Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §642-730

雅典娜诓骗帕里斯与奥德修斯等人脱逃

第 8 段,共 11 段 · 希腊语

内容简介

帕里斯遇到了化装成塞浦路斯女神的雅典娜,并报告了探子的传闻,但在劝说下回到了哨位。随后,奥德修斯和狄俄墨德斯利用暗号成功突破了守卫的包围,守卫们在意识到此人正是奥德修斯后陷入了恐慌。

§642σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω, §643Ἕκτορ, καθεύδεις;
我是在对你,对身为将军也是我兄长的你说,赫克托耳,你睡着了吗?
οὐκ ἐγείρεσθαί σε χρῆν;
你难道不该醒来吗?
§644ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι, §645ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
有敌人正在逼近我们的军队,要么是小偷,要么是某些探子。
§646θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις.
放心吧;这位和善的塞浦路斯女神正保护着你。
§647μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ §648τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.
你的战争就是我的关切,我绝没有忘记对你的尊重,我也感谢你对我的厚待。
§649καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷ §650ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον, §651τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς §652Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
如今,为了正处于好运之中的特洛伊军队,我带着一位对你大有裨益的朋友走来了,他是那位作歌的女神缪斯之子,色雷斯人;他的父亲据说是斯特里门。
§653αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει §654κἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιον §655κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
你总是对我们的城邦和我心怀好意,我也要说,我将你视为我一生中最大的财富,并向这城邦引荐了你。
§656ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τις §657φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι §658ἥκουσʼ Ἀχαιῶν.
但我听说得并不真切——因为某个传言落到了守卫们耳中——说是阿开亚人的探子已经来了。
χὣ μὲν οὐκ ἰδὼν λέγει, §659ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι· §660ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
有人没看见却这么说,有人看见他们来了却无法说明;因为这些缘故,我才来到了赫克托耳的营帐。
§661μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον· §662Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
不用害怕;军中没有发生什么变故;赫克托耳已经出去安顿色雷斯军队歇息了。
§663σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις §664τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.
你确实说服了我,我相信你的话,我去守护阵地,不再感到害怕。
§665χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά, §666ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
去吧;你的一切事情都由我来照管,为了让我看到我的盟友们获得胜利。
§667γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
你也会明白我的热忱。
§668ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους, §669Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
至于你们,那些过于勇猛的人,拉厄耳忒斯之子,把你们磨利的剑收起来吧。
§670κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης, §671ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοι §672χωροῦσʼ ἐφʼ ὑμᾶς·
因为色雷斯的将领已经为我们倒下,马匹已被夺取;但敌人已经察觉,正在朝你们逼近。
ἀλλʼ ὅσον τάχιστα χρὴ §673φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων.
你们必须以最快的速度逃向战船的停泊处。
τί μέλλετε §674σκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;
为何还要拖延在敌人的风暴袭来时挽救自己的性命?
§675— ἔα ἔα·
—— 哎呀,哎呀!
§676βάλε βάλε βάλε βάλε.
打,打,打,打!
§677θένε θένε.
击,击!
§678— τίς ἁνήρ;
—— 是谁?
λεύσσετε·
看啊!
τοῦτον αὐδῶ.
我正对这人说话。
§679— κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.
—— 是在黑夜中惊扰这支军队的贼人。
§680— δεῦρο δεῦρο πᾶς.
—— 到这里来,到这里来,大家伙!
§681— τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.
—— 我抓住他们了,我逮住他们了。
§682— τίς ὁ λόχος;
—— 你们是哪支部队的?
πόθεν ἔβας;
从哪里来?
ποδαπὸς εἶ;
是哪国人?
§683οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.
你不需要知道;因为你今天作恶必死。
§684οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
在长枪穿透你的胸膛之前,难道你不说出暗号吗?
§685ἵστω.
知道吧!
θάρσει.
放心。
§685bπέλας ἴθι.
走近些。
παῖε πᾶς.
大家一起打。
§686ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
真的是你杀死了莱索斯吗?
§686bἀλλὰ τὸν κτενοῦντα σὲ §687ἴσχε πᾶς τις.
不,是要杀死你的那个人…… 大家住手!
§687bοὐ μὲν οὖν.
千万不要。
§687cἆ·
啊!
φίλιον ἄνδρα μὴ θένῃς.
不要打自家人。
§688καὶ τί δὴ τὸ σῆμα;
那么,暗号到底是什么?
§688bΦοῖβος.
弗玻斯。
§688cἔμαθον· ἴσχε πᾶς δόρυ.
知道了;大家收回长枪。
§689οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες;
你知道那些人往哪里去了吗?
§689bτῇδέ πῃ κατείδομεν.
我们看见他们朝这边去了。
§690ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν.
大家一起追踪他们的足迹。
ἢ βοὴν ἐγερτέον;
要发出叫喊吗?
§691ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
但在夜里用恐惧去惊扰盟友未免太可怕了。
§692—τίς ἀνδρῶν ὁ βάς;
—— 走掉的那人是谁?
§693τίς ὁ μέγα θρασὺς ἐπεύξεται §694χέρα φυγὼν ἐμάν;
是谁那般大胆妄为,竟敢自吹自擂逃脱了我的手掌?
§695πόθεν νιν κυρήσω;
我到哪里去寻他?
§696τίνι προσεικάσω, §697ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ §698διά τε τάξεων καὶ φυλάκων ἕδρας;
我要把他比作何人,那个在黑暗中迈着无畏的步伐穿过阵列和哨位的人?
§699Θεσσαλὸς ἢ §700παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
是色萨利人,还是居住在洛克里人沿海城邦的人?
§701ἢ νησιώτην σποράδα κέκτηται βίον;
抑或是过着岛民散居生活的人?
§702τίς ἦν;
他是谁?
πόθεν;
来自何方?
ποίας πάτρας;
属于哪个祖国?
§703ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;
他所尊崇的至高神明又是哪一位?
§704— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
—— 这难道是奥德修斯的所为,还是谁干的?
§705εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
如果必须以先前的行为来推断,那必定是他,还能是谁?
§706— δοκεῖς γάρ;
—— 你真这么认为?
— τί μὴν οὔ;
—— 怎么会不是呢?
§707— θρασὺς γοῦν ἐς ἡμᾶς.
—— 他对我们确实大胆之极。
§708— τίνʼ ἀλκήν;
—— 赞美什么勇武?
τίνʼ αἰνεῖς;
你在称赞谁?
— Ὀδυσσῆ.
—— 奥德修斯。
§709— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
—— 不要称赞一个贼人狡黠的枪法。
§710ἔβα καὶ πάρος §711κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων, §712ῥακοδύτῳ στολᾷ §713πυκασθείς, ξιφήρης §714κρύφιος ἐν πέπλοις.
他以前也曾来过城里,眼神鬼祟,身着破烂的衣衫包裹着身体,长剑隐蔽在衣袍之中。
§715βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις, §716ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
他像个乞讨的奴隶仆役一样行乞而行,头上满是灰尘和污垢。
§717πολλὰ δὲ τὰν §718βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς §719ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
而许多针对阿特雷斯后代王室的坏话,他公然诽谤,仿佛他真是将领们的仇敌。
§720ὄλοιτʼ ὄλοιτο πανδίκως, §721πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
让他毁灭吧,让他罪有应得地毁灭吧,在他将足迹踏上弗里吉亚人的土地之前。
§722— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει· §723Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
—— 无论是奥德修斯的所为还是旁人,我都心怀恐惧;因为赫克托耳肯定会责怪我们这些守卫。
§724— τί λάσκων;
—— 他会怎么叫嚷?
— δυσοίζων.
—— 满腹狐疑。
§725— τί δρᾶσαι;
—— 怎么做?
τί ταρβεῖς;
你在害怕什么?
§726— καθʼ ἡμᾶς περᾶσαι — τίνʼ ἀνδρῶν;
—— 那些人穿过了我们…… —— 谁?
§727— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
—— 那些今夜闯入弗里吉亚人军营的人。
§728ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα.
啊,啊,神明残酷的命运啊。
φεῦ φεῦ.
呜呼,呜呼。
§729ἔα, ἔα·
哎呀,哎呀!
§730σῖγα πᾶς ὕφιζʼ·
大家安静,伏下身子!
ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.
因为也许有人正落入网中。

词汇与语法注释

  1. §642σὲ ... λέγω — 动词 λέγω 搭配宾格,表示“向(某人)呼唤、搭话”。此处意为“我是在对你,对身为将军也是我兄长的你说”。
  2. §655προσθέσθαι — 动词 προστίθημι 的中间体不定式,意为“(拉拢到自己一边)作为盟友、拉为己方”。此处指帕里斯声称已为特洛伊城争取到了女神的支持。
  3. §659οὐκ ἔχει φράσαι — 动词 ἔχω 后接不定式,表示“能够”或“不能做某事”。此处指目击者无法清楚地解释当时的情况。
  4. §688bΦοῖβος — 奥德修斯在上一段(§573)中从多隆那里探听到的暗号。通过使用这个暗号,奥德修斯瞬间转移了守卫的怀疑,这是他们成功逃脱的关键转折点。

引用这一段

欧里庇得斯, 瑞索斯 §642-730. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:642-730

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。