§792φαγέδαιν’ ἀεί μου σάρκα θοινᾶται ποδός
坏疽正不断地吞食着我脚上的肉。
§793μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει· ἐν γῇ δ’ ὁ φόρτος, καὶ πάλιν ναυτίλλεται.
享有好运而留在家中的人是幸福的;然而,货物理当留在陆地上,他却再次出海航行。
§794ὁρᾶτε δ’ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν,
θαυμάζεται δ’ ὁ πλεῖστον ἐν ναοῖς ἔχων
χρυσόν.
你们且看,即便在神明之中,获取利益也是一件美事,而在神庙中拥有最多黄金的人会受到崇敬。
τί δῆτα καὶ σὲ κωλύει 〈λαβεῖν〉
κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς;
既然利益就在眼前,且能让你与神明并驾齐驱,那又有什么能阻碍你去获取它呢?
§795τί δῆτα θάκοις μαντικοῖς ἐνήμενοι
σαφῶς διόμνυσθ’ εἰδέναι τὰ δαιμόνων;
既然如此,你们坐在预言的席位上,为何还要庄严宣誓自己清楚地知晓神明的事物?
οὐ τῶνδε χειρώνακτες ἄνθρωποι λόγων· ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι,
οὐδέν τι μᾶλλον οἶδεν ἢ πείθειν λέγων.
人类并非这些言语的主宰;因为凡是吹嘘自己了解神明的人,除了懂得用言语去说服别人之外,其实一无所知。
§796ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ
αἰσχρὸν σιωπᾶν, βαρβάρους δ’ ἐᾶν λέγειν.
然而,代表全体希腊军队,保持沉默而任由蛮族发言是可耻的。
§797λέξω δ’ ἐγώ, κἄν μου διαφθείρας δοκῇ
λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι· ἀλλ’ ἐξ ἐμοῦ γὰρ τἀμὰ μαθήσῃ κλύων,
ὃ δ’ αὐτὸς αὑτὸν ἐμφανιεῖ σοι λέγων.
我将要说,即便那个企图歪曲我言语的人,似乎因自己的所作所为而行了不义;因为你将从我这里听闻并了解我的事,而他通过自己的发言,也会在你面前暴露无遗。
§798πατρὶς καλῶς πράσσουσα τὸν τυχόντ’ ἀεὶ
μείζω τίθησι, δυστυχοῦσα δ’ ἀσθενῆ.
祖国繁荣时,总能让一个普通人变得更伟大;而祖国不幸时,则会让其变得软弱。
§799ὥσπερ δὲ θνητὸν καὶ τὸ σῶμ’ ἡμῶν ἔφυ,
οὕτω προσήκει μηδὲ τὴν ὀργὴν ἔχειν
ἀθάνατον ὅστις σωφρονεῖν ἐπίσταται.
正如我们的身体天生是会消亡的一样,凡懂得保持克制的人,也不应当让自己的愤怒永远不息。
§800φεῦ, μήποτ’ εἴην ἄλλο πλὴν θεοῖς φίλος
ὡς πᾶν τελοῦσι, κἂν βραδύνωσιν χρόνῳ.
唉,愿我永远只是神明的朋友,因为他们终将成就一切,哪怕在时间上有所延迟。
§801ἀπέπνευσεν αἰῶνα
吐出了最后一口气。
§802αἱρεῖς
你夺取。
§803ἀκριβές §804μοχθηρόν ἐστιν ἀνδρὶ πρεσβύτῃ τέκνα
δίδωσιν ὅστις οὐκέθ’ ὡραῖος γαμεῖ· δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
精确的对于一个不再处于青春年华而结婚的老人来说,生养孩子是一件痛苦的事;因为妻子会成为年迈新郎的女主人。
§805ὦ γῆρας, οἷον τοῖς ἔχουσιν εἶ κακόν.
衰老啊,对于拥有你的人来说,你是何等的灾祸!
§806ἀλλ’ οὔποτ’ αὐτὸς ἀμπλακὼν ἄλλον βροτὸν
παραινέσαιμ’ ἂν παισὶ προσθεῖναι κράτη
πρὶν ἂν κατ’ ὄσσων τυγχάνῃ με καὶ σκότος,
εἰ χρὴ διελθεῖν πρὸς τέκνων νικώμενον.
然而,即便我自己犯了错,我也绝不会建议另一个凡人在黑暗遮蔽我的双眼之前,将权力交托给孩子们,如果一个人真的必须在被子女击败中度过余生。
§807πικρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
年迈的丈夫对年轻的妻子来说是痛苦的。
§808γυνή τε πάντων ἀγριώτατον κακόν.
而女人是所有灾祸中最凶野的。
§809. . . . 〈οἱ〉 πεῖραν οὐ δεδωκότες
μᾶλλον δοκοῦντες ἢ πεφυκότες σοφοί §810μέγιστον ἆρ’ ἦν ἡ φύσις· τὸ γὰρ κακὸν
οὐδεὶς τρέφων εὖ χρηστὸν ἂν θείη ποτέ.
……那些未经受考验、与其说是天生聪慧不如说是看起来聪明的人…… 天性终究是最大的力量;因为无论谁把一个恶劣的东西抚养得多么好,都绝不可能使它变得善良。
§811τἀφ]ανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται.
看不见的事物,凭证据可以合乎情理地予以把握。
§812ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτὴς
καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο
τἀναντί’ ἔγνων συμφορᾶς μιᾶς πέρι.
我已被选为许多争辩的裁判,并见识过证人们针对同一桩事件所作出的许多相互矛盾的争执。
κἀγὼ μὲν οὕτω χὥστις ἔστ’ ἀνὴρ σοφὸς
λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν
σκοπῶν δίαιτάν θ’ ἥντιν’ ἡμερεύεται. . . ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι
τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών.
而我,以及任何聪明的人,都是这样推算真相的:去审视一个人的天性以及他每日所过的是怎样的生活……至于一个乐于与恶人交往的人,我从未多加质问,因为深知他就是和他乐于共处的人一样的人。
§813ὦ πλοῦθ’, ὅσῳ μὲν ῥᾷστον εἶ βάρος φέρειν,
πόνοι δὲ κἀν σοὶ καὶ φθοραὶ πολλαὶ βίου
ἔνεισ’·
财富啊,你是多么容易承受的负担!
ὁ γὰρ πᾶς ἀσθενὴς αἰὼν βροτοῖς.
然而在你的身上,也存在着无数的劳苦和对生命的毁灭;因为凡人的整个人生本就是脆弱的。
§814φθόνον οὐ σέβω,
φθονεῖσθαι δὲ θέλοιμ’ ἂν ἐπ’ ἐσθλοῖς.
我不崇尚嫉妒,但愿因美好的事物而为人所妒。
§815δμωσὶν δ’ ἐμοῖσιν εἶπον ὡς ταυτηρίαις
πυρίδες καὶ διιπετῆ κτεῖναι
我吩咐我的仆人们用贮水罐,并用天降的雨水将火扑灭。
§816καίτοι ποτ’ εἴ τιν’ εἰσίδοιμ’ ἀνὰ πτόλιν
τυφλὸν προηγητῆρος ἐξηρτημένον,
ἀδημονοῦντα συμφοραῖς ἐλοιδόρουν,
ὡς δειλὸς εἴη θάνατον ἐκποδὼν ἔχων.
然而,过去每当我在城里看见哪个瞎子依靠着向导,因自己的不幸而焦虑不安时,我总会责备他,说他明明有死路可退却偏要逃避,真是个懦夫。
καὶ νῦν λόγοισι τοῖς ἐμοῖς ἐναντίως
πέπτωχ’ ὁ τλήμων·
而现在,我这可怜的人竟落入了与我自己的话完全相反的境地!
ὦ φιλόζωοι βροτοί,
οἳ τὴν ἐπιστείχουσαν ἡμέραν ἰδεῖν
ποθεῖτ’ ἔχοντες μυρίων ἄχθος κακῶν.
哦,执着于生命的凡人们啊,你们背负着千万种灾祸的重担,却仍渴望见到来临的一天。
οὕτως ἔρως βροτοῖσιν ἔγκειται βίου· τὸ ζῆν γὰρ ἴσμεν, τοῦ θανεῖν δ’ ἀπειρίᾳ
πᾶς τις φοβεῖται φῶς λιπεῖν τόδ’ ἡλίου.
生命的爱意竟如此根植于凡人心间;因为我们懂得何为生存,却因对死亡一无所知,人人人害怕离开这太阳的光芒。
§817σὺ δ’, ὦ πατρῴα χθὼν ἐμῶν γεννητόρων,
χαῖρ’·
而你,我父母的祖辈土地,再见吧!
ἀνδρὶ γάρ τοι, κἂν ὑπερβάλλῃ κακοῖς,
οὐκ ἔστι τοῦ θρέψαντος ἥδιον πέδον.
因为对于一个人来说,哪怕他正被灾祸压倒,也绝没有比养育他的土地更令人欢悦的了。
§818ἀμνήστευτος γυνή §819Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών,
Ἀγήνορος παῖς, ἦλθε Θηβαίαν χθόνα
Φοῖνιξ πεφυκώς, ἐκ δ’ ἀμείβεται γένος
Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.
未婚的女人昔日,阿革诺耳之子卡德摩斯离开了西顿城,他本是腓尼基人,却来到了忒拜土地,居住在狄耳刻的平原上,从而将自己的族裔改为了希腊人。
ᾗ δ’ ἦλθ’ ἀνάγκῃ πεδία Φοινίκης λιπών,
λέγοιμ’ ἄν.
他是因何种必然不得不离开腓尼基平原的,且听我道来。
ἦσαν τρεῖς Ἀγήνορος κόροι· Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται,
Φοῖνίξ 〈θ’〉, ὅθεν περ τοὔνομ’ ἡ χώρα φέρει,
καὶ Θάσος §821εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ
καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν,
εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα
πῶλον χαλινὸν ἀρτίως δεδεγμένον· νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.
阿革诺耳有三个儿子:基利克斯,基利基亚便是得名于他;腓尼克斯,该国也因他而冠名;以及塔索斯…… 如果今日是我遭受灾祸的第一天,且我并非已经在艰辛中航行了许久,那我像一匹刚刚戴上缰绳、新近套上轭的小马那样拼命挣扎,本是理所当然的;然而现在,我已经对灾祸感到麻木,并且被其驯服了。