§449ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους
τὸν φύντα θρηνεῖν εἰς ὅσ’ ἔρχεται κακά,
τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
因为我们本应当聚集在一起,为新生儿叹息他所要面临的诸多灾祸;而对那死去并免除劳苦的人,我们则应当欢欣鼓舞、齐声祝颂地送他出家门。
§450εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς
ἐν τοῖσιν οὐκέτ’ οὖσιν, οὐδὲν ἂν σθένοι.
因为如果他居住在地下,处于那些已不在人世的人中间,他就不会有任何力量。
§451εἰ γάρ σ’ ἔμελλεν, ὡς σὺ φής, κτείνειν πόσις,
χρῆν καὶ σὲ μέλλειν, ὡς χόλος παρήλυθεν.
因为如果正如你所说,你的丈夫曾要杀你,那么既然愤怒已经过去,你也应当等待。
§452ἐκεῖνο γὰρ πέπονθ’ ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι.
因为我经历着所有凡人都在经历的事:我并不以最爱自己为耻。
§453στρ. Εἰρήνα βαθύπλουτε καὶ
καλλίστα μακάρων θεῶν,
ζῆλός μοι σέθεν ὡς χρονίζεις.
[正旋舞歌]极度富裕、在幸福的神灵中最美丽的和平啊,我渴望着你,你是多么地迟延!
δέδοικα δὲ μὴ πρὶν πόνοις
ὑπερβάλῃ με γῆρας,
πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν
καὶ καλλιχόρους ἀοιδὰς
φιλοστεφάνους τε κώμους.
我担心衰老会在劳苦中先将我压倒,在我能亲眼看见你那迷人的季节、那伴随着美妙舞蹈的歌声以及喜爱花冠的狂欢游行之前。
ἴθι μοι, πότνα, πόλιν.
来吧,尊贵的女神,来到我的城邦。
ἀντ. τὰν δ’ ἐχθρὰν στάσιν εἶργ’ ἀπ’ οἴκῶν τὰν μαινομέναν τ’ ἔριν
θηκτῷ τερπομέναν σιδάρῳ.
[反旋舞歌]请将仇恨的内讧和那沉溺于锋利铁器的狂乱争斗,阻挡在我们的家门之外。
§454τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν
οὐδ’ ἀνδρὸς ἐστερήμεθ’, ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον.
在凡人中,并非只有我的孩子们死去了,也并非只有我失去了丈夫,而是有无数的女人像我一样,尝尽了同样的生活。
§455καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα
Νιόβης θανόντα Λοξίου τοξεύμασιν
连尼俄伯自己的十四个儿女,也死在洛克西阿斯的箭下。
§456ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι
πληγήν
确实,我给你这记代价更高的打击。
§457αἰδὼς ἐν ὀφθαλμοῖσι γίγνεται, τέκνον.
孩子啊,羞耻之心生于双眼之中。
§458αἱ τύχαι δέ με
μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα
σοφὴν ἔθηκαν.
但命运以我最亲爱的人为代价,使我变得睿智。
§459κέρδη τοιαῦτα χρή τινα κτᾶσθαι βροτῶν,
ἐφ’ οἶσι μέλλει μήποθ’ ὕστερον στένειν.
凡人应当获取这样一些利益,使其以后绝不会为此叹息。
§460λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι· εἰ δ’ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς
κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε· γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.
陷入某种可耻的毁灭是痛苦的;但如果真发生了,就必须隐瞒好,将其遮掩而不向所有人宣扬;因为这类事情会成为仇敌的笑柄。
§461οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν,
αἰσχρόν τε μοχθεῖν μὴ θέλειν νεανίαν.
不付出劳苦原你就无法获得幸福,而一个年轻人不愿劳作则是可耻的。
§462ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν
ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
我深知且极有经验:所有人都是富有者的朋友。
§463οὐ γάρ ποτ’ ἄνδρα τὸν σοφὸν γυναικὶ χρὴ
δοῦναι χαλινοὺς οὐδ’ ἀφέντ’ ἐᾶν κρατεῖν· πιστὸν γὰρ οὐδέν ἐστιν·
因为智者绝不应当把缰绳交给女人,也不应当放任她让她统治;因为没有什么可信赖的。
εἰ δέ τις κυρεῖ
γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.
但如果有人碰巧得到了一个贤惠的妻子,他虽得到了一个祸害,却仍是幸运的。
§464γαμεῖτε νῦν, γαμεῖτε, κᾆτα θνῄσκετε
ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.
现在结婚吧,结婚吧,然后死于妻子的毒药或阴谋之中。
§465〈Ἅιδης〉 κρινεῖ ταῦτ’.
哈得斯将裁决这些事。
§466ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω;
我难道要为了取悦你,而杀掉你的孩子吗?
§467τί γὰρ ποθεῖ τράπεζα;
因为餐桌上缺什么呢?
τῷ δ’ οὐ βρίθεται;
它又没有因什么而沉甸甸呢?
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα.
它满是海中的美味,且有小牛的嫩肉、小羊的盛宴,还有浸透了黄褐色翅膀蜜蜂所产蜂蜜的各种烤制和拍打制成的糕饼,极其丰盛。
§468τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
至于其他的事,在杯盏轮流传递中尽情欢乐吧。
§469νόμος δὲ 〈δείπνου〉 λείψαν’ ἐκβάλλειν κυσίν.
将宴席的残羹剩饭扔给狗是规矩。
§470πρὶν ἂν. . ἐκφλῆναί με καὶ μαθεῖν λόγον §471ἀλλ’ ὦ Κρῆτες, Ἴδης τέκνα §472Φοινικογενοῦς [παῖ τῆς Τυρίας] τέκνον Εὐρώπης
καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων
Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών,
οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς
στεγανοὺς παρέχει Χαλύβῳ πελέκει
καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσ’
ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου.
直到……我倾诉并得知真相可是,克里特人啊,伊达之子啊腓尼基所生欧罗巴与伟大宙斯之子,拥有百城之克里特的统治者:我已到来,离开了那神圣的殿堂,那里的本地生丝杉木梁,被哈吕布斯人的铁斧砍伐,与牛皮胶粘合,形成了严密无缝、滴水不漏的屋顶。
ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ
Διὸς Ἰδαίου μύστης γενόμην,
καὶ νυκτιπόλου Ζαγρέως βροντὰς
τοὺς ὠμοφάγους δαίτας τελέσας
μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν
καὶ κουρήτων
βάκχος ἐκλήθην ὁσιωθείς.
自成为伊达山宙斯的秘仪启动者以来,我过着纯洁的生活,举行了夜行萨格柔斯的雷鸣仪式,完成了吃生肉的宴祭,并为山之母高举火炬,从而获得圣化,被称为库雷特斯人的巴克科斯。
πάλλευκα δ’ ἔχων εἵματα φεύγω
γένεσίν τε βροτῶν καὶ νεκροθήκης
οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων
βρῶσιν ἐδεστῶν πεφύλαγμαι.
我身着纯白之衣,避开凡人的诞生,亦不临近坟墓,并严防食用带有生命的食物。
§473φαῦλον ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν,
πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
σοφίαν, λέσχης ἀτρίβωνα
质朴而不加修饰,但极其善良,在行动中体现所有的智慧,不擅长闲谈。
§474πόνος γάρ, ὡς λέγουσιν, εὐκλείας πατήρ.
因为正如人们所说,劳苦是美名的父亲。
§475τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν.
不去说必然性的枷锁有多么沉重。
§476Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός
密细亚土地的帖乌特拉尼亚领域。
§480Ζεὺς ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ
狂喜狂乱宙斯,无论这宙斯是谁,因为除了传闻之外我对一无所知。
§481Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο,
Ἕλλην’ ἔτικτεν
宙斯,正如真理所说的那样,生下了赫楞。
§482ἢ πρῶτα μὲν τὰ θεῖα προυμαντεύσατο
χρησμοῖσι σαφέσιν ἀστέρων ἐπ’ ἀντολαῖς
或者首先通过关于星辰升起的清晰神谕,预言了神圣的事物。
§483Aristophanes Lysistr. 1124:
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι· αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω· τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
πολλοὺς ἀκούσασ’ οὐ μεμούσωμαι κἀκῶς.
我虽是个女人,但心里却有智慧;我自己的见识也并不差;听过父亲和长辈们的许多教诲,我并非没有受到良好的教育。