§781πυρός τ’ ἐρινὺς ἐν νεκροῖς θερηνυαι
ζῶσ’ ἥδ’ ἀνίησ’ ἀτμὸν ἐμφανῆ.
“火之复仇女神啊,你活在死者之中,释放这显而易见的烟雾吗?
. ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους ν〈έκυν;
…… 我完蛋了;你们不把尸体抬进屋里去吗?
〉
νοεῖς;
你们明白吗?
πόσις μοι πλησίον γαμηλίους
μολπὰς ἀυτεῖ παρθένοις ἡγούμενος.
我的丈夫就在附近,正带领着少女们高唱婚礼之歌。
οὐ θᾶσσον;
还不快点?
οὐ σταλαγμὸν ἐξομόρξετε,
εἴ πού τις ἔστιν αἵματος χαμαὶ πεσών;
如果地上真的落有血滴,你们不把它擦掉吗?
ἐπείγετ’ εἶα, δμωίδες· κρύψω δέ νιν
ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῷ κεῖται πόσει
χρυσός· μόνη δὲ κλῇθρ’ ἐγὼ σφραγίζομαι.
快点,来吧,女仆们;我要把他藏在磨光的房间里,我丈夫的金子就放在那里;唯有我一个人封印着锁。
ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας
καὶ τόνδ’·
美光四射的太阳啊,你如何毁灭了我,也毁灭了这个孩子!
Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῇ,
ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
在凡人中你被正确地称为阿波罗,你知晓神明沉默的名字。
ΧΟΡ. Ὑμὴν Ὑμήν, στρ.
” 歌队:“许门,许门!
τὰν Διὸς οὐρανίαν ἀείδομεν
τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις
γαμήλιον Ἀφροδίταν.
我们歌唱宙斯天上的女儿,爱情的女主人,为少女们准备的婚礼阿芙洛狄忒。
πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω,
Κύπρι θεῶν καλλίστα,
τῷ τε νεόζυγι σῷ
πώλῳ, τὸν ἐν αἰθέρι κρύπτεις
σῶν γάμων γένναν·
女主人,我为你歌唱这些婚礼之歌,神明中最美丽的塞浦路斯,以及你新近套上轭的小马,你将他藏在以太之中,你婚礼的子嗣。
ἃ τὸν μέγαν ἀντ. τᾶσδε πόλεως βασιλῆ νυμφεύεται,
ἀστερωποῖσιν δόμοισιν χρυσέων
ἀρχόν, φίλον Ἀφροδίτᾳ.
她正与这座伟大城邦的国王结婚,在星光闪烁的宫殿中,黄金的统治者,阿芙洛狄忒所爱之人。
ὦ μακάρων βασιλεὺς μείζων ἔτ’ ὄλβον· ὃς θεὰν κηδεύσεις
καὶ μόνος ἀθανάτων
γαμβρὸς δι’ ἀπείρονα γαῖαν
θνατὸς ὑμνήσῃ.
哦,比幸福的神明拥有更大财富的国王;你将与女神联姻,并在凡人中,作为神明唯一的女婿,在无垠的大地上被歌颂。
ΜΕΡ. χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας
γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ στόμα
θεοῖς χορεῦσαι καὶ κυκλώσασθαι δόμους
σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος,
ἀφ’ ἧς γε σώφρων πᾶς ἂν ἄρχεσθαι θέλοι
εὐχὰς πο〈εῖσθαι〉.
” 梅洛普斯:“你走吧,领着这些少女进屋,吩咐我的妻子在所有在场的神明前跳舞,并用庄严的婚礼之歌围绕宫殿,还有赫斯提亚的宝座,凡有理智的人都会希望从那里开始进行祈祷。
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.
…… …… …… …… …… 从我的宫殿走向女神的圣域。
ΘΕΡ. ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα.
” 仆人:“主人,我已从宫殿急匆匆地赶回来了。
οὗ γὰρ σὺ σῴζῃ σεμνὰ θησαυρίσματα
χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης
καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης.
因为在您存放黄金庄严珍宝的地方,从大门的缝隙中,黑色的烟气正从屋顶内部穿过门扉逸出。
προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός,
γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.
我把脸贴过去,却看不见火光,但屋子内部已充满了黑烟。
ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον
δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξῃ πυρὶ· ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.
但请进屋吧,免得赫菲斯托斯将某种愤怒降临府邸,在这最甜蜜的法厄同婚礼中,用火将宫殿付之一炬。
ΜΕΡ.πῶς φής;
” 梅洛普斯:“你说什么?
ὅρα μὴ θυμάτων πυρουμένων
κατ’ οἶκον ἀτμὸν κεῖσ’ ἀποσταλέντ’ ἴδῃς.
留心,免得你看见的是屋里焚烧祭品的烟雾被送到了那里。
ΘΕΡ.ἅπαντα ταῦτ’ ἠθρησεκανπωτουσεχει
ΜΕΡ.οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ;
” 仆人:“我已调查了这一切……” 梅洛普斯:“我的妻子知道这事,还是她一无所知?
ΘΕΡ.θυηπολοῦσα θεοῖς ἐκεῖσ’ ἔχει φρένας.
” 仆人:“她正向神明献祭,心思全在那里。
ΜΕΡ.ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε
ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν.
” 梅洛普斯:“那我就去看看,因为像这样的事情,如果被轻易对待,往往会引来巨大的风暴。
σὺ δ’ ὡς πάρος δέσποινα Δήμητρος κόρη
Ἥφαιστέ τ’ ἔστε πρευμενεῖς δόμοις ἐμοῖς.
而你们,像以前一样,德墨忒尔之女,女主人,以及赫菲斯托斯,请对我的府邸垂青。
ΧΟΡ.τάλαιν’ ἐγώ, τάλαινα, ποῖ πόδα
πτερόεντα καταστάσω;
” 歌队:“可怜的我啊,可怜!
ἀν’ αἰθέρ’;
我该把这双有翼的脚停在何处?
ἢ γᾶς ὑπὸ κεῦθος ἄφαντον
ἐξαμαυρωθῶ;
在以太中?
ἰώ μοί μοι, κακὰ φανήσεται·
还是在大地看不见的深处消逝身影?
βασίλεια τάλαινα παῖς τ’ ἔσω
κρυφαῖος νέκυς.
哀哉,哀哉,灾祸即将显露:可怜的王后和里面的孩子,一个被隐藏的尸体。
ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς
πυριβόλοι πλαγαὶ λέχεα θ’ Ἁλίου.
嗷哆哆,宙斯降下的雷击,喷火的一击,以及太阳的婚榻。
ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν
Ὠκεανοῦ κόρα,
πατρὸς ἴθι πρόσπεσε
γόνυ 〈λι〉ταῖς, σφαγὰς
σφαγὰς οἰκτρά τ’ ἀρκέσαι σᾶς δειρᾶς.
哦,承受了无尽苦难的可怜的俄刻阿诺斯之女,去吧,在父亲的膝下祈求,以避开对你颈项的悲惨屠杀。
ΜΕΡ.ἰώ μοί μοι.
” 梅洛普斯:“哀哉,哀哉!
ΧΟΡ.ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων;
” 歌队:“你们听到主人叹息的开始了吗?
ΜΕΡ. ἰὼ τέκνον.
” 梅洛普斯:“哀哉,我的孩子!
ΧΟΡ. καλεῖ τὸν οὐ κλύοντα δυστυχῆ γόνον
. . . . . . . τῶνὁρᾶν σαφῆ. §782ψυκτήρια
δένδρεα φίλαισιν ὠλέναισι λέξεται.
” 歌队:“他正在呼唤听不见声音的、不幸的子嗣……清晰地看见……” 乘凉的树木,将用友好的双臂将他安顿。
§783χρυσέα βῶλος §784ἐν τοῖσι μώροις τοῦτ’ ἐγὼ κρίνω βροτῶν,
ὅστις τῶν πατέρων παισὶ μὴ φρονοῦσιν εὖ
ἢ καὶ πολίταις παραδίδωσ’ ἐξουσίαν.
黄金之土块在愚蠢的凡人中,我如此判断:那些做父亲的,将权力交给没有头脑的孩子,或者交给市民。
§785μισῶ δὲ. . . . . . ἀγκύλον
τόξον κρανείας, γυμνάσια δ’ οἰχοίατο.
我憎恨山茱萸木制成的弯曲之弓,让体育场毁灭吧。
§786φίλος δέ μοι
ἄλουτος ἐν φάραγξι σήπεται νέκυς.
而我所爱的人那未洗净的尸体,正在峡谷中腐烂。
§787πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως
ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης;
我怎能算是聪明,当我可以无忧无虑地,被列入军队的众多凡人之中,与最聪明的人分享平等的命运?
§788οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ· τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον
τιμῶμεν ἄνδρας τ’ ἐν πόλει νομίζομεν.
因为没有像人类这样生来傲慢的生物;因为对于那些非凡且取得更多成就的人,我们表示敬意,并在城邦中视他们为男子汉。
§789ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν
καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.
因害怕白费了先前劳作的恩惠,眼前的艰辛我也绝不推辞。
§790δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.
然而,外邦人啊,看屋内的情景是令人痛苦的。
§791ἅλις, ὦ βιοτά· πέραινε,
πρίν τινα συντυχίαν
ἢ κτεάτεσσιν ἐμοῖς ἢ σώματι τῷδε γενέσθαι.
够了,生命啊;结束吧,在任何灾祸发生于我的财产或这具身体之前。