Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §731-819

莱索斯御者的哀悼与赫克托耳的斥责

第 9 段,共 11 段 · 希腊语

内容简介

受伤的莱索斯御者出现,哀悼主君之死并怀疑赫克托耳背叛。歌队为赫克托耳辩护,随后到来的赫克托耳则严厉斥责守卫们的失职。

§731ἰὼ ἰώ,
哎呀,哎呀!
§732συμφορὰ βαρεῖα Θρῃκῶν.
色雷斯人沉重的灾难啊!
§732bσυμμάχων τις ὁ στένων.
叹息的是盟军中的某个人。
§733ἰὼ ἰώ,
哎呀,哎呀!
§733aδύστηνος ἐγώ· σύ τʼ, ἄναξ Θρῃκῶν, §734ὦ στυγνοτάτην Τροίαν ἐσιδών, §735οἷόν σε βίου τέλος εἷλεν.
我是多么不幸,还有你,色雷斯人的国王,噢,目睹了最可憎的特洛伊,怎样的生命结局夺去了你的生命!
§736τίς εἶ ποτʼ ἀνδρῶν συμμάχων;
你修底是盟军中的哪一位?
κατʼ εὐφρόνην §737ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.
在夜里视线模糊,我无法清楚地认出你。
§738ποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω;
我在哪里能找到特洛伊的主君之一?
§739ποῦ δῆθʼ Ἕκτωρ §740τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
赫克托耳究竟在哪里枕着盾牌入睡?
§741τίνι σημήνω διόπων στρατιᾶς §742οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς §743δράσας ἀφανῆ φροῦδος, φανερὸν §744Θρῃξὶν πένθος τολυπεύσας;
我该向军队的主事者中的哪一位报告我们所遭受的惨剧,以及那个人对我们作恶后如何悄然离去,而给色雷斯人留下了显而易见的悲哀?
§745κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι §746ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
色雷斯军队似乎遭遇了某种灾难,正如我从这人的话中所听到的那样。
§747ἔρρει στρατιά, πέπτωκεν ἄναξ §748δολίῳ πληγῇ.
军队覆灭了,国王倒下了,在阴险的偷袭中。
§749ἆ ἆ ἆ ἆ,
啊,啊,啊,啊!
§750οἵα μʼ ὀδύνη τείρει φονίου §751τραύματος εἴσω.
什么样的痛苦正从流血的伤口深处折磨着我。
πῶς ἂν ὀλοίμην;
我多想死去!
§752χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν, §753Τροίᾳ κέλσαντʼ ἐπίκουρον;
难道我和莱索斯注定要无名地死去吗,作为盟友来到特洛伊?
§754τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά· §755σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.
他不是用谜语在宣告这些灾难;因为他清清楚楚地说盟友们被毁灭了。
§756κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς §757αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε· §758θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών, §759λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ;
事情进行得极其糟糕,而在这灾难之上又是最可耻的;然而这灾难更要翻倍;因为,如果必须死,光荣地死去,我想对死者而言固然是痛苦的——怎么会不是呢?
§760τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία.
—— 但对生者而言则是骄傲和家族的荣耀。
§761ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
而我们却愚蠢而无名地覆灭了。
§762ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ, §763ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ §764κόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸς §765φυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσιν §766ἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς §767ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο §768κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν §769πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.
因为当赫克托耳的手让我们安歇,在说了暗号之后,我们便睡去了,被在大地上行走的疲惫所征服,军队没有被夜间的哨兵防守,在阵列之中武具也没有放置,鞭子也没有在马的轭上系好,因为国王得知你们获胜了,并正在战船的船尾埋伏;因此我们大意地躺倒睡着了。
§770κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου §771πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν §772ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
而我,怀着忧虑的心停止了睡眠,为马驹准备草料,预料着清晨要把它们套上战车,用慷慨的手分量着。
§773λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸν §774πυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ, §775ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν· §776ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ, §777κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
这时,我看见两个人在我们的军队周围徘徊,在浓密的黑夜中;当我动弹时,他们便蹲下身子并再次退了回去;我朝他们大喊,叫他们不要靠近军队,以为是盟军中的某些贼人走近了。
§778οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα.
他们什么也没说;确实,我也没有多说什么。
§779ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
我走开后,再次回到寝床睡下。
§780καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται· §781ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν §782Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν, §783λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν· §784θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα §785ἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδων §786θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.
在我的睡眠中,一幅景象呈现在我面前;我所养育并站在莱索斯身旁驾驭的那些马,我看见,仿佛在做梦一般,有狼群骑在它们安稳的背上;狼用尾巴抽打马驹皮上的毛,驱赶着它们,而马儿则从鼻孔里发出鼾声,呼出愤怒,并因恐惧而昂首竖毛。
§787ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαι §788πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
我为了马驹去驱赶野兽,便醒了过来;因为夜间的恐惧正在骚扰它们。
§789κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
我抬起头,听到了垂死者的喘息声。
§790θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς §791βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
主人的热血如喷泉般从伤口中涌出,喷洒在我身上,那是艰难死去的鲜活血液。
§792ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
我赤手空拳地站了起来,手中没有长枪。
§793καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον §794παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει §795ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην §796πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
当我寻找、寻觅长枪时,一个正值壮年的男子站在一旁,用剑猛击我的小腹;一个正值壮年的男子;因为我感受到了剑的打击,承受了深深的伤痕。
§797πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸν §798λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
我俯身倒下;而他们夺取了马匹和战车,驱马飞奔逃走。
§798aἆ ἆ.
啊,啊。
§799ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας.
痛苦折磨着我,可怜的我再也站不起来了。
§800καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳ §801τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι, §802οὐδʼ ἐξ ὁποίας χειρός.
虽然我亲眼目睹并知道这场灾难,但以何种方式死去的人们灭亡了,我无法说明,不知道出自谁的手。
εἰκάσαι δέ μοι §803πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
但我能推测我们是从朋友那里遭受了痛苦。
§804ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος, §805μηδὲν δυσοίζου· πολέμιοι ῎δρασαν τάδε.
遭遇不测的色雷斯国王的御者啊,不要怀疑任何事;是敌人干了这事。
prodelision, accent and breathing left behind §806Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος §807χωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς.
赫克托耳自己也得知了这场灾难,正赶来;看来,他也为你的不幸而同感悲伤。
§808πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι, §809μολόντες ὑμᾶς πολεμίων κατάσκοποι §810λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός, §811κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατε §812οὔτʼ ἐξιόντας;
这是怎么回事,噢,你们这些造成了最大灾难的人,敌人的探子来了,你们却可耻地毫无察觉,让军队被屠杀,他们进来时你们没有把他们赶出营地,出去时也没有?
τῶνδε τίς τείσει δίκην §813πλὴν σοῦ;
对这些事谁来偿还罪责,除了你?
σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ.
因为我确实说你才是军队的守卫。
§814φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ §815πόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί.
而他们毫发无伤地走了,对弗里吉亚人的懦弱大加嘲笑,也嘲笑我这个将军。
§816εὖ νυν τόδʼ ἴστε — Ζεὺς ὀμώμοται πατήρ — §817ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόρος §818μένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορα §819τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
现在你们好好记住这事——父神宙斯已见证此誓—— 要么是鞭笞,要么是断头的死刑等待着做出如此之事的你,否则你们就认为赫克托耳是个无用之辈和懦夫吧。

词汇与语法注释

  1. §751πῶς ἂν ὀλοίμην; — 带有疑问代词 πῶς 的 ἄν 加上祈愿语气的形式(潜在祈愿语气),表达了一种难以实现或难以立刻达成的愿望(“我如何才能死去呢”,即“我真想死去”)。
  2. §781ἵππους γὰρ ἃς ἔθρεψα... εἶδον — 先行构文(prolepsis)。本应是“我看见狼群骑在我所养育的马匹上”,但名词 ἵππους 受关系从句 ἃς ἔθρεψα 的影响,被提到了前面作为 εἶδον 的直接宾语(对格形式)。
  3. §805πολέμιοι ῎δρασαν — 头音脱落(prodelision / aphaeresis)。当在长元音或双元音(-οι)后紧跟短元音(ε-)时,后者发生脱落(πολέμιοι ἔδρασαν 变为 πολέμιοι 'δρασαν)。
  4. §819τὸ μηδὲν εἶναι — 带有否定词 μή 的中性单数冠词不定式(“成为无”),用作名词性短语,意为“微不足道的人”或“无用之辈”,在此作为动词 νομίζετε 的对格补足语。

引用这一段

欧里庇得斯, 瑞索斯 §731-819. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:731-819

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。