Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §180-279

杜隆出击与瑞索斯到来的消息

第 3 段,共 11 段 · 希腊语

内容简介

杜隆获得允诺以阿基琉斯的战马作为报酬,披上狼皮化装向阿开亚人营地出发,歌队为其平安祈祷。随后,一名牧人前来向赫克托耳禀报,色雷斯国王瑞索斯正率盟军前来援助。

§180θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
把它们钉在神明的庙宇前吧。
§181τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;
那么,你还要向我要求比这些更大的什么赏赐呢?
§182ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν §183ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.
阿开亚人阿基琉斯的战马;既然在命运的骰子上掷下性命去冒险,就必须为了相称的酬劳而劳顿。
§184καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί· §185ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες §186τὸν Πηλέως φέρουσι θούριον γόνον· §187δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ §188Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
呀,你竟然与我争夺我所渴求的战马;因为它们是由长生不老者所生、自身亦长生不老的骏马,载着佩琉斯那勇猛的儿子;人们说,海洋的主宰波塞冬驯服了它们,并赠予了佩琉斯。
§189ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι, §190κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον.
但我不会在激起你的希望后欺骗你;我会给你阿基琉斯的车驾,那是你家中至美之宝。
§191αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν §192δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
我领谢了;一旦得到它,我便敢宣称,我接受了弗里吉亚人中因我英勇而得的最美礼物。
§193σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι, §194ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
您无须嫉妒;您身为这片土地的至尊,还有无数其他事物可供享乐。
§195μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν· §196μακάριός γε μὴν κυρήσας ἔσῃ.
这是伟大的竞争,你图谋夺取伟大的事物;然而,你若成功,将获极大的福泽。
§197πόνος ὅδʼ εὐκλεής· §198μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
这一辛劳光荣无比;而成为统治者的女婿亦是一件大事。
§199τὰ θεόθεν ἐπιδέτω Δίκα, §200τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται.
愿来自神明的正义眷顾此事;而在凡人这方,对你的承诺似乎已成定局。
§201στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος §202σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι, §203κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
我要出发了;回到家中,我要穿上相称的装束,然后从那里迈步前往阿耳戈斯人的船只。
§204ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
那么,你要换上什么样不同的行装?
§205πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.
一套适合这项任务与潜行步伐的行装。
§206σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν· §207λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
应当从聪明人那里学些聪明的法子;告诉我,你的身体将作何装束?
§208λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν §209καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ, §210βάσιν τε χερσὶ προσθίαν καθαρμόσας §211καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι §212λύκου κέλευθον πολεμίοις δυσεύρετον, §213τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
我要在背上披起狼皮,将那猛兽张开的巨口套在头上;把它的前爪贴合在我的双手,后肢贴合我的双腿,我将模仿四足之狼那难以被敌人察觉的步伐,逼近壕沟与船只的屏障。
§214ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί, §215δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.
而当我步入四下无人的空旷之地时,我便两足行走;我的计谋便是如此安排。
§216ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν §217πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
愿迈亚之子赫耳墨斯保佑你安全前去并平安归来,他确是盗贼之王。
§218ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
你已明了任务;你只需获得幸运。
§219σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως §220οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς §221φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν — §222ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ §223ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
我必会平安归来,并且我会杀掉奥德修斯,将他的头颅带给你——有了这确凿的凭据,你便能向人宣称杜隆确实去过阿耳戈斯人的船只——或者是那狄俄墨德斯;在曙光普照大地之前,我绝不会带着一双未染鲜血的手返回家门。
§224Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας §225ναὸν ἐμβατεύων §226Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή- §227ρης, ἱκοῦ ἐννύχιος §229καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς §230ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις, §231ὦ παγκρατές, ὦ Τροΐας §232τείχη παλαιὰ δείμας.
居于瑟姆布拉、提洛以及统治吕基亚神殿的神圣阿波罗啊,噢,尊贵的神明,请手持弓箭,在夜色中降临,成为他此行的保护者与引路人,并援助达耳达诺斯子孙,噢,全能的神,曾筑起特洛伊古老城墙的主宰。
§233μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς §234Ἑλλάδος διόπτας §235ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ- §236κων πατρὸς Ἰλιάδας.
愿他抵达船坞,并作为希腊军队的侦察者归来,重回他父亲那伊利翁之家的神坛前。
§237Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη, §238δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη, §240τὰς πόντιος Αἰακίδᾳ §241Πηλεῖ δίδωσι δαίμων.
愿他有朝一日能登上那弗提亚战马的车舆,在主人消灭了阿开亚人的战火之后,那些战马曾是海神赠予埃阿科斯之子佩琉斯的礼物。
§243ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος §244ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι §245λήματος· ἦ σπανία τις §246τῶν ἀγαθῶν, ὅταν ᾖ §247δυσάλιος ἐν πελάγει §248καὶ σαλεύῃ §250πόλις.
因为他为了家邦、为了土地,敢于独自前去窥探船坞;我钦佩他的胆识;确乎,当城邦在深海中处于困境并剧烈摇摆时,高尚之人是多么罕见。
ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος· §251ἔνι δὲ θράσος ἐν αἰχ- §252μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν §253συμμαχίαν ἀτίζει;
弗里吉亚人中确有勇士,战场上亦不乏英勇;那轻视我军同盟的米西亚人在何处?
§254τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς §255οὐτάσει ἐν κλισίαις, τετράπουν §256μῖμον ἔχων ἐπιγαίου §257θηρός;
那步行在大地上的杀手,模仿着四足的陆上野兽,将在幕帐中刺杀哪一个阿开亚人?
ἕλοι Μενέλαν, §258κτανὼν δʼ Ἀγαμεμνόνιον §259κρᾶτʼ ἐνέγκοι §260Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον, §261ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ §262γᾶν Τροΐαν χιλιόναυν §263ἤλυθʼ ἔχων στρατείαν.
愿他擒获梅涅劳斯,并斩下阿伽门农的首级,送到海伦手中,作为她那不幸婚姻的悲哀苦果,恰是她,率领着千条战船的远征军,进犯特洛伊的城邦与土地。
§264ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος §265εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
王啊,愿我往后为主人传递的,亦如我如今带给您获知的这般好消息。
§266ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί· §267καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις §268ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.
确实,乡下人的脑子里总是塞满了愚蠢透顶的想法;你似乎也跑来向顶盔贯甲的主人们禀报羊群的事,这可不是合适的地方。
§269οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
难道你不知道我的府邸或者我父亲的宝座吗?
§270οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;
你本该在那里大声宣扬你那繁衍兴旺的羊群。
§271σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
我们是愚笨的牧人;我也并不否认。
§272ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.
但无论如何,我给您带来了极好的消息。
§273παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας· §274μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
别再跟我提起羊圈里的那些琐事;我们手里握着的是战争与长矛。
§275τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα· §276ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν §277στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.
我也正是来禀报此类军情之事的;因为一位统率着万千勇士的将领,正作为您和这片土地的朋友与盟友,向此地进军。
§278ποίας πατρῴας γῆς ἐρημώσας πέδον;
他离开了哪片父祖之地的疆土?
§279Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
色雷斯;他的父亲被称为斯特里蒙。

词汇与语法注释

  1. 191λαβὼν δʼ ἄν φημι... δέχεσθαι — 不定词 δέχεσθαι 与助词 ἄν 连用,在由 φημί 引导的间接引语中构成不定式结构,表示虚拟或潜在条件句的归结部分(“如果得到……我敢说我将接受……”),其中分词 λαβών 起到条件状语的作用。
  2. 211τετράπουν μιμήσομαι λύκου κέλευθον — 形容词 τετράπουν 在形式上可以修饰 κέλευθον(“四足之狼的行径”),但在语法上,将其理解为主语的宾语补足语或作副词性修饰(“我,四足着地,模仿狼的步伐”)更为合适,这与前文(第210-211行)将前肢与后肢与手脚对齐的语境相物合。
  3. 233κάμψειε πάλιν θυμέλας — 祈愿语气 optative 动词 κάμψειε 表示愿望。该词源自战车竞技中“绕过折返点”的术语,在此比喻杜隆在危险的侦察任务结束后,能够平安折返,回到他的出发点(他父亲的家或伊利翁的神坛)。
  4. 243ὅταν ᾖ δυσάλιος ἐν πελάγει καὶ σαλεύῃ πόλις — 由 ὅταν 结合虚拟语气(ᾖ 和 σαλεύῃ)引导的一般条件从句(“每当城邦……时”)。这里使用了古典希腊文学中传统的“国家之船”比喻,将城邦(πόλις)比作在暴风雨中的深海上剧烈摇摆的船只。
  5. 266ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί — 动词 πρόσκειται 在此以半非人称的方式与与格(ἀγρώταις φρενί)连用,表示“许多愚笨/粗鲁的想法附着在(或天生存在于)乡下人的心中”。

引用这一段

欧里庇得斯, 瑞索斯 §180-279. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:180-279

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。