§1049ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ
βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν
πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς· κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.
因为对我而言,任何不义之人若坐在祭坛求庇,我都会不顾法律、不惧神明地将他拖去受审;因为恶人理当总是遭遇恶报。
§1050ἀλλ’ οὐ πρέπει τύραννον, ὡς ἐγὼ φρονῶ,
οὐδ’ ἄνδρα χρηστὸν νεῖκος αἴρεσθαι κακοῖς· τιμὴ γὰρ αὕτη τοῖσιν ἀσθενεστέροις.
但在我看来,僭主或优秀之人都不配与恶人争吵;因为这对于较弱者来说反而是一种荣耀。
§1051σὺν τοῖσι δεινοῖς αὔξεται κλέος βροτοῖς.
伴随着可怕的事物,凡人的名声得以增长。
§1052νεανίας γὰρ ὅστις ὢν Ἄρη στυγῇ,
κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ.
因为任何年轻而厌恶阿瑞斯的人,不过是头发与血肉,其功绩无处可寻。
ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος
ὃ τ’ ὄλβος ἔξωθέν τίς ἐστι πραγμάτων· ἀλλ’ οὐκ ἔνεστι στέφανος οὐδ’ εὐανδρία,
εἰ μή τι καὶ τολμῶσι κινδύνου μέτα·
你看到那丰盛宴席的生活是多么甘甜,以及那置身于行动之外的繁荣是怎样的东西;但其中既无桂冠,也无男子气概,除非他们也伴随着危险去冒险。
οἱ γὰρ πόνοι τίκτουσι τὴν εὐανδρίαν,
ἡ δ’ εὐλάβεια σκότον ἔχει καθ’ Ἑλλάδα,
τὸ διαβιῶναι μόνον ἀεὶ θηρωμένη.
因为劳苦孕育了男子气概,而谨慎则在全希腊处于黑暗之中,永远只追求苟活。
§1053μισῶ δ’ ὅταν τις καὶ χθουὸς στρατηλάτης
μὴ πᾶσι πάντων προσφέρῃ μειλίγματα.
而我憎恨这样的人,即使身为一方将领,也不对所有人展现出各种温和安抚的姿态。
§1054ἔρωτα δεινὸν ἔχομεν· ἐκ δ’ ἐμῶν λόγων
ἑλοῦ τὰ βέλτισθ’·
我们心怀可怕的爱;请从我的话中选择最好的。
ὡς ἄπιστόν ἐστ’ ἔρως
κὰν τῷ κακίστῳ τῶν φρενῶν οἰκεῖν φιλεῖ.
爱是多么不可信,它甚至乐于居住在最卑劣的心灵中。
§1055οἰκοφθόρον γὰρ ἄνδρα κωλύει γυνὴ
ἐσθλὴ παραζευχθεῖσα καὶ σῴζει δόμους.
因为一个优秀的妻子若并肩结合,便能阻拦败家的丈夫,拯救家园。
§1056οὐ πάντες οὔτε δυστυχοῦσιν ἐν γάμοις
οὔτ’ εὐτυχοῦσι· συμφορὰ δ’ ὃς ἂν τύχῃ
κακῆς γυναικός, εὐτυχεῖ δ’ ἐσθλῆς τυχών.
并非所有人都在婚姻中不幸,也非所有人都幸运;碰上坏妻子的人是灾祸,遇到好妻子的人则是幸运。
§1057μακάριος ὅστις εὐτυχεῖ γάμον λαβὼν
ἐσθλῆς γυναικός, δυστυχεῖ δ’ ὁ μὴ λαβών.
娶得贤妻并在婚姻中幸福的人是有福的,而未能娶得的人是不幸的。
§1058ἐγὼ γὰρ ἕξω λέκτρα αὐτοῖς καλῶς ἔχειν
δίκαιόν ἐστιν οἶσι συγγηράσομαι.
因为对我而言,为了那些与我共度余生一同老去的人,将床第保持在良好状态才是公道的。
§1059δεινὴ μὲν ἀλκὴ κυμάτων θαλασσίων,
δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί,
δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία,
ἀλλ’ οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν·
海浪的力量固然可怕,河流与烈火的气息也同样可怕,贫穷可怕,其他无数的事物也同样可怕;但没有什么灾祸像女人那样可怕。
οὐδ’ ἂν γένοιτο γράμμα τοιοῦτον γραφῇ
οὐδ’ ἂν λόγος δείξειεν.
表彰此种恶的文字无法写就,言语也无法表明。
εἰ δέ του θεῶν
τόδ’ ἐστὶ πλάσμα, δημιουργὸς ὢν κακῶν
μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής.
如果这是某位神明的造物,那他就是最伟大的恶之创造者,且对凡人怀有敌意。
§1060ἐχθροῖσιν εἴη πολεμίαν δάμαρτ’ ἔχειν.
愿仇敌们拥有敌对的妻子。
§1061μοχθοῦμεν ἄλλως θῆλυ φρουροῦντες γένος· ἥτις γὰρ αὐτὴ μὴ πέφυκεν ἔνδικος,
τί δεῖ φυλάσσειν κἀξαμαρτάνειν πλέον;
我们徒劳地看守着女性这一性别;因为如果她自己天生不守本分,看守她并犯下更多过错又有何必要?
§1062γυναικὶ δ’ ὄλβος, ἢν πόσιν στέργοντ’ ἔχῃ.
对女人而言,若拥有深爱着自己的丈夫,便是幸福。
§1063δεῖ πυνθάνεσθαι γάρ σε νῷν χἡμᾶς σέθεν.
因为你必须向我们求教,我们也要向你询问。
τὸ μὲν μέγιστον, οὔποτ’ ἄνδρα χρὴ σοφὸν
λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς·
最首要的是,一个聪明的男人绝不可把妻子过分看守在房屋深处;因为眼睛喜爱外面的快乐。
ἐν δ’ ἀφθόνοισι τοῖσδ’ ἀναστρωφωμένη
βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ
τὴν ὄψιν ἐμπλήσασ’ ἀπήλλακται κακῶν·
但在这些宽裕的自由中走动,看着一切,无处不在,满足了视觉之后,她便摆脱了邪恶。
τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον.
而男性也总是贪恋隐藏的事物。
ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων
σῴζει δάμαρτα, δρᾶν τι δὴ δοκῶν σοφὸν
μάταιός ἐστι καὶ φρονῶν οὐδὲν φρονεῖ·
但那用门栓和印章来看守妻子、自以为聪明的人,是愚蠢的,他自以为在思考却一无所知。
ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει,
θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χαρίζεται,
λάθοι δ’ ἂν Ἄργου τὰς πυκνοφθάλμους κόρας·
因为我们中任何一个心向外面的女人,屈从得比箭和翅膀还快,甚至能瞒过阿耳戈斯那繁眼闪烁的女儿们。
καὶ πρὸς κακοῖσι τοῦτο δὴ μέγας γέλως,
ἀνήρ τ’ ἀχρεῖος χἡ γυνὴ διοίχεται.
而在这些灾祸之上,这确实是一个巨大的笑柄:丈夫落得无用,而妻子已然离去。
§1064ἀλλ’ ἴσθ’, ἐμοὶ μὲν οὗτος οὐκ ἔσται νόμος,
τὸ μὴ οὐ σὲ μῆτερ προσφιλῆ νέμειν ἀεὶ
καὶ τοῦ δικαίου καὶ τόκων τῶν σῶν χάριν.
但你当知道,对我而言绝没有这样的规矩:因正义及您生育之恩而不始终视您为亲爱的母亲。
στέργω δὲ τὸν φύσαντα τῶν πάντων βροτῶν
μάλισθ’· ὁρίζω τοῦτο, καὶ σὺ μὴ φθόνει·
但我最爱生我的父亲,在所有凡人之中;我以此为准则,也请您不要嫉妒。
κείνου γὰρ ἐξέβλαστον· οὐδ’ ἂν εἷς ἀνὴρ
γυναικὸς αὐδήσειεν, ἀλλὰ τοῦ πατρός.
因为我是由他孕育而生;没有任何一个男人的名号会归于母亲,而只会归于父亲。
§1065καὶ τῶν παλαιῶν πόλλ’ ἔπη καλῶς ἔχει· λόγοι γὰρ ἐσθλοὶ φάρμακον φόβου βροτοῖς.
古人的许多箴言也极好;因为高尚的言语对凡人而言是消除恐惧的良药。
§1066ἡ τοῖς ἐν οἴκῳ χρήμασιν λελείμμεθα,
ἡ δ’ εὐγένεια καὶ τὸ γενναῖον μένει.
尽管我们在家中的财富上有所欠缺,但高贵的门第与高尚的品质依然留存。
§1067τὸν σὸν δὲ παῖδα σωφρονοῦντ’ ἐπίσταμαι
χρηστοῖς θ’ ὁμιλοῦντ’ εὐσεβεῖν τ’ ἠσκηκότα.
但我深知你的儿子温良自律,与善良之人交往,并践行虔敬。
πῶς οὖν ἂν ἐκ τοιοῦδε σώματος κακὸς
γένοιτ’ ἄν;
那么,从这样的人身上,又怎会产生恶人?
οὐδεὶς τοῦτό μ’ ἂν πίθοι ποτέ.
绝不会有人能说服我相信这一点。