§241ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.
但我愿为你的头部戴上花冠。
§242φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς
ἀνὴρ στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν.
而这亦能带来不小的益处:一个高贵的男子担任将军,并拥有显赫的名声。
§243ὀλίγον ἄλκιμον δόρυ
κρεῖσσον στρατηγοῦ μυρίου στρατεύματος.
少数英勇的矛枪,胜过率领万军的将军。
§244ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.
因为少数优秀的人,胜过众多卑劣的人。
§245ἓν δέ σοι μόνον προφωνῶ, μὴ ἐπὶ δουλείαν ποτὲ
ζῶν ἑκὼν ἔλθῃς παρὸν σοὶ κατθανεῖν ἐλευθέρῳ.
但我只预先警告你一件事:在你可以作为自由人死去时,绝不要在活着的时候自愿陷入奴役。
§246νεανίας τε καὶ πένης σοφός θ’ ἅμα· ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως.
年轻、贫穷,而同时又聪慧:当这些汇聚于一身,便值得深思。
§247τί δ’ οὐκ ἂν εἴη χρηστὸς ὄλβιος γεγώς;
既然已经变得富足,他怎能不成为一个优秀的人呢?
§248οὐκ ἔστι πενίας ἱερὸν αἰσχίστης θεοῦ.
并不存在贫穷这尊最可耻女神的神殿。
μισῶ γὰρ ὄντως οἵτινες φρονοῦσι μέν,
φρονοῦσι δ’ οὐδὲν ὥς γε χρημάτων ὕπερ.
我实在憎恨那些虽有智慧、却只在金钱之事上动心思的人。
§249μὴ πλούσιον θῇς· ἐνδεέστερος γὰρ ὢν
ταπεινὸς ἔσται·
不要让他富有;因为若他更为匮乏,他便会变得卑微。
κεῖνο δ’ ἰσχύει μέγα,
πλοῦτος λαβών 〈τε〉 τοῦτον εὐγενὴς ἀνήρ.
然而,若是一个高贵的男子获得了这笔财富,那将具有伟大的力量。
§250τυραννίδ’ ἥ θεῶν δευτέρα νομίζεται· τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει.
僭主统治被视为仅次于神明之物;因为除了无法免于死亡,它拥有其他一切。
§251κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον
τρέφειν ἐν οἴκοις ἀσφαλὲς τοῖς σώφροσιν.
因为对于克己持重之人而言,在自己家中收留比自己更强大的人——无论是奴隶还是自由人——都是不安全的。
§252ἐκ τῶν δικαίων γὰρ νόμοι τ’ αὐξήματα
μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις. .
因为法度与对人类而言的一切伟大昌盛,皆源自正义。
τάδ’ ἐστὶ χρήματ’, ἤν τις εὐσεβῇ θεόν.
……若人敬畏神明,这些便是真正的财富。
§253ἀπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν
εὖ δεινόν ἐστιν, εἰ φέρει τινα βλάβην.
话很简单,不要花言巧语;因为若是带来伤害,善辩便是件可怕的事。
§254πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί.
“孩子啊,神明让凡人屡遭挫折。
τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.
”“你说了最轻巧的话:去归咎于神明。
§255δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτὲ
καὶ τὴν Δίκην που μάκρ’ ἀπῳκίσθαι βροτῶν·
” 你以为你终能战胜神明的智慧,以为正义定居在远离凡人的某处吗?
ἢ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾷ
ὃν χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ
ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.
但她就在近旁,虽不被看见却洞察一切,且深知该惩罚何人;只是你不知道,她何时会突然降临,将恶人赶尽杀绝。
§256μακάριος ὅστις νοῦν ἔχων τιμᾷ θεὸν
καὶ κέρδος αὐτῷ τοῦτο ποιεῖται μέγα.
心怀理智而敬畏神明、并将此视为自身莫大裨益的人是有福的。
§257πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν
ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς χρωμένοις.
极大的愤怒与愚昧毁灭了许多凡人,这对使用者而言乃是双重的祸害。
§258τῷ γὰρ βιαίῳ κἀγρίῳ τὸ μαλθακὸν
εἰς ταὐτὸν ἐλθὸν τοῦ λίαν παρείλετο.
因为当温和与狂暴蛮横融于一体时,便能消除那过激的部分。
§259ὀργῇ δὲ φαύλῃ πόλλ’ ἔνεστ’ ἀσχήμονα.
卑劣的愤怒中,包含着诸多丑陋之事。
§260ἔπαυσ’ ὁδουροὺς λυμεῶνας
我铲除了那些在道路上为非作歹的强盗。
§261ἔσῳσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες
τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν.
我救了那个身为奴隶的女人;因为凡人中的弱者往往乐于臣服于强者。
§262πάλαι σκοποῦμαι τὰς τύχας τῶν βροτῶν
ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν σφαλῇ
εἰς ὀρθὸν ἔστη χώ πρὶν εὐτυχῶν πίτνει.
我早已观察着凡人的运势如何奇妙地转换:跌倒者得以立起,而昔日顺遂者则会坠落。
§263ἔστι καὶ παρὰ δάκρυσι
κείμενον ἡδὺ βροτοῖς, ὅταν
ἄνδρα φίλον στενάχῃ τις ἐν οἴκῳ.
即便在泪水之中,凡人亦有甘甜依存,那是当人在屋里为心爱的男子哀悼之时。
§264τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν’ ὀρθῶς
τοῖς πράσσουσιν κακὸν ἦλθεν.
因为行得不正之事,理所当然地给作恶者带来了灾祸。
§265νοῦ δ’ οἶνος ἐξέστησέ μ’· ὁμολογῶ δέ σε
ἀδικεῖν, τὸ δ’ ἀδίκημ’ ἐγένετ’ οὐχ ἑκούσιον.
美酒夺去了我的理智;我承认对你犯下了不义,但这不义之举并非出自本意。
§266σκῦλα μὲν βροτοφθόρα
χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια,
κοὐ μυσαρά σοι ταῦτ’ ἐστίν· εἰ δ’ ἐγὼ ἔτεκον,
δεινὸν τόδ’ ἡγῇ;
你乐于见到毁灭人类的战利品与死尸的废墟,这些对你而言并不污秽;但若是我生下了孩子,你便觉得这是一件可怕的事吗?
§267δεινὴ πόλις νοσοῦσ’ ἀνευρίσκειν κακά.
患病的城邦,极易寻得灾祸。
§268καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν.
因为你也曾为了我的缘故,认为应当举行献牛之祭。
§269Ἔρωτα δ’ ὅστις μὴ θεὸν κρίνει μέγαν
καὶ τῶν ἀπάντων δαιμόνων ὑπέρτατον,
ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
若有人不判定爱神为伟大的神明、不视其为万神之上至高无上者,他要么是愚蠢,要么是对美好事物一无所知,因而不知晓这尊对人类而言最伟大的神明。
§270οὐ τῶν κακούργων οἶκτος ἀλλὰ τῆς δίκης.
怜悯不该给作恶者,而应给予正义。
§271πτηνὰς διώκεις, ὦ τέκνον, τὰς ἐλπίδας.
“孩子啊,你在追求虚无缥缈的希望。
οὐχ ἡ τύχη γε· τῆς τύχης δ’ οὐχ εἷς τρόπος.
”“命运绝非如此;而命运的显现也不止一种。
§272τίς δ’ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;
” 有谁会不为幼稚的玩具而感到快乐呢?
§273πᾶσιν γὰρ ἀνθρώποισιν, οὐχ ἡμῖν μόνον,
ἢ καὶ παραυτίκ’ ἢ χρόνῳ δαίμων βίον
ἔσφηλε, κοὐδεὶς διὰ τέλους εὐδαιμονεῖ.
因为神明并非只针对我们,而是让所有凡人的生活在当下或随着时间的流逝而跌落,没有谁能终生幸福。
§274τὸ γὰρ ἐπιεικὲς ὠφελεῖ τὰς ξυμφοράς.
因为宽容温和有益于缓解不幸。
§275κακῶς δ’ ὄλοιντο πάντες οἳ τυραννίδι
χαίρουσιν ὀλίγῃ τ’ ἐν πόλει μοναρχίᾳ· τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον,
κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω.
愿所有那些因僭主统治与在小城邦里实行君主制而得意的人都悲惨地灭亡;因为自由之名值得一切,哪怕一个人只拥有一点,也该认为自己拥有极多。
§276γυναῖκές ἐσμεν· τὰ μὲν ὄκνῳ νικώμεθα,
τὰ δ’ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις.
我们是女人;某些时候我们会被畏惧战胜,但另一些时候,谁也无法超越我们的胆识。
§277ποῖ;
去往何处?
πῶς δὲ λήσει;
他又怎能避人耳目?
τίς δὲ νῶν πιστὸς φίλος;
谁又是我们忠实的友人?
ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν,
καὶ τοὐπιχειρεῖν γ’ ἐξαμαρτάνειν φιλεῖ.
让我们去寻找吧;因为无端的猜测对人类而言是种祸害,而贸然尝试往往容易犯错。