Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §887-956

克吕泰涅斯特拉的哀求与阿喀琉斯的誓言

第 11 段,共 19 段 · 希腊语

内容简介

老仆向克吕泰涅斯特拉揭露了阿伽门农企图献祭伊菲革涅亚的阴谋细节,克吕泰涅斯特拉随即绝望地向阿喀琉斯哀求帮助。阿喀琉斯因自己的名字被用作诱饵而感到愤怒,并凭自己的名誉和血统发誓绝不允许这名少女被献祭。

§887οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη.
[老仆]你们两个人都正遭受着可怜的境遇;而阿伽门农竟然做出了可怕的事。
§888οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω.
[克吕泰涅斯特拉]可怜的我完蛋了,我再也无法控制眼中的泪水。
§889εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.
[老仆]如果失去孩子确实令人痛苦,那就落泪吧。
§890σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;
[克吕泰涅斯特拉]但是,老人啊,你说是从哪里听说并知道这些事的?
§891δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.
[老仆]我曾带着一封写有与之前内容相反的信去交给你。
§892οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;
[克吕泰涅斯特拉]是禁止还是敦促把那将要死去的孩子带过来?
§893μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.
[老仆]不,是不要带她来;因为你的丈夫当时碰巧神智清醒。
§894κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
[克吕泰涅斯特拉]既然如此,你带着信,为何不把它交给我呢?
§895Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος.
[老仆]墨涅拉俄斯从我这里夺走了它,他才是这一切灾祸的根源。
§896ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;
[克吕泰涅斯特拉]哦,角涅柔斯之子,佩琉斯之子,你听到了吗?
§897ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω.
[阿喀琉斯]我听闻你身处悲惨之中,而对于涉及我的事,我也绝不轻视。
§898παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.
[克吕泰涅斯特拉]他们用与你的婚礼做诱饵,企图杀死我的女儿。
§899μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
[阿喀琉斯]我也责怪你的丈夫,并且我绝不打算就这样置之不理。
§900οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ, §901θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;
[克吕泰涅斯特拉]我绝不以跪倒在你的膝下为耻,[克吕泰涅斯特拉]即便我是凡人,而你是女神所生;我还有什么好自命不凡的呢?
§902ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
[克吕泰涅斯特拉]又有什么事能比为了我的孩子更值得我竭尽全力呢?
§903ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ §904τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως.
[克吕泰涅斯特拉]所以请帮帮我,女神的儿子,既为了我的不幸,[克吕泰涅斯特拉]也为了那被称为你妻子的人——虽然这只是虚幻,但依然如此。
§905σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην, §906νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται, §907ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης, §908ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
[克吕泰涅斯特拉]我为她戴上花冠,作为要嫁给你的人带她前来,[克吕泰涅斯特拉]可如今我却带她走向屠宰场;而耻辱也将落在你的身上,[克吕泰涅斯特拉]因为你没有保护她;即便你们没有在婚礼中结合,[克吕泰涅斯特拉]但至少你曾被称为这可怜少女的挚爱丈夫。
§909πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος — §910ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών — §911οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ· §912οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις, §913ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ §914ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ— §915χρήσιμον δʼ, ὅταν θέλωσιν.
[克吕泰涅斯特拉]凭你的胡须,凭你的右手,凭你的母亲向你乞求—— [克吕泰涅斯特拉]因为你的名字毁灭了我,这也是你应当去维护的—— [克吕泰涅斯特拉]除了你的双膝,我没有别的祭坛可以寻求庇护;[克吕泰涅斯特拉]也没有一个朋友向我微笑;而你听到了阿伽门农的行为,[克吕泰涅斯特拉]是如此残忍和胆大妄为;正如你所见,我身为一个女子,来到了[克吕泰涅斯特拉]这支毫无秩序、肆意妄为的船员军队之中—— [克吕泰涅斯特拉]但如果他们愿意,依然能派上用场。
ἢν δὲ τολμήσῃς σύ μου §916χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
但如果你敢于[克吕泰涅斯特拉]向我伸出援手,我们便获救了;否则,我们便无法获救。
§917δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα §918πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.
[歌队]生育是一件奇妙的事,它带来了巨大的爱,[歌队]并且是所有人共有的,以至于人们甘愿为了孩子而竭尽心力。
§919ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω· §920ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν §921μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
[阿喀琉斯]我高尚的心志正在高扬;[阿喀琉斯]我懂得如何对邪恶感到愤慨,[阿喀琉斯]也懂得如何适度地对昌盛感到喜悦。
§922λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν §923ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
[阿喀琉斯]因为这样的人在凡人中被认为[阿喀琉斯]是凭着智慧正确度过一生的。
§924ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν, §925ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.
[阿喀琉斯]虽然有时不过多思考也是件乐事,[阿喀琉斯]但在某些时候,拥有判断力也是有益的。
§926ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς §927Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
[阿喀琉斯]我曾由最虔敬的人[阿喀琉斯]喀戎抚养长大,学会了保持质朴的品性。
§928καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς, §929πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
[阿喀琉斯]对于阿特柔斯之子们,若他们能正确引导,[阿喀琉斯]我们便会服从;但若不正确,我绝不服从。
§930ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν §931παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί.
[阿喀琉斯]但我在此处以及在特洛伊,都将展现自由的天性,[阿喀琉斯]凭我手中的长枪,尽我所能去荣耀战神。
§932σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων, §933ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν, §934τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ, §935κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, §936ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς §937ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
[阿喀琉斯]而对于你,这位遭受至亲之人残酷对待的人,[阿喀琉斯]我将以一个年轻男子所能做的一切,[阿喀琉斯]为你披上深切的同情,并为你解决问题;[阿喀琉斯]你的女儿绝不会被她的父亲屠杀,[阿喀琉斯]既然她已被称作是我的未婚妻;因为我决不允许你的丈夫把我的名字[阿喀琉斯]编织进他的阴谋之中。
§938τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο, §939τοὐμὸν φονεύσει παῖδα σήν.
[阿喀琉斯]因为我的名字,即使它未曾拿起过剑,[阿喀琉斯]也将杀死你的孩子。
τὸ δʼ αἴτιον §940πόσις σός.
而造成这一切的[阿喀琉斯]是你的丈夫。
ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν, §941εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους §942ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος, §943θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη.
而我的身体也将不再纯洁,[阿喀琉斯]若是由于我以及我的婚礼,[阿喀琉斯]那承受了可怕与无法容忍之事的少女,[阿喀琉斯]并蒙受了不可思议的不公屈辱,从而走向灭亡。
§944ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ, §945ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν, §946ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς, §947εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
[阿喀琉斯]果真如此,那我便是阿耳戈斯人中最卑劣的男子,[阿喀琉斯]我不过是个微不足道之辈,而墨涅拉俄斯才算得是个男人,[阿喀琉斯]仿佛我不是佩琉斯的儿子,而是复仇之神的后代,[阿喀琉斯]如果我的名字真的在替你的丈夫杀人。
§948μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένον §949Νηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο, §950οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ, §951οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις· §952ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων, §953ὅθεν πεφύκασʼ οἱ στρατηλάται γένος, §954Φθίας δὲ τοὔνομʼ οὐδαμοῦ κεκλήσεται.
[阿喀琉斯]不,我向在湿润波涛中养育的[阿喀琉斯]生下我的忒提斯之父涅柔斯发誓,[阿喀琉斯]阿伽门农国王绝碰不得你的女儿,[阿喀琉斯]哪怕是指尖,也绝不能碰她的衣裳;[阿喀琉斯]否则,那作为将领们血脉发源地的[阿喀琉斯]蛮族边界的西皮罗斯将成为城邦,[阿喀琉斯]而普提亚的名字将不复存在。
§955πικροὺς δὲ προχύτας χέρνιβάς τʼ ἀνάξεται §956Κάλχας ὁ μάντις.
[阿喀琉斯]预言家卡尔卡斯将要举起痛苦的祭麦与圣水。
τίς δὲ μάντις ἔστʼ ἀνήρ,
[阿喀琉斯]究竟什么是所谓的预言家?

词汇与语法注释

  1. 887οἰκτρὰ πάσχετον δύʼ οὖσαι — 动词 `πάσχετον` 是第二人称双数现在时直陈式,分词 `οὖσαι` 是阴性复数主格,与双数 `δύο` 一致(意为“你们两个身为两个女人”)。它生动地概括了克吕泰涅斯特拉和伊菲革涅亚的悲惨境遇。
  2. 907ὅστις οὐκ ἤμυνας — 不定关系代词 `ὅστις` 修饰第906行中的代词 `σοί`,在此带有一种原因或特征的色彩(意为“你这个没有保护她的人”),且动词 `ἤμυνας` 采用第二人称单数过去时。
  3. 938τοὔνομα γάρ... τοὐμόν — 名词 `τοὔνομα` 与其所有格形容词 `τοὐμόν` 被让步从句 `εἰ καὶ μὴ σίδηρον ἤρατο` 隔开,形成强烈的倒装(hyperbaton)。这在句首和句中同时强调了“我的名字”,突出了他的名字被滥用是他愤怒的根源。
  4. 943θαυμαστὰ δʼ ὡς — 一种表示感叹或强调的惯用表达,起副词作用,意为“令人惊异地”或“不可思议地”,修饰形容词/副词 `ἀνάξια`。
  5. 951ὥστε προσβαλεῖν πέπλοις — `ὥστε` + 不定式(`προσβαλεῖν`)结构表示结果(或预期结果),表示阿伽门农甚至连指尖都不得碰到她,“以至于接触到她的衣袍”。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §887-956. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:887-956

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。