Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §280-375

牧人报告莱索斯的军容与歌队的欢迎

第 4 段,共 11 段 · 希腊语

内容简介

牧人向赫克托耳详细报告了色雷斯盟友莱索斯及其华丽军队在夜间抵达的情况。尽管赫克托耳最初对莱索斯的迟到表示不满,但在歌队的劝说下,他同意将其作为盟友予以接纳,歌队随后唱起欢迎莱索斯到来的歌。

§280Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα;
赫克托耳:「你是说莱索斯已经踏上特洛伊的土地了吗?
§281ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.
」牧人:「您知道了;这让我免去了两倍长篇大论的力气。
§282καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται, §283πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
」赫克托耳:「那他是如何向着伊达的山谷进发的,难道是偏离了宽阔的平原和马车大路,一路彷徨而来?
§284οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
」牧人:「我并不确切知道;但我们完全可以推测。
§285νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν, §286κλύοντα πλήρη πεδία πολεμίας χερός.
因为在夜间行军绝非易事,尤其是听闻平原上到处都是敌人的军队。
§287φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας §288οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός, §289παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
但他夜间穿过那野兽出没的橡树林,给我们在伊达岩石山冈上依大地扎根建起家园的乡下人带来了惊恐。
§290πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς §291ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν §292ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ §293λεηλατήσων καὶ σὰ πορθήσων σταθμά, §294πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν §295ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
因为色雷斯大军伴随着巨大的轰鸣声滚滚而来;我们惊恐万状,便把羊群赶往高处的牧场,唯恐阿耳戈斯人会来劫掠和蹂躏您的畜栏,直到我们耳中传入了非希腊语的声音,我们才放下了恐惧。
§296στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ §297ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι, §298Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
我走上前去迎着这位国王的探路先锋,用色雷斯语向他们打听:『将军是谁?
§299στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
那被称为谁之子的人,正作为普里阿摩斯子孙的盟友向着城邦进发?
§300καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν, §301ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα §302ἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.
』听完了我所渴望了解的一切,我停下脚步;我看见莱索斯如同神明一般,立于色雷斯的骏马和战车之中。
§303χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον §304πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
黄金的轭木套在那些比雪还要洁白的母马颈上。
§305πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις §306ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς §307χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος §308πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
他肩上的轻盾闪烁着以黄金熔铸而成的浮雕;一尊青铜的美杜莎,如同女神埃吉斯神盾上的一般,系在马匹的额头上,伴随着许多铜铃发出令人生畏的鸣响。
§309στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ §310θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν, §311πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη, §312πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος §313γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
那大军的数目,我甚至无法用筹码来计算,因为其规模庞大得令人望而生畏;有众多的骑兵,许多轻盾兵的队列,无数手持弓矢的射手,以及一大群穿着色雷斯服饰、共同行进的轻装士兵。
§314τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ, §315ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ §316ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
这样一位勇士作为盟友来到了特洛伊,佩琉斯之子无论是逃跑,还是用长枪抵挡,都绝无法从他手中脱身。
§317ὅταν πολίταις εὐσταθῶσι δαίμονες, §318ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
歌队:当神明对城邦的公民垂青时,命运就会顺理成章地滑向美好的一面。
§319πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ §320καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
赫克托耳:既然我的长枪正值好运,且宙斯站在我们这一边,我将会找到许多朋友。
§321ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι §322μὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης §323ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
但是,当狂暴的战神掀起狂风、撕裂这片土地的船帆时,那些不曾与我们同甘共苦的人,我们根本不需要他们。
§324Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος· §325ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις §326αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
莱索斯已经表明了他对特洛伊是怎样的朋友;因为他是在猎人们捕获了猎物之后的宴席上走来,既不曾同在现场,也不曾用长枪共同分担辛劳。
§327ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις· §328δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
歌队:你轻视盟友、对朋友百般挑剔,固然有你的道理;但请接纳那些渴望帮助城邦的人。
§329ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
赫克托耳:我们这些长期以来守护着伊利翁的人已经足够了。
§330πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
歌队:你已经坚信自己已经战胜了敌人吗?
§331πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
赫克托耳:我坚信;即将来临的神明之光将会证明这一点。
§332ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
歌队:请审视未来;神明常常颠覆许多事情。
§333μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
赫克托耳:我讨厌朋友们迟来的援助。
§336ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ, §337ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων· §338χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
不过,既然他已经来了,就别作为盟友,而是作为客人在客人的餐桌旁入座吧;因为普里阿摩斯子孙对他的感激之情已经荡然无存了。
§334ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
歌队:王啊,推拒盟友会招致反感。
§335φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.
单是他出现在敌人面前,就足以成为一种震慑。
§339σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
赫克托耳:你劝得好,你考虑得也很及时。
§340ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων §341Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
让那身披黄金铠甲的莱索斯,看在使者话语的份上,作为同盟来到这片土地吧。
§342Ἀδράστεια μὲν ἁ Διὸς §343παῖς εἴργοι στομάτων φθόνον· §344φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ §345προσφιλές ἐστιν εἰπεῖν.
歌队:愿宙斯之女阿德拉斯提亚阻挡对我们言辞的嫉恨;因为我要诉说我灵魂深处渴望表达的情怀。
§346ἥκεις, ὦ ποταμοῦ παῖ, §347ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν §348ἀσπαστός, ἐπεί σε χρόνῳ §349Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ- §350ρος ποταμὸς πορεύει §351Στρυμών, ὅς ποτε τᾶς μελῳ- §352δοῦ Μούσας διʼ ἀκηράτων §353δινηθεὶς ὑδροειδὴς κόλπων §354σὰν ἐφύτευσεν ἥβαν.
你来了,大河之子,你来了,你受到真诚的欢迎,来到了友谊的宫廷,因为历经岁月,皮埃里亚的母亲与那架设着美丽桥梁的斯特里蒙河将你送达,斯特里蒙河,当年在歌唱缪斯的纯洁胸怀中旋动水流,孕育了你年轻的身躯。
§355σύ μοι Ζεὺς ὁ φαναῖος §356ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
你对我而言,犹如带来光明的宙斯,驾驭着斑斓的战马而来。
§357νῦν, ὦ πατρὶς ὦ Φρυγία, §358ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον §359Ζῆνα πάρεστιν εἰπεῖν.
如今,弗里吉亚祖国啊,在神明的庇佑下,如今你可以高呼自由的宙斯了。
§360ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα §361τοὺς προπότας παναμερεύ- §362σει θιάσους ἐρώτων §363ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή- §364τοις ὑποδεξίαις ἁμίλ- §365λαις κατὰ πόντον Ἀτρειδᾶν §366Σπάρταν οἰχομένων §366aἸλιάδος παρʼ ἀκτᾶς;
昔日的古老特洛伊,是否能再次整日沉浸在爱情的狂欢与宴饮中,伴随着歌声与在酒香中流转的酒杯竞技,而阿特柔斯之子则越过海洋返回斯巴达,离开伊利翁的海岸?
§367ὦ φίλος, εἴθε μοι §368σᾷ χερὶ καὶ σῷ δορὶ πρά- §369ξας τάδʼ ἐς οἶκον ἔλθοις.
噢,朋友,但愿你用你的双手和你的长枪实现这一切,然后回到家园。
§370ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ §371Πηλεΐδα κατʼ ὄμμα πέλ- §372ταν δοχμίαν πεδαίρων §373σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί- §374ζων δίβολόν τʼ ἄκοντα πάλ- §375λων.
来吧,显现你的身影,将那黄金铸就的轻盾挡在佩琉斯之子的眼前,从车舆的边缘斜斜举起,策动战马,挥舞双叉的投枪。
σὲ γὰρ οὔτις ὑποστὰς
因为没有任何人能抵挡你…… "

词汇与语法注释

  1. §281λόγου δὲ δὶς τόσου — 属格 `λόγου` 是由动词 `ἐκούφισας`(使减轻、免除)支配的“分离属格”。它被 `δὶς τόσου`(两倍之多)所修饰,意为“免除了我原本需要多说两倍的话语”。
  2. §301ὥστε δαίμονα — 此处的连词 `ὥστε` 与宾格 `δαίμονα` 连用,作简单的比较状语(意为“如同”、“像……一样”),等同于 `ὥς` 的用法。
  3. §309οὐδʼ ἂν ἐν ψήφου λόγῳ θέσθαι δυναίμην — 潜在希求语气 `ἂν ... δυναίμην`(我将无法……)支配不定式 `θέσθαι`(第一不定过去时关身态)。短语 `ἐν ψήφου λόγῳ τίθεσθαι` 是一个惯用表达,字面意思是“置于算石的计数中”,即“计算”或“数清”。

引用这一段

欧里庇得斯, 瑞索斯 §280-375. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:280-375

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。