§527μόνον δ’ ἂν ἀντὶ χρημάτων οὐκ ἂν λάβοις
γενναιότητα κἀρετήν· καλὸς δέ τις
κἂν ἐκ πενήτων σωμάτων γένοιτο παῖς.
唯独高贵与美德,你无法用金钱换取;但即使从贫穷的身体中,也可能诞生出优秀的子嗣。
§528μισῶ γυναῖκα. . , ἐκ πασῶν δὲ σέ,
ἥτις πονηρὰ τἄργ’ ἔχουσ’ 〈εἶτ’〉 εὖ λέγεις.
我憎恨女人……而在所有女人中我最憎恨你,因为你行径恶劣,却说得冠冕堂皇。
§529ὡς ἡδὺ δούλοις δεσπότας χρηστοὺς λαβεῖν
καὶ δεσπόταισι δοῦλον εὐμενῆ δόμοις.
奴隶能得到善良的主人,主人能在家中得到忠顺的奴隶,这是多么令人欣慰的事。
§530Τελαμὼν δὲ χρυσοῦν αἰετὸν πέλτης ἔπι
πρόβλημα θηρός, βότρυσι δ’ ἔστεψεν κάρα,
Σαλαμῖνα κοσμῶν πατρίδα τὴν εὐάμπελον.
泰拉蒙在轻盾上安置了一只金色的雄鹰,作为抵御猛兽的防备,并用葡萄串装饰头部,以此荣耀他葡萄繁茂的家乡萨拉米斯。
Κύπριδος δὲ μίσημ’, Ἀρκὰς Ἀταλάντη, κύνας
καὶ τόξ’ ἔχουσα, πελέκεως δὲ δίστομον
γένυν ἔπαλλ’ Ἀγκαῖος· οἱ δὲ Θεστίου
παῖδες τὸ λαιὸν ἴχνος ἀνάρβυλοι ποδός,
τὸ δ’ ἐν πεδίλοις, ὡς ἐλαφρίζον γόνυ
ἔχοιεν, ὃς δὴ πᾶσιν Αἰτωλοῖς νόμος.
而阿卡迪亚的阿塔兰特,这位阿佛洛狄忒所憎恶的女子,带着猎犬和弓箭;安开俄斯则挥舞着双刃战斧;泰斯提乌斯的儿子们左脚赤裸不穿鞋,右脚穿着凉鞋,以便膝盖活动轻便,这正是所有埃托利亚人的习俗。
§531σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον
他右手拿起一根沉重如铁的木棒。
§532τοὺς ζῶντας εὖ δρᾶν· κατθανὼν δὲ πᾶς ἀνὴρ
γῆ καὶ σκιά· τὸ μηδὲν εἰς οὐδὲν ῥέπει.
应当善待活着的人;因为任何人死后都只是泥土和影子;虚无倾归于虚无。
§533τερπνὸν τὸ φῶς τόδ’· ὁ δ’ ὑπὸ γῆς Ἅιδου σκότος
οὐδ’ εἰς ὄνειρον ἡδὺς ἀνθρώποις μολεῖν.
这光亮是令人愉悦的;而地底下哈得斯的黑暗,哪怕在梦中,凡人也绝不愿接近。
ἐγὼ μὲν οὖν γεγῶσα τηλικήδ’ ὅμως
ἀπέπτυσ’ αὐτὸ κοὔποτ’ εὔχομαι θανεῖν.
因此,我虽已达如此高龄,却依然唾弃它,绝不祈求死亡。
§534τὸ μὲν γὰρ· ἐν φῶ, τὸ δὲ κάτω σκότος κακόν.
因为活在光亮中是(美好的),而地下的黑暗则是灾祸。
§535ὁρᾷς σὺ νῦν δή μ’ ὡς ἐπράυνας, τύχη.
命运啊,你现在确实看到你如何使我温顺了下来。
§536φεῦ, τὰ τῶν εὐδαιμονούντων ὡς τάχιστα στρέφει θεός.
哀哉,神明竟如此迅速地颠覆了幸福之人的境遇。
§537εἰς ἀνδροβρῶτας ἡδονὰς ἀφίξεται
κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας.
他将用红色的双颊撕裂梅拉尼波斯的头颅,从而达到食人的快感。
§540οὐρὰν δ’ ὑπίλασ’ ὑπὸ λεοντόπουν βάσιν
καθίζετο. . §541ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδῳ
ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.
它将尾巴夹在狮足般的底座下,蹲坐着…… 而我们把波吕波斯之子按倒在地上,挖出他的眼睛,毁灭他的双眸。
§542οὔτοι νόμισμα λευκὸς ἄργυρος μόνον
καὶ χρυσός ἐστιν, ἀλλὰ κἀρετὴ βροτοῖς
νόμισμα κεῖται πᾶσιν, ᾗ χρῆσθαι χρεών.
白银与黄金绝非唯一的货币,美德同样被确立为所有凡人必须使用的通用法度。
§543μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή· ἴσην γὰρ ἀνδρὶ συμφορὰν εἶναι λέγω
τέκνων θ’ ἁμαρτεῖν καὶ πάτρας καὶ χρημάτων
ἀλόχου τε κεδνῆς, ὡς μόνον τῶν χρημάτων
ἢ κρεῖσσόν ἐστιν ἀνδρί, σώφρον’ ἢν λάβῃ.
对男人而言,孩子和妻子是极大的主权(负担);因为我说,失去孩子、祖国、财富和贤惠的妻子,对男人而言是同等的灾难,而如果他娶到了一位通情达理的妻子,她便是财产中唯一的、甚至更好的财富。
§544ἄλλως δὲ πάντων δυσμαχώτατον γυνή.
另一方面,女人是所有事物中最难对付的。
§545πᾶσα γὰρ δούλη πέφυκεν ἀνδρὸς ἡ σώφρων γυνή· ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόνθ’ ὑπερφρονεῖ.
因为凡是明理的妻子,天生都是丈夫的顺从者;而不明理的妻子,则会因愚蠢而蔑视与她共同生活的人。
§546πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος,
κἂν ὁ κάκιστος
γήμῃ τὴν εὐδοκιμοῦσαν.
因为任何妻子都逊于她的丈夫,即使最差劲的男人娶了声誉极佳的女人。
§547ἑνὸς 〈δ’〉 ἔρωτος ὄντος οὐ μί’ ἡδονή· οἳ μὲν κακῶν ἐρῶσιν, οἳ δὲ τῶν καλῶν.
虽然爱只有一种,但其带来的快乐却不尽相同;有人爱恶劣之物,有人则爱美好之物。
§548νοῦν χρὴ θεᾶσθαι, νοῦν·
应当看重智慧,智慧!
τί τῆς εὐμορφίας
ὄφελος, ὅταν τις μὴ φρένας καλὰς ἔχῃ;
当一个人没有善良的心灵时,美丽的容貌又有什么用处?
§549ἀλλ’ ἦμαρ 〈ἕν〉 τοι μεταβολὰς πολλὰς ἔχει.
然而,仅仅一天之内就会发生许多变化。
§550ἐκ τῶν ἀέλπτων ἡ χαρὰ μείζων βροτοῖς
[φανεῖσα μᾶλλον ἢ τὸ προσδοκώμενον].
对凡人而言,意料之外的喜悦比预料之中的喜悦显得更加巨大。
§551φθόνος δ’ ὁ πολλῶν φρένα διαφθείρων βροτῶν
ἀπώλεσ’ αὐτὸν κἀμὲ συνδιώλεσεν.
那败坏众多凡人心智的嫉妒,毁灭了他,也连带毁灭了我。
§552πότερα γενέσθαι δῆτα χρησιμώτερον
συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ;
究竟是成为聪明却胆怯的人更有用,还是成为大胆却无知的人更有用?
τὸ μὲν γὰρ αὐτῶν σκαιόν, ἀλλ’ ἀμύνεται,
τὸ δ’ ἡσυχαῖον ἀργόν· ἐν δ’ ἀμφοῖν νόσος.
因为后者虽然愚蠢但能自卫,而前者虽然安静却无所作为;两者皆有弊病。
§553ἐκμαρτυρεῖν γὰρ ἄνδρα τὰς αὑτοῦ τύχας
εἰς πάντας ἀμαθές, τὸ δ’ ἐπικρύπτεσθαι σοφόν.
因为向所有人展示自己的命运是愚蠢的,而将其隐瞒起来则是明智的。
§554πολλάς γ’ ὁ δαίμων τοῦ βίου μεταστάσεις
ἔδωκεν ἡμῖν μεταβολάς τε τῆς τύχης.
神明赋予了我们许多生命的转变和命运的起伏。
§555οὐ δῆκταί πως κύνες οἱ θεοί,
ἀλλ’ ἡ Δίκη γὰρ καὶ διὰ σκότου βλέπει.
神明绝非咬人的恶犬,因为正义即使在黑暗中也能洞察一切。
§556ἀηδόνα §557ἄναρθρος §558ΔΙΟΜ. Ὦ γῆς πατρῴας χαῖρε φίλτατον πέδον
Καλυδῶνος, ἔνθεν αἷμα συγγενὲς φυγὼν
Τυδεύς, τόκος μὲν Οἰνέως, πατὴρ δ’ ἐμός,
ᾢκησεν Ἄργος;
夜莺(单数对格)无关节的(言语不分明的)迪奥墨德斯:噢,我祖辈土地中最亲爱的卡吕冬平原,我父亲、俄纽斯之子泰丢斯因逃避同族血债而离开了这里,定居于阿格斯。
παῖδα δ’ Ἀδράστου λαβὼν
συνῆψε γένναν
他娶了阿德拉斯托斯的女儿,延续了我们的血脉。
§559ἐγὼ δὲ πατρὸς αἷμ’ ἐτιμωρησάμην
σὺν τοῖς ἐφηβήσασι τῶν ὀλωλότων
而我与那些已逝者的成年子嗣一同,为父亲的血仇进行了复仇。
§560ἀλλ’ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις.
但是,人各有志,各有所乐。
§561. . . . . σὺ δὲ τρέφοντά 〈νιν〉 τρέφεις;
……而你却在赡养那赡养着他的人吗?
§562πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν
κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν
ἐγὼ ἐτετάγμην, ἆθλα κοσσάβων διδούς.
他们用巴克科斯(酒)的密集箭矢射击老人的头;而我被指派去为射中者戴上花冠,并发放科塔博斯游戏的奖品。
§563σχολὴ μὲν οὐχί, τῷ δὲ δυστυχοῦντί πως
τερπνὸν τὸ λέξαι κἀποκλαύσασθαι πάλιν.
虽然并无闲暇,但对于不幸的人来说,诉说并再次痛哭,在某种程度上也是一种慰藉。