Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §820-908

御者与赫克托耳的争辩及缪斯降临

第 10 段,共 11 段 · 希腊语

内容简介

夜警们宣示清白,而色雷斯御者极力指责赫克托耳背信弃义,赫克托耳则将罪责推给奥德修斯并试图安抚御者。此时,缪斯女神怀抱被杀害的儿子莱索斯的尸体降临,在悲恸中控诉真正的凶手。

§820ἰὼ ἰώ,
哎呀,哎呀!
§821μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος, §822τότʼ ἄρʼ ἔμολον, ὅτε σοι §824ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν· §825ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόνῃ §826οὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ, §827οὐ τὰς Σιμοεντιάδας πηγάς·
追随你,是的,追随你,噢,守护城邦的主宰,就在那时我来了,来到你身边,当我作为使者前去告诉你,要在战船周围燃起篝火时;因为在夜里,我既没有入睡,也没有打盹,我的双眼保持着清醒,我以西摩伊斯河的泉水发誓。
μή μοι §828κότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ §829ἔγωγε πάντων.
噢,王啊,不要把你的愤怒加于我;因为我是完全无罪的。
§830εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον §831πύθῃ, κατά με γᾶς §832ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.
如果随着时间的推移,你得知我做了或说了什么不合时宜的事,就把我送入地下活埋吧;我绝不求情。
§833τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρου §834γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
你为何威胁这些人,你自己也是异邦人,却编造言辞,企图夺取我这个同为异邦人的信念?
§835σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα §836οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι §837ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου, §838ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν, §839ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους §840τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.
是你做了这些事;无论在死者中还是伤者中,我们都不会承认其他人是凶手;你确实需要长篇而巧妙的辩解,才能说服我,让你显得没有杀害朋友,你因贪图马匹,为了它们而杀害你的盟友,而你曾多次恳求他们到来。
§841ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις §842ξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών.
他们来了,并且死了;帕里斯比起你来还要体面些,他玷污了客人的情谊,而你却杀害了盟友。
§843μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν §844διώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχους §845Τρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
不要说是什么阿耳戈斯人走来毁灭了我们;有谁能越过特洛伊人的伏兵来到我们身边,甚至能不被察觉?
§846σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
你和弗里吉亚人的军队就驻扎在我们的前方。
§847τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων §848τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
那么,在你说敌人到来的时候,你的同盟军中,有谁受伤了,有谁死了?
§849ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνως §850παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
而我们却受了重伤,那些受害更重的人已经看不见太阳的光芒。
§851ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.
简而言之,我们不怪罪任何阿凯亚人。
§852τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην §853Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν §854ἔφραζε τοῖς κτανοῦσιν;
若非有哪位神明告诉了凶手,敌人的谁能在夜间找到莱索斯的寝床?
οὐδʼ ἀφιγμένον §855τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.
他们甚至根本不知道他的到来;但这一切是你策划的。
§856χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα §857ὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς, §858κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων· §859ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα.
自从阿凯亚军队来到这片土地,我们作为盟友已经共处了同样长的时间,我从未听说过从他们那里受到任何伤害;但在你的统治下,我们开始走向灭亡。
μή μʼ ἔρως ἕλοι §860τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.
愿我对马匹的贪恋不至于到杀害朋友的地步。
§861καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε §862ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
这些是奥德修斯干的;阿耳戈斯人中还有谁会做出或策划这样的事?
§863δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας, §864μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ· §865χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
但我害怕他,有些事扰乱了我的心,担心他若碰上多隆,也会把他杀掉;因为他去了很久,至今没有现身。
§866οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας· §867ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
我不认识你口中所谓的奥德修斯们;我们没有受到任何敌人的袭击。
§868σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
那么,你尽管这样认为吧,既然你喜欢这样想。
§869ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
噢,祖国的土地,我多想死在你的怀抱里!
§870μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
不要死;死者的数量已经够多了。
§871ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
失去了主人,我究竟该往何处去?
§872οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
我的家会收留你并医治你。
§873καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
杀人凶手的手又如何能照顾我?
§874ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
这人又在没完没了地重复同样的话。
§875ὄλοιθʼ ὁ δράσας.
愿作恶者灭亡!
οὐ γὰρ ἐς σὲ τείνεται §876γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.
因为我的舌头并不是针对你的,正如你所狂言的那样;但正义女神是知道的。
§877λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς, §878οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε· §879ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν §880Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς §881θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
把他抬起来;带他去我的宅邸,妥善照料他,使他不致心生怨恨;你们去城墙上的守卫那里,告诉普里阿摩斯和长老们,把死者葬在大路的分岔口旁。
§882τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάλης §883Τροίαν ἀνάγει πάλιν ἐς πένθη §884δαίμων ἄλλος, τί φυτεύων;
究竟是哪一个别神,将特洛伊从伟大的幸运中再次带回到悲哀里,他在播种什么?
§885ἔα ἔα.
啊,啊!
§886τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ, §887τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν §888φοράδην πέμπει;
王啊,头顶上的哪位神明,将那具新死者的尸体抱在双手中,运送而至?
§889ταρβῶ, λεύσσων τόδε, πῆμα.
看着这灾难,我感到恐惧。
§890ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς §891τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία §892πάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλον §893θανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳ §894δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
看着吧,特洛伊人;因为我,在智者中享有尊荣的缪斯姐妹之一,现身在此,看着我那可怜的亲爱孩子死在敌人手里;那杀死他的狡猾的奥德修斯,迟早会付出应得的代价。
§895ἰαλέμῳ αὐθιγενεῖ, §896τέκνον, σʼ ὀλοφύρομαι, ὦ §897ματρὸς ἄλγος, οἵαν §898ἔκελσας ὁδὸν ποτὶ Τροίαν· §899ἦ δυσδαίμονα καὶ μελέαν, §900ἀπομεμφομένας ἐμοῦ πορευθείς, §901ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως.
伴随着本地的哀歌,孩子啊,我为你哭泣,噢,母亲的痛苦,你是以怎样的旅程驶向特洛伊;真是厄运而悲惨的旅程,违背了我的阻拦而前去,强行违背了你那恳求的父亲。
§902ὤμοι ἐγὼ σέθεν, ὦ φιλία §903φιλία κεφαλά, τέκνον, ὤμοι.
哎呀,为了你,噢,亲爱的,亲爱的头颅,孩子啊,哎呀。
§904ὅσον προσήκει μὴ γένους κοινωνίαν §905ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.
尽管我与你的家族没有血缘关系,我在悲痛中同样怜悯你的儿子。
§906ὄλοιτο μὲν Οἰνεΐδας, §907ὄλοιτο δὲ Λαρτιάδας, §908ὅς μʼ ἄπαιδα γέννας
愿俄纽斯之子灭亡,愿拉厄耳提斯之子灭亡,是他让我失去了子嗣。

词汇与语法注释

  1. §827οὐ τὰς Σιμοεντιάδας πηγάς — 省略了发誓动词(例如 ὄμνυμι)的句式。通过特洛伊著名的西摩伊斯河源头,强烈表明自己清白无辜的誓言表达。
  2. §833βάρβαρός τε βαρβάρου — 通过并列对比“异邦人……对异邦人的[思想]”,在假定非希腊人(蛮族)同盟的前提下,强调了说话者对赫克托耳企图用花言巧语欺骗同胞的强烈不信任感。
  3. §837μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου — 无人称动词 δεῖ + 属格的句式。主旨为“你需要长篇而巧妙的言辞”。§838的 ὅτῳ 关系从句修饰 λόγου,用以说明说服的目的与结果。
  4. §840ἐπισκήπτων μολεῖν — 分词 ἐπισκήπτων(命令、恳求)以不定式 μολεῖν(来临)为宾语。意在痛斥赫克托耳一方面多次催促、邀请盟友参战,另一方面却将其杀害的背信弃义之举。
  5. §843μὴ γάρ τι λέξῃς ὥς — 由 μὴ + 虚拟式过去时(第二人称)构成的强力禁止表达(“千万别说……”)。其后的 ὡς 从句引导作为 λέξῃς 直接宾语的名词从句。
  6. §859ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα — ἐν σοί 表示起点或原因(“在你统治之下”或“通过你的手”)。ἀρχοίμεσθα ἄν 为希求式+ἄν,带有责备意味,表示现在的推测或潜在可能:“我们可能在你的手下开始走向毁灭”。
  7. §873αὐθεντῶν — 意为“亲自动手者,或杀害亲族之人”的 αὐθέντης 的属格复数形式。在此处指责赫克托耳个人罪行的语境中,它作为诗意的复数(“杀人凶手的手”)被使用,表达了极其强烈的厌恶感。
  8. §876οὐ γὰρ ἐς σὲ τείνεται / γλῶσσʼ — “我的舌头(指责)并非针对你”的婉曲表达。在表面上避免对赫克托耳提出直接指控的同时,通过紧随其后的对比句(δὲ)“但正义女神心知肚明”,言外之意地暗示了真正的罪人是谁,具有高度的修辞技巧。
  9. §878οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε — 由 ὅπως ἄν + 虚拟式(ἐγκαλῇ 源自 ἐγκαλέω,意为抱怨、诉苦)构成的目的状语从句。意思是“妥善照料他,使他不致心生怨恨”。
  10. §904ὅσον προσήκει μὴ γένους κοινωνίαν — ὅσον(在……分量上)起关系副词作用,修饰 μὴ γένους κοινωνίαν ἔχοντι(不具有血缘关系之人,ἔχοντι 为与格分词)。这表明,即便对于没有血缘关系的歌队而言,如此哀悼也是理所应当的,展现了情感上的合理性。

引用这一段

欧里庇得斯, 瑞索斯 §820-908. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:820-908

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。