Humanitext Reader

欧里庇得斯 · 残篇 §822-863

关于夫妻和睦与本性及生死的残篇群

第 27 段,共 35 段 · 希腊语

内容简介

本区间收录了讨论多种伦理与神话主题的悲剧残篇,涉及夫妻和睦、对继母的警惕、人类天性与理性的冲突、关于大地与以太的自然哲学生死观,以及对父母的孝敬。

§822γυνὴ γὰρ ἐν κακοῖσι καὶ νόσοις πόσει ἥδιστόν ἐστι, δώματ’ ἢν οἰκῇ καλῶς, ὀργήν τε πραΰνουσα καὶ δυσθυμίας ψυχὴν μεθιστᾶσ’· ἡδὺ κἀπάται φίλων.
因为当丈夫处于不幸和疾病中时,妻子若是能持家有道,温和地平息他的怒火,将他的灵魂从沮丧中解脱出来,便是最甜蜜的存在;朋友的谎言亦是甜美的。
§823δίκαι’ ἔλεξε· χρὴ γὰρ εὐναίῳ πόσει γυναῖκα κοινῇ τὰς τύχας φέρειν ἀεί.
她说得在理;因为妻子应当始终与结发的丈夫共同分担命运。
§824ὡς οὐδὲν ὑγιὲς φασὶ μητρυιὰς φρονεῖν νόθοισι παισίν, ὧν φυλάξομαι ψόγον.
正如人们所说,继母对庶子不会怀有什么善意,我将防范她们的非难。
§825κρείσσων δὲ βαιὸς ὄλβος ἀβλαβὴς βροτοῖς ἢ δῶμα πλούτῳ δυσσεβῶς ὠγκωμένον.
对凡人而言,些许无害的福祉,胜过因不义之财而狂妄膨胀的门第。
§826δι’ ἐλπίδος ζῆ καὶ δι’ ἐλπίδος τρέφου.
依凭希望而活,并用希望滋养自身。
§827καὶ μὴν ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου
甚至他连打开粮仓都不屑于去做。
§828αἱ γὰρ πόλεις εἴσ’ ἄνδρες, οὐκ ἐρημία.
因为城邦是由人民组成,而非一片荒原。
§829ἀνὴρ δ’ ὃς εἶναι φής, ἀνδρὸς οὐκ ἄξιον δειλὸν κεκλῆσθαι καὶ νοσεῖν αἰσχρὰν νόσον.
而对于一个自称是男子的男人来说,被唤作懦夫并患上可耻的病症,是配不上男子汉气概的。
§830λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων
我们古老家宅中贫苦的农奴家仆。
§831πολλοῖσι δούλοις τοὔνομ’ αἰσχρόν, ἡ δὲ φρὴν τῶν οὐχὶ δούλων ἐστ’ ἐλευθερωτέρα.
对许多奴隶而言,名声虽是可耻的,但他们的心灵却比那些非奴隶的人更为自由。
§832εἰ δ’ εὐσεβὴς ὢν τοῖσι δυσσεβεστάτοις εἰς ταὔτ’ ἔπρασσον, πῶς τάδ’ ἂν καλῶς ἔχοι;
若我身为虔敬之人,却与最不敬神者落得相同境遇,这怎能算得是好事?
ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον φρονεῖ;
难道至高无上的宙斯对公理竟毫无思虑吗?
§833τίς δ’ οἶδεν εἰ ζῆν τοῦθ’ ὃ κέκληται θανεῖν, τὸ ζῆν δὲ θνήσκειν ἐστί;
谁人知晓,被称作死亡的是否才是生存,而生存其实是死亡?
πλὴν ὅμως βροτῶν νοσοῦσιν οἱ βλέποντες, οἱ δ’ ὀλωλότες οὐδὲν νοσοῦσιν οὐδὲ κέκτηνται κακά.
然而即便如此,在凡人之中,睁眼看世界的人承受着病痛,而逝去的人则既无病痛,亦无灾祸。
§834καὶ γὰρ πέφυκε τοῦτ’ ἐν ἀνθρώπου φύσει· ἢν καὶ δίκῃ θνῄσκῃ τις, οὐχ ἧσσον ποθεῖ πᾶς τις δακρύειν τοὺς προσήκοντας φίλους.
因为这本是人类天性使然:即便某人因罪有应得而死,人人却依然渴望其至亲好友能为其落泪。
§835ὅστις δὲ θνητῶν οἴεται τοὐφ’ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη.
凡人之中,若有人日复一日作恶,却以为能瞒过神明,那他便是心怀恶念,且因这一念头,每当正义女神腾出空闲时,他终将落网。
§836πώγωνα πυρός §837ἰλλάδας §839Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ, ὃ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ, ἢ δ’ ὑγροβόλους σταγόνας νοτίας παραδεξαμένη τίκτει θνητούς, τίκτει βοτάνην φῦλά τε θηρῶν·
火焰之须绳索伟大的大地与宙斯的以太:一者是人类与神明的生父,另一者在接纳了播撒湿气极大的雨滴后,孕育出凡人,孕育出草木与野兽之群。
ὅθεν οὐκ ἀδίκως μήτηρ πάντων νενόμισται.
因此,她被视为万物之母并非毫无道理。
χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πάλιν ἦλθε πόλον· θνήσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλου μορφὴν ἑτέραν ἀπέδειξεν.
而那些从大地诞生之物又退回大地,那些从以太之种萌发之物,则再次归于天之极;凡产生之物没有一个会真正消亡,不过是彼此分离,呈现出另一种形态。
§840λέληθεν οὐδὲν τῶνδέ μ’ ὧν σὺ νουθετεῖς, γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται.
你所规劝我的这些事,无一瞒得过我;但我虽明白道理,我的天性却强迫着我。
§841αἰαῖ, τόδ’ ἥδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
唉,这已然是神明降给人类的灾祸了——当一个人明知何为美善,却不去践行。
§842γνώμης σόφισμα καὶ χέρ’ ἀνδρείαν ἔχων δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.
若拥有心智的谋略与勇敢的手腕,我宁愿面貌丑陋,也不愿金玉其外而内心险恶。
§843ὦ δέσποτ’, οὐδεὶς οἶδεν ἄνθρωπος γεγὼς οὔτ’ εὐτυχοῦς ἀριθμὸν οὔτε δυστυχοῦς.
哦,主人,身为人类,谁也无法看透一个幸运之人或不幸之人的定数。
§844εἰάζων §845ἀπρόσειλος §846Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών §847εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς χεῖρας μύσος §848γαυριᾶν §849ἀκανθώδη ῥάχιν §850ἡ γὰρ τυραννὶς πάντοθεν τοξεύεται δεινοῖς ἔρωσιν, ἧς φυλακτέον πέρι.
高喊着“嗨哟” 阳光不照的埃及托斯,如最广泛流传的传说所播撒的那样,带着五十个儿子,摇着航海之桨,占领了阿耳戈斯…… 因为若是我没有亲手沾染属于自己的污秽…… 骄傲自得多刺的脊椎因为僭主统治从四面八方都会被可怕的欲望射击觊觎,对其必须多加防范。
§852ὅστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει, ὅδ’ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος· ὅστις δὲ τοὺς φύσαντας μὴ τιμᾶν θέλῃ, μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς μήτ’ ἐν θαλάσσῃ κοινόπλουν στέλλοι σκάφος.
在生活中孝敬父母的人,无论生前还是死后,都为神明所钟爱;而那不愿敬重双亲之人,愿他既不要与我一同向神明献祭,也不要与我共乘一船航行海上。
§853τρεῖς εἰσὶν ἀρεταὶ τὰς χρεών σ’ ἀσκεῖν, τέκνον, θεούς τε τιμᾶν τούς τε φύσαντας γονῆς νόμους τε κοινοὺς Ἑλλάδος· καὶ ταῦτα δρῶν κάλλιστον ἕξεις στέφανον εὐκλείας ἀεί.
孩子啊,有三种美德是你应当践行的:敬畏神明、尊崇生育你的父母,以及遵守希腊的共同律法;行此三者,你将永远拥有最美丽的盛名之冕。
§854τὸ μὲν σφαγῆναι δεινόν, εὔκλειαν δ’ ἔχει· τὸ μὴ θανεῖν δὲ δειλόν, ἡδονὴ δ’ ἔνι.
被宰杀虽是可怕的,却伴随着美名;而不去赴死虽是懦弱的,却能享有安乐。
§855ἀναδρομαί §856ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσας κύμασιν στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν ῥανίσι χρόα διανιζόμεναι §857ἔλαφον δ’ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν σφάζειν θυγατέρα
骤然长出翠鸟啊,你们在川流不息的海浪旁啼鸣,洗涤自身时,用羽翼上湿润的水滴浸润着肌肤…… 我将把一只带角的牝鹿交到阿开亚人亲切的手中,他们宰杀它时,会自吹是在宰杀你的女儿。
§858ὦ θερμόβουλον σπλάγχνον §859διαβάλλω §861δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδὸν δήμους τ’ ἔσῳσα καὶ τύραννος ἱζόμην.
哦,热切谋划的心腹我诽谤因为通过展示恒星相反的轨迹,我既拯救了民众,亦登上了僭主之位。
§862ὁθούνεκα ἐν 〈αὐτὸς〉 αὑτῷ πάντα συλλαβὼν ἔχει
因为他自身将万事万物都总括于己身。
§863ἥκει δ’ ἐπ’ ὤμοις ἢ συὸς φέρων βάρος ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος.
他肩上扛着,要么是野猪的重负,要么是那丑陋的猞猁——那难以对付的猛兽,来到了这里。

词汇与语法注释

  1. §822κἀπάται φίλων — φίλων 既可理解为宾格性属格(欺骗朋友),亦可理解为主格性属格(来自朋友的欺骗,即朋友出于好意的善意谎言)。鉴于上下文是在痛苦中抚慰丈夫,此处解释为主格性属格,指朋友们善意的隐瞒,更为合宜。
  2. §833εἰ ζῆν τοῦθ’ ὃ κέκληται θανεῖν — 在由 εἰ(是否)引导的间接疑问句中,关系从句 ὃ κέκληται θανεῖν(被称作死亡的那个事物)作为不定式 ζῆν(是生存)的主格主语。这个著名的残篇以悖论的方式颠倒了生与死的概念。
  3. §839ὃ μὲν... ἢ δ’ — 使用指示代词 ὃ μέν(阳性单数主格)与 ἢ δέ(阴性单数主格,等同于 ἣ δέ)进行的对照。它们对应前文的 Αἰθήρ(阳性)与 Γαῖα(阴性);因此 ὃ μέν 指代“以太”,而 ἢ δέ 指代“大地”。
  4. §840γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται — 分词短语 γνώμην ἔχ电子(拥有理智/判断力)是修饰宾格代词 μέ(我)的一致分词。它被夹在主语 ἡ φύσις(天性)与动词 βιάζεται(强迫)之间,突显了人类即便拥有理性也无法抗拒本能冲动的道德挣扎。
  5. §852μή μοι γένοιτο μήτε συνθύτης — 由希求法动词 γένοιτο(愿不发生)表示的否定愿望。与格 μοι 作为利害与格(“对我而言/愿我不要……”)。这反映了古希腊人对污秽(miasma)传播的恐惧,表达了不愿与不孝之人共同献祭或同船航海的意愿。

引用这一段

欧里庇得斯, 残篇 §822-863. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:822-863

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。