§1ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα
πόλει ξενοῦσθαι τῇδε;
我们该说你离开了什么土地,\n才在这座城市里做客?
τίς πάτρας ὅρος;
祖国的边界在哪里?
τίς ἔσθ’ ὁ φύσας;
\n生身父亲是谁?
τοῦ κεκήρυξαι πατρός;
你被宣布是谁的儿子?
§2τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν;
\n 在你出生第十天,母亲给你起了什么名字?
§3δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι.
\n 面对懦弱的主人,女人们总是口出狂言。
§4πέφυκε γάρ πως παισὶ πολέμιον γυνὴ
τοῖς πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί.
\n 因为与第二任丈夫结合的女人,\n不知怎的就会对前夫的孩子们怀有敌意。
§5εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται σοι κακά.
\n 如果你不留神舌头,你将会遭遇不幸。
§6τί γὰρ πατρῴας ἀνδρὶ φίλτερον χθονός;
\n 对男人来说,有什么比祖国的土地更亲切呢?
§7κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς
ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.
\n 相比于财富与深耕的土地,\n与公正善良之人交往更为优胜。
§8ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.
\n 受一位优秀人物的统治也是美好的。
§9ἦ που κρεῖσσον τῆς εὐγενίας
τὸ καλῶς πράσσειν.
\n 的确,生活过得好,比\n高贵出身更为优胜。
§10κατθανεῖν δ’ ὀφείλεται
καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.
\n 即使是坐在家里、\n远离苦难的人,也注定要面对死亡。
§11ἔστι καὶ πταίσαντ’ ἀρετὰν
ἀποδείξασθαι θανάτῳ.
\n 即使是跌倒过的人,\n也有可能通过死亡展现出美德。
§12Πάνακτος §13ἀντραῖος §14Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός,
τοῦ δ’ Αἴολος παῖς, Αἰόλου δὲ Σίσυφος
Ἀθάμας τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς
θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα.
\n 帕纳克托斯的\n 居住在洞穴的\n 因为据说赫楞由宙斯所生,\n其子为埃俄罗斯,而埃俄罗斯之子为西西弗斯、\n阿塔马斯、克雷修斯,以及在阿尔斐俄斯河水流之上、\n因神发狂而投掷火光的萨尔摩纽斯。
§15ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος· πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ,
τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.
\n 我愿见到他们男系后代中的男子:\n首先是配得上统治的容貌;\n因为这是人生中所具有的最大美德,\n即身体拥有对美事物的配得。
§16λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν τε συλλόγοις,
μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο,
ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ.
\n 在阿瑞斯的枪林弹雨与集会中皆表现耀眼,\n愿他们不要对我耍弄聪明与狡诈,\n而是能为城邦所需的大事出谋划策。
§17ἆρ’ ἔτυμον φάτιν ἔγνων,
Αἴολε, σ’ εὐνάζειν τέκνα φίλτατα;
\n 埃俄罗斯,我听说的是真话吗? 你\n让你最亲爱的孩子们同床共枕?
§18δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.
\n 只能猜测,姑娘们;但我无法道出真相。
§19τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;
\n 如果做事的人不觉得可耻,那有什么是可耻的呢?
§20μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
\n 不要谈论财富;我不会崇敬一个\n连最恶劣的人也能轻易获得的虚神。
§21δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας
λαὸς πολιτεύοιτο πλουσίων ἄτερ;
\n 如果所有穷人都没有富人而治理国家,\n你们以为还能居住在这片土地上吗?
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς.
\n好事与坏事不可能分开存在,\n而是有一种混合,从而保持良好状态。
ἃ μὴ γὰρ ἔστι τῷ πένητι πλούσιος
δίδωσ’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα,
τοῖσιν πένησι χρώμενοι τιμώμεθα.
\n因为穷人所没有的,富人\n给予;而我们富人所不拥有的,\n通过任用穷人而使我们获得尊荣。
§22τὴν δ’ εὐγένειαν πρὸς θεῶν μή μοι λέγε,
ἐν χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ·
\n 凭着诸神起誓,别跟我谈论高贵出身,\n这在于财富;父亲,请不要自夸。
κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει·
\n因为它是循环运转的:有人拥有,有人失去。
κοινοῖσι δ’ αὐτοῖς χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις
χρόνον συνοικῇ πλεῖστον, οὗτος εὐγενής.
\n我们共同使用它们;而在谁的家中\n共处时间最长的,谁就是高贵者。
§23ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.
\n 老年让库普里斯(阿芙洛狄忒)靠边站,\n而阿芙洛狄忒也厌恶老人。
§24κακὸν γυναῖκα πρὸς νέαν ζεῦξαι νέον· μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει,
θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας.
\n 把年轻女子与年轻男子结合是糟糕的;\n因为男性的力量能保持得更久,\n而女性的青春流逝得更快。
§25φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει· γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος
καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα· νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.
\n 唉,古老的箴言说得多好啊:\n我们老人除了空洞的声音\n和躯壳外什么都不是,如同梦境的仿制品般游走;\n并没有智慧,我们却自以为深谋远虑。
§26τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι ποικίλα· τέρπει τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς.
\n 阿芙洛狄忒身上有许多多变的面貌:\n她最能带给凡人快乐,也最能带来痛苦。
τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής.
\n愿我在她和善的时候遇见她。
§27ἡ βραχύ τοι σθένος ἀνέρος· ἀλλὰ
ποικιλίᾳ πραπίδων
δεινὰ μὲν φῦλα πόντου
χθονίων τ’ ἀερίων τε
δάμναται παιδεύματα.
\n 的确,人的力量微不足道;但\n凭着心思的巧妙,\n海洋中可怕的族群、\n陆地与天空的造物,\n皆被征服。
§28παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
\n 孩子们,在简短的话语中\n能精妙地概括诸多长篇大论的,才是智者。
§29σιγᾶν φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν
πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος
μήτε ξυνείην, ὅστις αὐτάρκη φρονεῖν
πέποιθε δούλους τοὺς φίλους ἡγούμενος.
\n 智者在步入社交时\n保持沉默更为上策;但愿我既不与这样的人为友,\n也不与其共处:他深信自己足以独立思考,\n而将朋友视作奴隶。
§30ἀλλ ὅμως
οἰκτρός τις αἰὼν πατρίδος ἐκλιπεῖν ὅρους.
\n 尽管如此,\n离开祖国疆界流亡是可悲的人生。
§31ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται,
κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς.
\n 因为立即顺从愤怒的人\n结局凄惨;愤怒最容易使凡人犯错。
§32κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν.
\n 恶因导致恶果。
§33οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς;
\n 哀哉,谁不知道因祸难而痛苦?
τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ;
\n听闻这些,谁能不流下眼泪?
§34γλυκεῖα γάρ μοι φροντὶς οὐδαμῇ βίου.
\n 因为我对生活已无处抱有甜蜜的眷恋。
§35αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν,
τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.
\n 始终是一种灾祸在存活,另一种在消逝,\n而另一种又重新从头出现。
§36γυναῖκα δ’ ὅστις παύσεται λέγων κακῶς,
δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.
\n 停止贬低女性的人\n终将被称作可悲而愚蠢的人。
§37μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας
ὅστις φέρει κάλλιστ’ ἀνὴρ οὗτος σοφός.
\n 劳苦是不可避免的;而对于诸神带来的命运\n能承受得最体面的人,这人才是智者。
§38τὰ πόλλ’ ἀνάγκη διαφέρει τολμήματα.
\n 迫于无奈,必须承受许多大胆的劫难。