§414φειδώμεθ’ ἀνδρῶν εὐγενῶν, φειδώμεθα,
κακοὺς δ’ ἀποπτύωμεν, ὥσπερ ἄξιοι.
让我们重用高贵的人吧,让我们重用他们,而对那些恶人,我们要像他们配得的那样唾弃。
§415ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά,
τοῖς δ’ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν.
女王啊,许多人都有灾祸,但对一些人来说灾祸刚刚停止,对另一些人来说则有来临的危险。
κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
θνητῶν τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,
τῶν δὲ φθίνει τε καὶ θερίζεται πάλιν.
因为大地的丰产植物和凡人的世代有着相同的循环;一些人的生命在增长,另一些人的生命则在衰退并再次被收割。
§416πολλοί γε θνητῶν τῷ θράσει τὰς συμφορὰς
ζητοῦσ’ ἀμαυροῦν κἀποκρύπτεσθαι κακά.
许多凡人确实企图用强悍来掩盖自己的不幸,并隐藏自己的罪恶。
§417κέκτησο δ’ ὀρθῶς ἂν ἔχῃς ἄνευ ψόγου,
κἂν σμικρὰ σῴζου, τοὔνδικον σέβουσ’ ἀεί,
μὴ δ’ ὡς κακὸς ναύκληρος εὖ πράξας ποτὲ
ζητῶν τὰ πλείον’, εἶτα πάντ’ ἀπώλεσεν.
正直地拥有你那没有污点所获得的财产,即使微少也要守住它,时刻敬重正义,不要像一个愚蠢的船主,曾经顺风顺水,却因追求更多而最终失去了一切。
§418γίγνωσκε τἀνθρώπεια μηδ’ ὑπερμέτρως
ἄλγει· κακοῖς γὰρ οὐ σὺ πρόσκεισαι μόνη.
理解人世的事务,不要过度悲伤;因为并非只有你一个人遭受灾祸。
§419βίᾳ νυν ἕλκετ’ ὦ κακοὶ τιμὰς βροτοί,
καὶ κτᾶσθε πλοῦτον πάντοθεν θηρώμενοι,
σύμμικτα μὴ δίκαια καὶ δίκαι’ ὁμοῦ· ἔπειτ’ ἀμᾶσθε τῶνδε δύστηνον θέρος.
恶劣的凡人们啊,现在用暴力去夺取名望吧,从四面八方去搜刮并获取财富吧,将不义与正义之物混杂在一起;然后去收割这些东西的悲惨收获吧。
§420ὁρᾷς τυράννους διὰ μακρῶν ηὐξημένους,
ὡς μικρὰ τὰ σφάλλοντα, καὶ μί’ ἡμέρα
τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δ’ ἦρ’ ἄνω.
你看到那些长期以来变得强大的僭主们,使他们跌倒的事物是多么微小,而仅仅一天就能将一些人从高处拉下,将另一些人提升上去。
ὑπόπτερος δ’ ὁ πλοῦτος· οἷς γὰρ ἦν ποτε,
ἐξ ἐλπίδων πίπτοντας ὑπτίους ὁρῶ.
财富是有翅膀的;因为那些曾经拥有它的人,我看到他们从希望中跌落,仰面朝天。
§421κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος §422πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστα Θεσσαλῶν §423. . δ’ ἄρα §424Φλεγύαντος υἱέ, δέσποτ’ Ἰξίων. . §425ὅστις γὰρ ἀστῶν πλέον ἔχειν πέφυκ’ ἀνήρ,
[οὐδὲν φρονεῖ δίκαιον οὐδὲ βούλεται]
φίλοις τ’ ἄμικτός ἐστι καὶ πάσῃ πόλει.
在空旷的洞穴中,没有灯光,像野兽一样,独自一人许多人在场,但塞萨利亚人那些不可信的…… ……确实如此弗勒古阿斯之子,主人伊克西翁啊…… 因为任何一个天生想要比市民获得更多的男人,[既不考虑也不向往任何正义的事],都会与朋友以及整个城邦不和。
§426τά τοι μέγιστα πάντ’ ἀπείργασται βροτοῖς
τόλμ’ ὥστε νικᾶν· οὔτε γὰρ τυραννίδες
χωρὶς πόνου γένοιντ’ ἂν οὔτ’ οἶκος μέγας.
对于凡人来说,所有最伟大的事情都是通过夺取胜利的大胆而完成的;因为没有劳苦,既不会产生僭主统治,也不会产生伟大的家族。
§428οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν
νοσοῦσ’ ὁμοίως τοῖς ἄγαν θηρωμένοις.
因为在人类中过度逃避塞浦路斯女神的人,与那些过度追求她的人一样,都是病态的。
§429ἀντὶ πυρὸς γὰρ ἄλλο πῦρ
μεῖζον ἐβλάστομεν γυναῖκες
πολὺ δυσμαχώτερον.
因为我们女人作为另一种更大的火,代替了原来的火而出生,要难对付得多。
§430ἔχω δὲ τόλμης καὶ θράσους διδάσκαλον
ἐν τοῖς ἀμηχάνοισιν εὐπορώτατον,
Ἔρωτα, πάντων δυσμαχώτατον θεόν.
我有一个教导大胆与无畏的老师,在束手无策的境地中最有办法的人,那便是埃罗斯,所有神灵中最难对付的神。
§431Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται
οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω
ψυχὰς χαράσσει κἀπὶ πόντον ἔρχεται· καὶ τόνδ’ ἀπείργειν οὐδ’ ὁ παγκρατὴς σθένει
Ζεύς, ἀλλ’ ὑπείκει καὶ θέλων ἐγκλίνεται.
因为埃罗斯不仅侵袭男人,也不仅侵袭女人,而且还伤害天上神灵的灵魂,并来到海上;要阻挡这位神灵,即使是全能的宙斯也无能为力,反而要屈服并心甘愿地低头。
§432αὐτός τι νῦν δρῶν εἶτα δαίμονας κάλει· τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
现在你自己先行动起来,然后再呼唤神灵;因为神灵也会帮助努力工作的人。
§433ἔγωγε φημὶ καὶ νόμον γε μὴ σέβειν
ἐν τοῖσι δεινοῖς τῶν ἀναγκαίων πλέον.
我认为,在危急关头,人们不应该把法律看得比不可避免的需要更重要。
§434οὐ γὰρ κατ’ εὐσέβειαν αἱ θνητῶν τύχαι,
τολμήμασιν δὲ καὶ χερῶν ὑπερβολαῖς
ἁλίσκεταί τε πάντα καὶ θηρεύεται.
因为凡人的命运并不取决于虔敬,而是通过大胆的尝试和双手的非凡力量,一切事物才被捕获和猎取。
§435τί δ’ ἢν λυθείς με διαβάλῃς, παθεῖν σε δεῖ;
但如果释放后你诽谤我,你必须承受什么惩罚?
§436ὦ πότνι’ αἰδώς, εἴθε τοῖς πᾶσιν βροτοῖς
συνοῦσα τἀναίσχυντον ἐξῃροῦ φρενῶν.
噢,庄严的羞耻心啊,但愿你能与所有的凡人同在,将不要脸从他们的心中拔除。
§437ὁρῶ δὲ τοῖς πολλοῖσιν ἀνθρώποις ἐγὼ
τίκτουσαν ὕβριν τὴν πάροιθ’ εὐπραξίαν.
我看到对于许多人来说,先前的繁荣孕育了傲慢。
§438ὕβριν τε τίκτει πλοῦτος ἢ φειδὼ βίου.
财富或对生活的吝啬孕育了傲慢。
§439φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ’ ἀνθρώποις ἔχειν
φωνήν, ἵν’ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν.
唉,唉,事物本身对人没有声音,这样那些善于辞令的人就将一无是处。
νῦν δ’ εὐτρόχοισι στόμασι τἀληθέστατα
κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν.
但如今他们用圆滑的口舌掩盖最真实的真相,使得本该被看作的事物不被看作。
§440Θησεῦ, παραινῶ σοὶ τὸ λῷστον, εἰ φρονεῖς,
γυναικὶ πείθου μηδὲ τἀληθῆ κλύων.
忒修斯啊,如果你有理智,我给你最好的建议:不要相信女人,即使你听到的是真话。
§441χρόνος διέρπων πάντ’ ἀληθεύειν φιλεῖ.
悄悄流逝的时间总是喜欢证明一切都是真实的。
§442. . πρὸς ἵππων εὐθὺς ὁρμήσας στάσιν §443ὦ λαμπρὸς αἰθὴρ ἡμέρας θ’ ἁγνὸν φάος,
ὡς ἡδὺ λεύσσειν τοῖς τε πράσσουσιν καλῶς
καὶ τοῖσι δυστυχοῦσιν, ὧν πέφυκ’ ἐγώ.
……立刻急忙朝马匹的马厩走去…… 噢,灿烂的以太和一日的纯洁之光,无论对于处境顺利的人,还是对于不幸的人(我就是其中之一),能看到你都是多么甜美。
§444ὦ δαῖμον, ὡς οὐκ ἔστ’ ἀποστροφὴ βροτοῖς
τῶν ἐμφύτων τε καὶ θεηλάτων κακῶν.
噢,神明啊,凡人是多么无法逃脱与生俱来和神明所降的灾祸。
§445ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί.
但确实,神灵们并没有公正地裁决这些事情。
§446ὦ μάκαρ, οἵας ἔλαχες τιμάς,
Ἱππόλυθ’ ἥρως, διὰ σωφροσύνην· οὔποτε θνητοῖς
ἀρετῆς ἄλλη δύναμις μείζων· ἦλθε γὰρ ἢ πρόσθ’ ἢ μετόπισθεν
τῆς εὐσεβίας χάρις ἐσθλή.
噢,幸福的人啊,英雄希波吕托斯,因为你的克制,你获得了怎样的荣耀;对凡人来说,绝没有比德行更大的力量;因为虔敬的高贵恩惠,无论在先还是在后,总会到来。