Humanitext Reader

欧里庇得斯 · 残篇 §43-81

论奴隶本性、悲哀与命运逆转的残篇

第 2 段,共 35 段 · 希腊语

内容简介

本章节包含欧里庇得斯失传悲剧的残篇,涉及对奴隶本性、高贵出身与财富的对比、弑母悲剧、中伤的危害、人类局限性及命运逆转等方面的哲学反思和戏剧对话片段。

§43παλαιὰ καινοῖς δακρύοις οὐ χρὴ στένειν.
不应以新泪去哀悼旧痛。
§44〈Α.〉 οἶδ’· ἀλλὰ κάμπτειν τῷ χρόνῳ λύπας χρεών.
<A.>我知道;但必须随着时间去消解悲伤。
〈Β.〉 χρῆν· τοῦτο δ’ εἰπεῖν ῥᾷον ἢ φέρειν κακά.
<Ph.>本该如此;但说这话比承受苦难要容易。
§45ὥστ’ οὔτις ἀνδρῶν εἰς ἅπαντ’ εὐδαιμονεῖ.
因此,没有人在一切事上都是幸福的。
§46πάντων τὸ θανεῖν· τὸ δὲ κοινὸν ἄχος μετρίως ἀλγεῖν σοφία μελετᾷ.
死亡是人人的归宿;而对于共同的悲哀,智慧致力于适度地悲伤。
§47ὅθεν δὲ νικᾶν χρῆν σε, δυστυχεῖς, ἄναξ· ὅθεν δέ σ’ οὐ χρῆν, εὐτυχεῖς.
大王,在您本该获胜的地方,您是不幸的;在您不该获胜的地方,您却是幸运的。
δούλοισι γὰρ τοῖς σοῖσι νικᾷς, τοῖς δ’ ἐλευθέροισιν οὔ.
因为您是靠您的奴隶获胜,而不是靠自由人。
§48σοφὸς μὲν οὖν εἶ, Πρίαμ’, ὅμως δέ σοι λέγω· δούλου φρονοῦντος μᾶλλον ἢ φρονεῖν χρεὼν οὐκ ἔστιν ἄχθος μεῖζον οὐδὲ δώμασιν κτῆσις κακίων οὐδ’ ἀνωφελεστέρα.
普里阿摩斯啊,你确实是明智的,但我还是要告诉你:对于一个家庭来说,没有比一个想得比该想的还要多的奴隶更大的负担,也没有比这更糟糕、更无用的财产了。
§49ἤλεγχον· οὕτω γὰρ κακὸν δούλων γένος· γαστὴρ ἅπαντα, τοὐπίσω δ’ οὐδὲν σκοπεῖ.
我查验过了;奴隶这种族真是如此恶劣:全是肚子,对身后的事一无所虑。
§50δούλων ὅσοι φιλοῦσι δεσποτῶν γένος, πρὸς τῶν ὁμοίων πόλεμον αἴρονται μέγαν.
凡是爱戴主人家族的奴隶,都会与同类发起巨大的战争。
§51δούλους γὰρ οὐ καλὸν πεπᾶσθαι κρείσσονας τῶν δεσποτῶν.
因为拥有比主人更优秀的奴隶并不是一件好事。
§52περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ βρότειον εὐλογήσομεν.
如果我们要颂扬人类的高贵出身,那话语便是多余的。
τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα, διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς, ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν.
因为古时,当我们最初诞生、孕育我们的土地区分凡人时,大地为所有人培育了相似的外貌。
ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές·
我们并无任何独占之物;高贵与卑贱皆源于同一次诞生。
νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος.
但时间因习俗而使其变得令人自夸。
τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.
神所赐予的智慧与通达才是高贵,而非财富。
§53οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια, παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν.
恶人之中并无高贵出身,它只存在于善人之中。
§54κακόν τι παίδευμ’ ἦν ἄρ’ εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί· πενία δὲ δύστηνον μέν, ἀλλ’ ὅμως τρέφει μοχθεῖν τ’ ἀμείνω τέκνα καὶ δραστήρια.
财富与过度奢华,对人类而言竟是培养男子气概的糟糕教化;而贫穷虽使人不幸,却仍能把孩子培养得更善于劳作且更有作为。
§55ἄδικον ὁ πλοῦτος, πολλὰ δ’ οὐκ ὀρθῶς ποεῖ.
财富是不义的,它做了许多不公正的事。
§56ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν· ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.
大王,中伤对人类而言是可怕的祸害;一个不善言辞的人往往因此受制,即使说的是公道话,得到的也少于能言善辩之人。
§57ὦ παγκάκιστοι καὶ τὸ δοῦλον οὐ λόγῳ ἔχοντες, ἀλλὰ τῇ τύχῃ κεκτημένοι §58οἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον φρενῶν, ἥ τοῖσιν ἄλλοις γίγνεται σωτηρία.
极其邪恶的人啊,你们并非在言辞上、而是在命运中拥有这奴隶的身份哀哉,我将因我心思的有用而死,而这本是旁人的救星。
§59ἐκ τῶν ὁμοίων οἱ κακοὶ γαμοῦσ’ ἀεί.
恶人总是与同类结婚。
§60χρόνος δὲ δείξει 〈σ’〉· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σ’ ἢ κακόν.
时间会昭示你;通过这证据,我将得知你是善良还是邪恶。
§61μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δ’ ὄνησιν οὐ σοφόν.
我憎恨言语上聪明、在实用上却不聪明的人。
§62Ἑκάβη, τὸ θεῖον ὡς ἄελπτον ἔρχεται θνητοῖσιν, ἕλκει δ’ οὔποτ’ ἐκ ταὐτοῦ τύχας.
赫卡柏啊,神意降临于凡人是多么出人意料,它绝不从同一个源头抽取命运。
§63ἄρρητος κόρη §65ἥκω δ’ ἀτενὴς ἀπ’ οἴκων §66οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει;
不可言说的少女我目不转睛地从家里走来姑娘们,难道你们连城里发生的这些事都不知道吗?
§67ὁ φόβος, ὅταν τις αἵματος μέλλῃ πέρι λέγειν καταστὰς εἰς ἀγῶν’ ἐναντίον, τό τε στόμ’ εἰς ἔκπληξιν ἀνθρώπων ἄγει τὸν νοῦν τ’ ἀπείργει μὴ λέγειν ἃ βούλεται.
当一个面对面参与对决、将要就血案进行自白时,恐惧会让人的口呆若木鸡,并阻碍心灵去说出它想说的话。
τῷ μὲν γὰρ ἔνι κίνδυνος, ὃ δ’ ἀθῷος μένει.
因为对一方有危险,而另一方却安然无恙。
ὅμως δ’ ἀγῶνα τόνδε δεῖ μ’ ὑπεκδραμεῖν· ψυχὴν γὰρ ἆθλα κειμένην ἐμὴν ὁρῶ.
但即便如此,我必须渡过这场决斗;因为我看到我的生命被置为赌注。
§68〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
<A.>我杀了我的母亲,简而言之。
〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών;
<Ph.>是你自愿、她也同意,还是她不情愿、你也不情意?
§69μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας πατήρ, ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών.
最主要的是,父亲在登车前往底比斯时对我的叮嘱驱使着我。
§70ὃς Οἰδίπουν ἀπώλεσ’, Οἰδίπους δ’ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.
……他毁灭了俄狄浦斯,而俄狄浦斯又毁灭了我,将那黄金项链带到了阿耳戈斯城。
§71αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο
母亲啊,因为他洗净了您的血。
§72χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοὶ γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός.
愿你安好,老人家;你把女儿嫁给我,你便将被视作我的岳父,也是我的父亲与救星。
§73ἀργαίνειν §74φίλαι φίλαι, πρόβατε, μόλε τις ὧδε· ποδαπὸς ὁ ξένος Κορινθίοις ἔμολεν ἀγχίαλος;
变白亲爱的朋友们,亲爱的朋友们,向前走,来人到这里:这异乡人是从哪个国家,来到这临海的科林斯人身边的?
§75ὦ παῖ Κρέοντος, ὡς ἀληθὲς ἦν ἄρα, ἐσθλῶν ἀπ’ ἀνδρῶν ἐσθλὰ γίγνεσθαι τέκνα, κακῶν δ’ ὅμοια τῇ φύσει τῇ τοῦ πατρός.
克瑞翁的孩子啊,原来这是多么真实:优秀的男子生出优秀的儿女,而恶劣的男子生出的孩子则与其父亲的天性相似。
§76ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα.
你们看,那统治者如今像个无子嗣的老人般逃亡;凡人绝不可心高气傲。
§77ἀπαιώνιστον §78γυναῖκα καὶ ὠφελίαν καὶ νόσον ἀνδρὶ φέρειν μεγίσταν ἐδίδαξα τὠμῷ λόγῳ.
未唱凯歌的、不幸的女人给男人既带来最大的益处,也带来最大的祸害,我在我的论说中对此予以阐明。
§79βροτοῖς τὰ μείζω τῶν μέσων τίκτει νόσους· θεῶν δὲ θνητοὺς κόσμον οὐ πρέπει φέρειν.
对凡人而言,超越适度之大事会催生灾祸;凡人不配穿戴神明的装饰。
§80φεῦ 〈φεῦ〉, τὰ μεγάλα μεγάλα καὶ πάσχει κακά.
哀哉,伟大之物亦承受巨大的灾祸。
§81ταπεινὰ γὰρ χρὴ τοὺς κακῶς πεπραγότας λέγειν, ἐς ὄγκον δ’ οὐκ ἄνω βλέπειν τύχης.
因为遭遇不幸的人应当言辞谦卑,而不应仰望命运那傲慢的高处。

词汇与语法注释

  1. §44κάμπτειν — 不定式 κάμπτειν(弯曲、缓解)作为无人称形容词 χρεών(必须、应当,省略了 ἐστί)的补足语,其逻辑主语为泛指的“人”(“人应当随时间消解悲伤”)。
  2. §46πάντων τὸ θανεῖν — 省略了存在动词 ἐστί,属格 πάντων 作为表语性属格(所有属格),表示“属于所有人(的命运)”(“死亡是人人的归宿”)。
  3. §48δούλου φρονοῦντος — 这是由比较级 μεῖζον(更大的)所支配的比较属格,意为“没有比……(这样的奴隶)更大的负担”。分词 φρονοῦντος 修饰名词 δούλου。
  4. §67μὴ λέγειν — 这是在表示阻碍或拒绝的动词 ἀπείργει(阻碍)之后,带有冗余否定词 μή 的不定式结构。字面意思是“阻碍心灵不显露其所想”,在翻译中通常作肯定处理,即“阻碍心灵说出其所想”。
  5. §68ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών — 这是一个极其精炼的并置(多格交叉)结构。前半句 ἑκὼν ἑκοῦσαν 是主格阳性 ἑκών(自愿地,修饰主语动作)与宾格阴性 ἑκοῦσαν(同意地,修饰宾语母亲状态)的并置;后半句亦同,将“不情愿的母亲”(宾格 οὐ θέλουσαν)与“不情愿的主角”(主格 οὐχ ἑκών)并列。

引用这一段

欧里庇得斯, 残篇 §43-81. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:43-81

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。