
οἴμοι, δράκων μου γίγνεται τὸ ἥμισυ· τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί.
ああ、私の半分が蛇になっていく。子供よ、残りの父を抱きしめておくれ。
- 908βροτοῖς
判断の与格(dativus iudicantis)であり、「凡人にとって」を意味する。形容詞比較級 κρεῖσσον の判断の基準を示す。
- 910τῆς ἱστορίας
μάθησιν(名詞「学び、獲得」)に対する目的格属格。「歴史(探求)についての学び」と解釈される。
- 918κοὺ μή ποθ’ ἁλῶ
οὐ μή(κοὐ は καὶ οὐ の縮約)に接続法 ἁλῶ(ἁλίσκομαι のアオリスト接続法能動態、受動の意味を持つ)が続くことで、強い否定未来(「決して捕らえられることはない」)を表す。
- 923Πυθοῖ
固有名詞 Πυθώ(デルポイの古名)の古い処格(場所格)に由来する副詞的表現で、「ピュト(デルポイ)において」という場所を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
