§293τιμή σ’ ἐπαίρει τῶν πέλας μεῖζον φρονεῖν.
荣誉使你高傲,使你自负得超越邻人。
θνήσκοιμ’ ἄν· οὐ γὰρ ἄξιον λεύσσειν φάος
κακοὺς ὁρῶντας ἐκδίκως τιμωμένους.
我宁愿死去;因为看着恶人不正当地获得尊荣,不值得再活在光明之中。
§294φθονοῦσιν αὐτοὶ χείρονες πεφυκότες· εἰς τἀπίσημα δ’ ὁ φθόνος πηδᾶν φιλεῖ.
他们自己天生较为低劣,因而产生嫉妒;而嫉妒总是喜欢跳向显赫的事物。
§295ἤδη γὰρ εἶδον καὶ δίκης παραστάτας
ἐσθλοὺς πονηρῷ τῷ φθόνῳ νικωμένους.
因为我已经看到,连正义的优秀维护者也被邪恶的嫉妒所击败。
§296ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε,
κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ· φιλεῖ δὲ θοὑμόφυλον ἀνθρώπους ἄγειν.
善良的人绝不憎恨善良的人,而恶人则在享乐中与恶人结为一体;同类总是喜欢吸引人们。
§297ὡς ἔμφυτος μὲν πᾶσιν ἀνθρώποις κάκη· ὅστις δὲ πλεῖστον μισθὸν εἰς χεῖρας λαβὼν
κακὸς γένηται, τῷδε συγγνώμη μὲν οὔ,
πλείω δὲ μισθὸν μείζονος τόλμης ἔχων
τὸν τῶν ψεγόντων ῥᾷον ἂν φέροι λόγον.
既然恶德对所有人而言都是天生的;但若有人在手中接过了极大的赏赐后变坏,这人是不配得到宽恕的,然而,因更大的胆量而获得更多的赏赐,他能更容易地忍受指责者的言语。
§298οὐκ ἂν γένοιτο τραῦμ’, ἐάν τις ἐγξέσῃ
θάμνοις ἑλείοις, οὐδ’ ἂν ἐκ μητρὸς κακῆς
ἐσθλοὶ γένοιντο παῖδες εἰς ἀλκὴν δορός.
削刮沼泽的灌木不会产生伤口,恶毒的母亲也无法生出在枪矛武勇上杰出的孩子。
§299πρὸς τὴν ἀνάγκην πάντα τἄλλ’ ἔστ’ ἀσθενῆ.
面对必然,所有其他一切都是软弱的。
§300οἴμοι·
唉!
τί δ’ οἴμοι;
但为何要叹息?
θνητά τοι πεπόνθαμεν.
我们所经历的不过是凡人之事。
§301ὁρᾷς δ’ ἀέλπτους μυρίων ἀναστροφάς· πολλοὶ μὲν οἶδμα διέφυγον θαλάσσιον,
πολλοὶ δὲ λόγχαις πολεμίων ἀμείνονες
ἥσσους γεγῶτες κρείσσον’ ἦλθον εἰς τύχην.
你看到了无数人意想不到的命运逆转;许多人确实逃过了海上的风浪,而许多人在面对敌人的长枪时本更优秀却沦为弱者,最终却走向了更好的命运。
§302θάρσος δὲ πρὸς τὰς συμφορὰς μέγα σθένει.
面对灾祸的勇气具有巨大的力量。
§303οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον
βέβαιον εἰκάσαι χρεών,
οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς
χρόνος δικαίους ἐπάγων κανόνας
δείκνυσιν ἀνθρώπων κακότητας ἐμοί.
绝不该认为恶人的好运以及他们傲慢的财富是稳固的,不义之人的后代也是如此;因为不曾由任何人所生的时间,带来了公正的尺度,向我昭示了人们的邪恶。
§304ποῦ δή τὸ σαφὲς θνατοῖσι βιοτᾶς;
凡人的生活中究竟何处有确定性?
θοαῖσι μὲν ναυσὶ πόρον πνοαὶ κατὰ βένθος ἅλιον
ἰθύνουσι· τύχας δὲ θνητῶν
τὸ μὲν μέγ’ εἰς οὐδὲν ὁ πολὺς χρόνος
μεθίστησι, τὸ δὲ μεῖον αὔξων
微风引导着快船穿过海洋深处的航路;但凡人的命运却被漫长的时光所改变,它将伟大的事物化为虚无,又使微小的事物成长。
§305καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων
στὰς ἐν μέσοισιν εἶπε κηρύκων. . §306ἄγ’, ὦ φίλον μοι Πηγάσου πτερόν.
他站在达那奥斯人居所那光滑的丘冢中间,说道,传令官们的…… 来吧,哦,我心爱的珀伽索斯之翼。
. §307ἴθι χρυσοχάλιν’ αἴρων πτέρυγας
去吧,展翅高飞,佩戴着黄金缰绳。
§308πάρες, ὦ σκιερὰ φυλλάς, ὑπερβῶ· κρηναῖα νάπη· τὸν ὑπὲρ κεφαλῆς
αἰθέρ’ ἰδέσθαι σπεύδω, τίν’ ἔχει
στάσιν Εἰνοδία.
让路吧,哦,荫蔽的树叶,好让我越过去;泉水汇聚的山谷啊;我急于看清头顶上方的苍穹,看那行路女神处于何种位置。
§309ἔπτησσ’ ὑπείκων μᾶλλον, εἰ μᾶλλον θέλοι
如果他更希望如此,我便更顺从地畏缩。
§310κομίζετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.
把这个不幸的人抬进去。
§311ἦσθ’ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ’ ἦσθ’, ἀεὶ
ξένοις τ’ ἐπήρκεις οὐδ’ ἔκαμνες εἰς φίλους.
你在世时对神明虔诚,总是扶助宾客,对朋友也从未感到厌倦。
§312ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
他已进入宙斯的战车之下,传递着雷电。
§313δούλῳ γὰρ οὐχ οἷόν τε τἀληθῆ λέγειν,
εἰ δεσπόταισι μὴ πρέποντα τυγχάνοι.
因为如果真话对主人来说不合时宜,奴隶就无法说出真相。
§314ἁγνίσαι §315ἀτρεκήσασα §316γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε,
καλὸν δὲ πόντου χεῦμ’ ἰδεῖν εὐήνεμον,
γῆ τ’ ἠρινὸν θάλλουσα πλούσιόν θ’ ὕδωρ,
πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν· ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν
ὡς τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις
παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.
净化确切查明后妇人啊,这太阳的光芒确实美丽,看见平静的海面亦是美丽,还有春天绽放的大地与丰沛的水源,我可以对许多美好的事物述说赞词;但对于那些没有子嗣、深受渴望折磨的人来说,没有什么能比在自家殿堂中看到新生儿的绽放更为璀璨、更美妙。
§317καὶ νῦν παραινῶ πᾶσι τοῖς νεωτέροις
μὴ πρὸς τὸ γῆρας ἀναβολὰς ποιουμένους
σχολῇ τεκνοῦσθαι παῖδας· οὐ γὰρ ἡδονή,
γυναικί τ’ ἐχθρὸν χρῆμα πρεσβύτης ἀνήρ· ἀλλ’ ὡς τάχιστα.
现在我劝告所有年轻人,不要拖延到老年,慢慢地繁衍子嗣;因为这毫无乐趣,年老的丈夫对妻子而言是件可憎的事;而应尽早生育。
καὶ γὰρ ἐκτροφαὶ καλαὶ
καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.
因为育儿之事是美好的,而一个与年轻父亲共同年轻成长的孩子是令人愉悦的。
§318γυνὴ γὰρ ἐξελθοῦσα πατρῴων δόμων
οὐ τῶν τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους· τὸ δ’ ἄρσεν ἕστηκ’ ἐν δόμοις ἀεὶ γένος
θεῶν πατρῴων καὶ τάφων τιμάορον.
因为女子一旦走出父家,便不再属于生养她的父母,而是属于婚姻的床榻;但男性子嗣则始终立于殿堂之中,是祖先神明与坟墓的守护者。
§319συμμαρτυρῶ σοι· πανταχοῦ λελείμμεθα
πᾶσαι γυναῖκες ἀρσένων ἀεὶ δίχα.
我赞同你;在任何地方,我们所有女性总是与男性相隔离、被抛在后面。
§320οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα
οὔτ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.
没有任何城墙、财富或其他任何事物像女人一样难以防范。
§321ἦν γάρ τις αἶνος, ὡς γυναιξὶ μὲν τέχναι
μέλουσι, λόγχῃ δ’ ἄνδρες εὐστοχώτεροι.
因为曾有这样一句俗谚:女子长于心计,而男子在枪矛上更为精准。
εἰ γὰρ δόλοισιν ἦν τὸ νικητήριον,
ἡμεῖς ἂν ἀνδρῶν εἴχομεν τυραννίδα.
因为如果是以阴谋诡计来决定胜负,我们早就统治男人了。
§322ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ· φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα,
φεύγει δὲ μόχθους.
因为爱天生是闲散的,也因这些事而生;它钟爱镜子与将头发染成金色,却逃避劳苦。
ἓν δέ μοι τεκμήριον· οὐδεὶς προσαιτῶν βίοτον ἠράσθη βροτῶν,
ἐν τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.
我这儿有一个证据:没有一个乞讨生计的凡人坠入爱河,而这位神明只在富有的人中展现青春。
§323τάχ’ ἂν πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς
πηδῶν ἀθύροι καὶ φιλημάτων ὄχλῳ
ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς
φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.
也许他会跳到我的怀抱和胸前嬉戏,用连串的亲吻夺走我的心;父亲啊,因为这些,即相处相伴,对凡人而言是最大的媚药。
§324ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι.
哦,黄金啊,凡人最美丽的馈赠,因为母亲不曾拥有如此的快乐,子嗣对于人们、亲爱的父亲也不曾拥有,唯有你以及在殿堂中拥有你的人才能享有。
εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν τρέφειν.
如果塞浦路斯女神的眼中也含着这般神采,难怪她会抚育出无数的爱欲。