§497τείσασθε τήνδε· καὶ γὰρ ἐντεῦθεν νοσεῖ
τὰ τῶν γυναικῶν·
惩罚这个女人吧;因为女人的事态正是由此败坏的。
οἳ μὲν ἢ παίδων πέρι
ἢ συγγενείας εἵνεκ’ οὐκ ἀπώλεσαν
κακὴν λαβόντες·
有些人或是为了孩子,或是因为亲属关系,娶了恶妻却不予消灭。
εἶτα τοῦτο τἄδικον
πολλαῖς ὑπερρύηκε καὶ χωρεῖ πρόσω,
ὥστ’ ἐξίτηλος ἁρετὴ καθίσταται.
接着,这种不义蔓延到许多女人身上并向前发展,以至于美德渐渐消逝。
§498πλὴν τῆς τεκούσης θῆλυ πᾶν μισῶ γένος.
除了生我的母亲,我憎恨整个女性种族。
§499μάτην ἄρ’ εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος
ψάλλει, κενὸν τόξευμα, καὶ κακῶς λέγει· αἳ δ’ εἶσ’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω.
因此,男人对女人的指责是徒然弹奏的虚无之箭,纯属恶言;但我说,她们比男性更好。
§500ὅστις δ’ ἄμεικτον πατέρ’ ἔχει νεανίας
στυγνόν τ’ ἐν οἴκοις, μεγάλα κέκτηται κακά.
若一个青年在家里有一个不苟言笑且阴郁的父亲,那他便承受着极大的不幸。
§501γάμους δ’ ὅσοι σπεύδουσι μὴ πεπρωμένους,
μάτην πονοῦσιν· ἡ δὲ τῷ χρεὼν πόσει
μένουσα κἀσπούδαστος ἦλθεν εἰς δόμους.
凡是急于追求非命中注定婚姻的人,都是徒劳地辛苦;而那为命中注定的丈夫而等待的女子,即使不作追求,也会来到夫家。
§502ὅσοι γαμοῦσι δ’ ἢ γένει κρείσσους γάμους
ἢ πολλὰ χρήματ’, οὐκ ἐπίστανται γαμεῖν· τὰ τῆς γυναικὸς γὰρ κρατοῦντ’ ἐν δώμασιν
δουλοῖ τὸν ἄνδρα, κοὐκέτ’ ἔστ’ ἐλεύθερος.
凡是因门第显赫或贪图巨额财富而结婚的人,都不懂如何结婚;因为妻子在馆舍中支配一切的产业,使丈夫沦为奴隶,他便不再自由。
πλοῦτος δ’ ἐπακτὸς ἐκ γυναικείων γάμων
ἀνόνητος· αἱ γὰρ διαλύσεις 〈οὐ〉 ῥᾴδιαι.
从妻方婚姻中带来的财富是无益的,因为解除婚约绝非易事。
§503μετρίων λέκτρων, μετρίων δὲ γάμων
μετὰ σωφροσύνης
κῦρσαι θνητοῖσιν ἄριστον.
凡人若能伴随着节制,获得适度的床笫与适度的婚姻,便是最好的。
§504ὦ τέκνον, ἀνθρώποισιν ἔστιν οἷς βίος
ὁ μικρὸς εὔκρας ἐγένεθ’, οἷς δ’ ὄγκος κακόν.
噢,孩子,对某些人来说,微薄的生活变得调和适度,而对另一些人来说,虚张声势则是一种祸害。
§505τὰ προσπεσόντα δ’ ὅστις εὖ φέρει βροτῶν,
ἄριστος εἶναι σωφρονεῖν τ’ ἐμοὶ δοκεῖ.
凡人之中,谁能很好地承受降临在身上的遭遇,在我看来便是最优秀且最明智的。
§506δοκεῖτε πηδᾶν τἀδικήματ’ εἰς θεοὺς
πτεροῖσι, κἄπειτ’ ἐν Διὸς δέλτου πτυχαῖς
γράφειν τιν’ αὐτά, Ζῆνα δ’ εἰσορῶντά νιν
θνητοῖς δικάζειν;
你们以为不义之举会插上翅膀飞向诸神,然后有人将其记录在宙斯法板的折页中,而宙斯看着它们来审判凡人吗?
οὐδ’ ὁ πᾶς ἂν οὐρανὸς
Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας
ἐξαρκέσειεν οὐδ’ ἐκεῖνος ἂν σκοπῶν
πέμπειν ἑκάστῳ ζημίαν· ἀλλ’ ἡ Δίκη
ἐνταῦθά ποὔστιν ἐγγύς, εἰ βούλεσθ’ ὁρᾶν.
即便宙斯记下凡人的罪行,整个天空也无法容纳,他也不可能看着它们给每个人降下惩罚;但是正义就在这附近的某处,只要你们愿意看见。
§507τί τοὺς θανόντας οὐκ ἐᾷς τεθνηκέναι
καὶ τἀκχυθέντα συλλέγεις ἀλγήματα;
你为何不让死者安息,却要收集那已泼洒出来的痛苦?
§508παλαιὸς αἶνος· ἔργα μὲν νεωτέρων,
βουλαὶ δ’ ἔχουσι τῶν γεραιτέρων κράτος.
古老的谚语:年轻人的事在行动,年长者的主张则掌握着力量。
§509τί δ’ ἄλλο;
还有什么呢?
φωνὴ καὶ σκιὰ γέρων ἀνήρ.
老人不过是声音和影子。
§510παπαῖ, νέος καὶ σκαιὸς οἷός ἐστ’ ἀνήρ.
唉,年轻而愚笨的男人是何等模样啊。
§511δοῦλον γὰρ ἐσθλὸν τοὔνομ’ οὐ διαφθερεῖ,
πολλοὶ δ’ ἀμείνους εἰσὶ τῶν ἐλευθέρων.
因为一个高贵的奴隶不会被其名字所败坏,许多奴隶比自由人还要优秀。
§512ἀργὸς πολίτης κεῖνος, ὡς κακός γ’ ἀνήρ.
那个游手好闲的公民,真是一个坏人。
§513ἴσως ἀλάστορ’ οὐκ ἐτόλμησεν κτανεῖν.
或许他不敢杀死复仇之神。
§515Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς
ἐν ἀντιπόρθμοις πεδί’ ἔχουσ’ εὐδαίμονα· Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας,
Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ,
Λήδας ὅμαιμον, Θεστίου δὲ παρθένον.
此地即是卡吕冬,拥有与佩洛普斯之地隔海相对的富庶平原;波尔塔翁之子俄纽斯统治着这片埃托利亚土地,他曾娶了勒达的同胞姐妹、塞斯提乌斯的女儿阿尔泰亚。
§516Οἰνεύς ποτ’ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς §517Μελέαγρε, μελέαν γάρ ποτ’ ἀγρεύεις ἄγραν §518καὶ κτῆμα δ’, ὦ τεκοῦσα, κάλλιστον τόδε,
πλούτου δὲ κρεῖσσον· τοῦ μὲν ὠκεῖα πτέρυξ,
παῖδες δὲ χρηστοί, κἂν θάνωσι, δώμασιν
καλόν τι θησαύρισμα τοῖς τεκοῦσί τε
ἀνάθημα βιότου κοὔποτ’ ἐκλείπει δόμους.
俄纽斯曾从土地中收获了丰饶的庄稼,在祭祀献上初熟之物时…… 梅列阿格,因为你曾进行了一场凄惨的狩猎…… 母亲啊,这也是最美丽的财富,甚至胜过金钱;财富拥有飞快的翅膀,但优秀的子孙即使死去,对家庭和生身父母而言也是一份美好的珍藏、生命的献礼,永不离开家园。
§519δειλοὶ γὰρ ἄνδρες οὐκ ἔχουσιν ἐν μάχῃ
ἀριθμόν, ἀλλ’ ἄπεισι κἂν παρῶσ’ ὅμως.
因为懦弱的人在战斗中算不上数,即使他们在场,也形同缺席。
§520ἡγησάμην οὖν, εἰ παραζεύξειέ τις
χρηστῷ πονηρὸν λέκτρον, οὐκ ἂν εὐτεκνεῖν,
ἐσθλοῖν δ’ ἀπ’ ἀμφοῖν ἐσθλὸν ἂν φῦναι γόνον.
因此我认为,若有人将恶劣的配偶与优秀的配偶结合,便不会育出优秀的子女;但若双方皆优秀,则必会诞生高贵的后代。
§521ἔνδον μένουσαν τὴν γυναῖκ’ εἶναι χρεὼν
ἐσθλήν, θύρασι δ’ ἀξίαν τοῦ μηδενός.
留在室内的女人应当是优秀的,而在门外的女人则一无是处。
§522εἰ κερκίδων μὲν ἀνδράσιν μέλοι πόνος,
γυναιξὶ δ’ ὅπλων ἐμπέσοιεν ἡδοναί· ἐκ τῆς ἐπιστήμης γὰρ ἐκπεπτωκότες
κεῖνοί τ’ ἂν οὐδὲν εἶεν οὔθ’ ἡμεῖς ἔτι.
如果男人们去操心织梭的劳作,而女人们则沉溺于武器的乐趣;因为一旦偏离了各自的本分,他们将变得一无是处,我们也同样不再复存。
§523κερκίδος ἀοιδοῦ μελέτας §524ἡ γὰρ Κύπρις πέφυκε τῷ σκότῳ φίλη,
τὸ φῶς δ’ ἀνάγκην προστίθησι σωφρονεῖν.
歌唱之织梭的营生因为塞浦路斯女神(阿佛洛狄忒)天生喜爱黑暗,而光亮则迫使人们保持克制。
§525εἰ δ’ εἰς γάμους ἔλθοιμ’, ὃ μὴ τύχοι ποτέ,
τῶν ἐν δόμοισιν ἡμερευουσῶν ἀεὶ
βελτίον’ ἂν τέκοιμι λήμασιν τέκνα· ἐκ γὰρ πατρὸς καὶ μητρὸς ὅστις ἐκπονεῖ
σκληρὰς διαίτας οἱ γόνοι βελτίονες.
但若我步入婚姻(但愿这永远不要发生),我所生养之子嗣在气概上必会优于那些整日待在屋内的女人;因为从共同经受艰苦生活的父母那里,诞生出的后代更加优秀。
§526τό τοι κράτιστον, κἂν γονῇ κακός τις ᾖ,
τοῦτ’ ἔστιν ἀρετή· τὸ δ’ ὄνομ’ οὐ διαφθερεῖ.
的确,最优秀的事物,纵然有人出身卑微,那便是美德;而那(出身的)名声绝不会将其败坏。