§820τῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων.
[克吕泰涅斯特拉]听到你的话,我走到了馆前。
[阿喀琉斯]哦,庄严的羞耻女神,我在此看见的这位容貌端庄的妇人到底是谁? 这样的一位女子?
αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν.
但我赞赏你尊重节制。
§825τίς δʼ εἶ;
[阿喀琉斯]你又是谁?
τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον, §826γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
为什么来到达那奥斯人的集会中,一个女人,竟来到有盾牌防卫的男人们这里?
[克吕泰涅斯特拉]我是勒达的女儿,我的名字是克吕泰涅斯特拉,我的丈夫是阿伽门农国王。
§829καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
[阿喀琉斯]你言简意赅地把要点说得很得体。
§830αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
但对我来说,与女人交谈是令人羞耻的。
§831μεῖνον — τί φεύγεις;
[克吕泰涅斯特拉]请留步――你为什么逃走?
— δεξιάν τʼ ἐμῇ χερὶ §832σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.
请把你的右手与我的手相握,作为婚礼幸福的开始。
§833τί φῄς;
[阿喀琉斯]你说什么?
ἐγώ σοι δεξιάν;
我与你握右手?
αἰδοίμεθʼ ἂν §834Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
我会对阿伽门农感到愧疚,如果我触碰了对我而言不合礼法之物。
[克吕泰涅斯特拉]这非常合乎礼法,因为你将娶我的孩子,哦,海洋女神涅柔斯之女的儿子。
§837ποίους γάμους φῄς;
[阿喀琉斯]你说的这是什么婚礼?
ἀφασία μʼ ἔχει, γύναι· §838εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;
女主,我哑口无言;除非是你神智不清,在胡言乱语?
[克吕泰涅斯特拉]所有人都有这种天性,在看到新亲属并想到婚礼时会感到羞涩。
[阿喀琉斯]我从未向你的女儿求过婚,女主,阿特柔斯之子那里也从未向我传达过婚礼的话。
§843τί δῆτʼ ἂν εἴη;
[克吕泰涅斯特拉]那这究竟是怎么回事?
σὺ πάλιν αὖ λόγους ἐμοὺς §844θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ.
现在轮到你对我的话感到惊讶了,因为从你那里听到的话对我来说也是个奇迹。
[阿喀琉斯]推测吧;推测这些事情是彼此共通的;因为也许我们两人的话都没有说谎。
§847ἀλλʼ ἦ πέπονθα δεινά;
[克吕泰涅斯特拉]但我难道遭遇了可怕的事吗?
μνηστεύω γάμους §848οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.
我正在期盼一场根本不存在的婚礼,正如它所显现的那样;我为此感到羞愧。
§849ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
[阿喀琉斯]也许有人嘲弄了我和你。
§850ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.
但是,把这些事付诸不顾,轻易地承受它吧。
[克吕泰涅斯特拉]再见;因为我无法再用端正的目光看你,因为我成了一个骗子,并遭受了不配有的待遇。
[阿喀琉斯]我也以同样的话向你道别;我正要走进这栋馆内去寻找你的丈夫。
§855ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον·
[老仆]哦,异邦人,埃阿科斯的后代,请留步!
ὦ, σέ τοι λέγω, §856τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
哦,我是在对你说话,女神所生的儿子,还有你,勒达的女儿。
§857τίς ὁ καλῶν πύλας παροίξας;
[阿喀琉斯]是谁在把门推开一点呼喊?
ὡς τεταρβηκὼς καλεῖ.
他喊得如此惊恐。
§858δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ.
[老仆]一个奴隶;我不以此为荣,因为命运不允许。
§859τίνος;
[克吕泰涅斯特拉]谁的?
ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.
绝不是我的;我和阿伽门农的财产是分开的。
§860τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.
[老仆]属于门前这位女主的,是她的父亲廷达瑞奥斯赠予的。
§861ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα.
[克吕泰涅斯特拉]我们站住了;说吧,如果你有什么要求,那是你让我留下来的原因。
§862ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις;
[老仆]你们两位真的独自站在这门旁吗?
§863ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων.
[克吕泰涅斯特拉]你可以当着我们两个人的面说;从王馆里出来吧。
§864ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω.
[老仆]哦,命运和我的远见,请拯救我所希望的人!
§865ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά.
[阿喀琉斯]他的话在拖延时间;但似乎有些分量。
§866δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν.
[克吕泰涅斯特拉]看在右手的份上,如果你有什么想对我说,就不要拖延。
§867οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;
[老仆]你真的知道我是谁,以及我生来对你和你的孩子们忠心耿耿吗?
§868οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.
[克吕泰涅斯特拉]我知道你是我馆中多年的仆人。
§869χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;
[老仆]并且阿伽门农国王在你的嫁妆中接收了我?
§870ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε.
[克吕泰涅斯特拉]你和我们一起来到阿耳戈斯,并且一直属于我。
§871ὧδʼ ἔχει.
[老仆]确实如此。
καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει.
我对你忠心,但对你的丈夫就没那么忠心了。
§872ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους.
[克吕泰涅斯特拉]现在,请向我们透露你所说的那些话。
§873παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.
[老仆]生她的父亲正准备亲手杀死你的孩子。
§874πῶς;
[克吕泰涅斯特拉]怎么会?
ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.
老人,我唾弃这种话;因为你神智不清。
§875φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.
[老仆]用剑砍断那可怜孩子的雪白脖颈。
§876ὦ τάλαινʼ ἐγώ.
[克吕泰涅斯特拉]哦,可怜的我!
μεμηνὼς ἆρα τυγχάνει πόσις;
难道我的丈夫疯了吗?
§877ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ.
[老仆]他神智清醒,除了对你和你的孩子;在这件事上他不理智。
§878ἐκ τίνος λόγου;
[克吕泰涅斯特拉]因为什么原因?
τίς αὐτὸν οὑπάγων ἀλαστόρων;
是哪位复仇之神在引导他?
§879θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.
[老仆]神谕,正如卡尔卡斯所说,为了让军队得以出发。
§880ποῖ;
[克吕泰涅斯特拉]去哪里?
τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν.
可怜的我,那即将被父亲杀死的孩子更是可怜。
§881Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ.
[老仆]去达尔达诺斯的馆,为了让墨涅拉俄斯夺回海伦。
§882εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;
[克吕泰涅斯特拉]难道海伦的归来竟注定要以伊菲革涅亚为代价吗?
§883πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.
[老仆]你全知道了;父亲准备将你的女儿献祭给阿耳忒弥斯。
§884ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων;
[克吕泰涅斯特拉]那么他将我从家中带来的那个婚礼,又有什么借口呢?
§885ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.
[老仆]为了让你高兴地把孩子带过来,把你的女儿嫁给阿喀琉斯。
§886ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.
[克吕泰涅斯特拉]哦,女儿,你和你的母亲都走到了毁灭的边缘。