Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §376-462

莱索斯的到来与对赫克托耳的辩解和豪言

第 5 段,共 11 段 · 希腊语

内容简介

色雷斯国王莱索斯华丽登场并向赫克托耳致敬。赫克托耳严厉指责他此前的缺席,但莱索斯解释说他是因为与斯基泰人的战争而耽搁,并扬言将在一天之内彻底摧毁希腊军队。

§376Ἀργείας ποτʼ ἐν Ἥ- §377ρας δαπέδοις χορεύσει· §378ἀλλά νιν ἅδε γᾶ §378aκαπφθίμενον Θρῃκὶ μόρῳ §379φίλτατον ἄχθος οἴσει.
“他绝不会再在赫拉的阿耳戈斯土地上起舞;相反,这片土地将承载着他因色雷斯人的命运而倒下的躯体,作为最珍贵的重担。
§380— ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
” 歌队:“啊,啊,伟大的君王!
§380aκαλόν, ὦ Θρῄκη, §381σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
色雷斯啊,你抚育出了一只多么俊美的幼狮,作为城邦的统治者展现在世人面前。
§382ἴδε χρυσόδετον σώματος ἀλκήν, §383κλύε καὶ κόμπους κωδωνοκρότους §384παρὰ πορπάκων κελαδοῦντας.
看那黄金束带所彰显的身躯的勇武,听那在盾牌扣手旁回荡的、伴随着铜铃轰鸣的豪言。
§385θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
神啊,特洛伊,这是一尊神!
§386ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ §387Μούσης ἥκων καταπνεῖ σε.
阿瑞斯本人,那歌唱缪斯之子、斯特里蒙之子,已经到来,正向你吹拂着战意。
§388χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς, §389Ἕκτορ·
” 莱索斯:“向你致敬,高贵之父的高贵之子,这片土地的统治者,赫克托耳!
παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω.
历经多日,我再次向你问候。
§390χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον §391πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ §392τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
看到你正值昌盛,并在敌人的城楼前安营扎寨,我深感欣喜;我来到这里,是为了与你一同摧毁他们的城墙,并焚毁他们的战船。
§393παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς §394Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν §395τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
” 赫克托耳:“歌唱缪斯之一的母亲与色雷斯河斯特里蒙之子啊,我向来乐于直言,绝非两面三刀之人。
§396πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ §397ἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο §398Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
很久很久以前,你就应该来到这片土地共同分担辛劳,而不是在你的冷眼旁观下,任由特洛伊在阿耳戈斯人的敌对长枪下陷落。
§399οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις §400οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης.
你绝不能托词说,因为没有受到朋友的邀请,你才没有来,也没有协助防御,更没有给予关注。
§401τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν §402ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
因为有什么传令官,或者弗里吉亚的长者会议,没有前去恳请你来保卫城邦?
§403ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
我们又何尝没有送去精美的礼物?
§404σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους §405Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
然而,你身为我们的同胞,一个与我们一样的异邦人,却在你的职责范围内,将同为异邦人的我们拱手让给了希腊人。
§406καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν §407Θρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί, §408ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν §409Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα §410ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν §411παρέσχον·
况且,是我亲手将你从一个小小的领主提升为色雷斯人的伟大国王,当在潘盖翁和派奥尼亚土地的周围,我正面迎击色雷斯最勇敢的战士,击碎了他们的轻盾,将那些人民奴役并交给了你。
ὧν σὺ λακτίσας πολλὴν χάριν, §412φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
你却对这些极大的恩义嗤之以鼻,在朋友遭受苦难时,才迟迟前来相助。
§413οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες, §414πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις §415κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει, §416οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις §417ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ §418μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις §419πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
然而那些与我们毫无血缘关系的人,早就来到了这里,有的已经倒下,躺在堆起的坟墓中—— 这是对城邦莫大的忠诚—— 有的则身披铠甲,守在战车旁,忍受着刺骨的寒风和天神带来的炙热焦渴,坚守岗位,而不像你那样躺在软榻上,频频举杯痛饮、享受款待。
§420ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον, §421καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
我以此来指责你,并当面戳穿你,好让你知道赫克托耳是一个坦荡无羁的人。
§422τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων §423τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
” 莱索斯:“我自己也是这样的人,只走言语的直路,绝非两面三刀之辈。
§424ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς §425λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην· §426ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς, §427μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
在这片土地之外时,我因内心的痛苦而备受折磨,甚至超过了你;但是,就在我正要渡海前往伊利翁时,邻近的土地——斯基泰人向我发起了战争。
§428ξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμην §429πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
我赶往厄克辛海的海岸,为了运送色雷斯大军。
§430ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης §431ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
在那里,鲜血因长枪而滚滚倾泻在土地上,斯基泰人与色雷斯人的屠杀交织在一起。
§432τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον §433Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
正是这样的灾祸阻碍了我抵达特洛伊的土地,也阻碍了我作为盟友来到你身边。
§434ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα §435τάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν, §436ἥκω περάσας ναυσὶ πόντιον στόμα, §437τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα — §438οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας, §439οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος, §440ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματα §441κρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει, §442ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
但当我将他们征服,将他们的子嗣扣为人质,并规定他们每年必须向我的宫殿纳贡之后,我便乘船渡过海口,并徒步跨越其余的陆地疆界而来—— 这绝非如你嘲讽般夸耀的那样,说我频频举杯痛饮,亦非在金碧辉煌的宫殿里高枕无忧;相反,色雷斯海吹来刺骨的寒风,压迫着派奥尼亚人,我只裹着这件外衣,在彻夜不眠中咬牙坚持,这是我深知的。
§443ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως·
然而我虽来迟,却仍正值时机。
§444σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος §445κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας §446πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
因为你已经鏖战了整整十年,却一无所成,只是日复一日地在与阿耳戈斯人的战事中掷骰赌博。
§447ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει §448πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν §449κτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίου §450πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
但对我来说,仅一天的日光便已足够让我摧毁他们的城楼,突袭他们的船坞,并将阿开亚人斩尽杀绝;翌日,我将结束你的劳苦,从伊利翁启程回家。
§451ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί· §452ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶ §453πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
你们当中谁也无需伸手举盾;因为我,尽管来迟,必将亲手摧毁那些以长枪自傲的阿开亚人。
§454ἰὼ ἰώ.
” 歌队:“啊,啊!
§455φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον §456φθόνον ἄμαχον ὕπατος §457Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
你所言甚是欣慰,你是来自宙斯的挚友;唯愿至高无上的宙斯能为你的豪言避开那难以抵挡的嫉恨。
§459τὸ δὲ νάιον Ἀργόθεν δόρυ §460οὔτε πρίν τινʼ οὔτε νῦν §461ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω.
至于从阿耳戈斯乘船而来的军队,无论过去还是现在,都不曾载来比你更强大的勇士。
πῶς μοι §462Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
我真不知那阿基琉斯怎能抵挡得住你的长枪。 ”

词汇与语法注释

  1. 376Ἀργείας... χορεύσει... φίλτατον ἄχθος οἴσει — 语法解释的不确定性。上下文里χορεύσει省略的主语最自然地指向阿基琉斯(对应第371行的Πηλεΐδης),但此处包含戏剧性反讽,暗示莱索斯本人不会在希腊起舞。本译文采用以阿基琉斯为主语的解释,即他将死在特洛伊,成为这片土地上“最珍贵的重担”。
  2. 394φιλῶ λέγειν τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ — 惯用表达。διπλοῦς ἀνήρ(字面意为“双重之人”)意指“虚伪者”或“两面三刀的人”。赫克托耳用此词强调自己坦率真诚的性格,这一表达随后在第422-423行被莱索斯原样回应。
  3. 420ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον — 句法结构。ὡς 盘 εἰδῇς 是目的状语从句(“为了让你知道”),其后接分词宾语结构,以 Ἕκτορα(宾格)和 ὄντα ἐλεύθερον(宾格分词)作其宾语:“赫克托耳是一个坦荡无羁的人”。赫克托耳用第三人称指代自己以增强修辞效果。
  4. 438οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας — 句法解释。ὡς 作比较连词(“并非如你所吹嘘的那样”)。ἀμύστις(指一饮而尽、痛饮)直接回应了赫克托耳在第419行中对莱索斯“安逸痛饮”的指责,莱索斯在此予以否认。
  5. 461πῶς μοι / Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο — 动词省略。在δύναιτο(带有ἄν的可能希求法)之后,省略了一个不定式(例如 ὑποστῆναι 意为“抵挡”或“面对”),需要根据上下文进行补全。

引用这一段

欧里庇得斯, 瑞索斯 §376-462. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:376-462

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。