§645πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
[阿伽门农]许多事情都压在一位既是国王又是将军的人心头。
§646παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.
[伊菲革涅亚]现在到我的身边来吧,不要去想那些忧虑的事。
§647ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
[阿伽门农]但我现在全心全意都在你身边,不在别处。
§648μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.
[伊菲革涅亚]那么,请舒展您的眉头,让您慈爱的目光柔和起来吧。
§649ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.
[阿伽门农]你看,看到你我是多么高兴,真的很高兴,孩子。
§650κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;
[伊菲革涅亚]既然如此,您却又为何从眼中流下泪水呢?
§651μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.
[阿伽门农]因为我们即将迎来的别离将会很长久。
§652οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.
[伊菲革涅亚]我不懂您在说什么,我不懂,我最亲爱的父亲。
§653συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.
[阿伽门农]你说话越是懂事,就越是让我心生怜悯。
§654ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.
[伊菲革涅亚]那么,如果能让您高兴的话,我就说些不懂事的话吧。
§655παπαῖ.
[阿伽门农]唉!
τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.
我无法保持沉默;但我赞赏你。
§656μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.
[伊菲革涅亚]父亲,请留在家里,留在您的孩子们身边吧。
§657θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.
[阿伽门农]我很想如此;但空有愿望而无法实现,这让我痛苦。
§658ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
[伊菲革涅亚]愿长枪与梅内莱乌斯带来的灾祸都一同毁灭吧!
§659ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.
[阿伽门农]那些已经毁灭了我的东西,在此之前也会毁灭其他人。
§660ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
[伊菲革涅亚]您在奥利斯的港湾里,已经缺席了多么长的时间啊。
§661καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
[阿伽门农]而即使在现在,依然有什么在阻碍着我派遣军队。
§662ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
[伊菲革涅亚]父亲,人们说弗里吉亚人定居在什么地方?
§663οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.
[阿伽门农]在普里阿摩斯之子帕里斯本该永远不曾居住的地方。
§664μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.
[伊菲革涅亚]父亲,您要把我留下,远行去了。
§665εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.
[阿伽门农]女儿啊,你也和你父亲来到了同样的处境。
§666φεῦ·
[伊菲革涅亚]唉!
§666aεἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.
要是对我、对您来说,让我一同乘船航行是一件得体的事就好了。
§667ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.
[阿伽门农]你也还有一场航行,在那里你将会想起你的父亲。
§668σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;
[伊菲革涅亚]我是和母亲一起乘船,还是独自前往?
§669μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.
[阿伽门农]独自一人,与你的父亲和母亲都分离,孤身一人。
§670οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;
[伊菲革涅亚]父亲,您该不会是要把我安顿到别的家里去吧?
§671ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.
[阿伽门农]别管它了;少女无需知道这样的事。
§672σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
[伊菲革涅亚]父亲,请打理好那里的事情,快快从弗里吉亚回到我身边吧。
§673θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.
[阿伽门农]首先,我必须在这里举行一场祭祀。
§674ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.
[伊菲革涅亚]但是,伴随着神圣的祭礼,确实应当顾及虔敬。
§675εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.
[阿伽门农]你自会知晓;因为你将站在净手圣水的近旁。
§676στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;
[伊菲革涅亚]那么,父亲,我们要在祭坛周围跳起歌舞吗?
§677ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν.
[阿伽门农]因为一无所知,我羡慕你甚于羡慕我自己。
§678χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις §679πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι, §680μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
进到府里去吧——少女在大庭广众之下被看见是令人难堪的—— 给我一个吻,伸出你的右手,因为你即将与父亲长期分离,异地而居。
哦,胸膛和双颊,哦,金色的秀发,弗里吉亚人的城邦和海伦给你们带来了多么沉重的负担!
— παύω τοὺς λόγους· ταχεῖα γὰρ §684νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.
—— 我不说了;因为一触碰到你,泪水便迅速从我眼中夺眶而出。
§685ἴθʼ ἐς μέλαθρα.
进到府里去吧。
σὲ δὲ παραιτοῦμαι τάδε, §686Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, §687μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.
[对克吕泰涅斯特拉]至于你,勒达的后代,如果我显得过于悲伤,我向你致歉,因为我即将要把我的女儿嫁给阿喀琉斯。
§688ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως §689δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις §690παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.
因为送别孩子出嫁固然是件喜事,但当一个父亲辛辛苦苦养大孩子,要把她托付给别的人家时,依然会刺痛父母的心。
§691οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
[克吕泰涅斯特拉]我绝非如此不通情理。
请相信,我自己也会有同样的感受,所以你无需劝慰我,当我伴随婚礼颂歌送走姑娘时。
§694ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
然而,习惯终究会随着时间冲淡这些痛苦。
既然我已经知道了你把孩子许配给谁的名字,但我还想了解,他出自怎样的门第,来自何方。
§697Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός.
[阿伽门农]埃癸娜是她父亲阿索波斯的女儿。
§698ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;
[克吕泰涅斯特拉]那么凡人或神明中,是谁娶了她?
§699Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον.
[阿伽门农]宙斯;她生下了埃阿科斯,俄诺涅的首领。
§700τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
[克吕泰涅斯特拉]那么是谁继承了埃阿科斯的家室?
§701Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.
[阿伽门农]佩琉斯;而佩琉斯娶了涅柔斯的女儿。
§702θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;
[克吕泰涅斯特拉]是神明所赐,还是他不顾神明的意愿强行夺取的?
§703Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος.
[阿伽门农]宙斯主持了婚约,而后见人将她交出。
§704γαμεῖ δὲ ποῦ νιν;
[克吕泰涅斯特拉]他在何处娶了她?
ἦ κατʼ οἶδμα πόντιον;
是在海浪之上吗?
§705Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
[阿伽门农]在喀戎居住的地方,佩利翁山神圣的山麓。
§706οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
[克吕泰涅斯特拉]据说肯陶洛斯(半人马)一族居住在那儿?
§707ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.
[阿伽门农]就在那里,诸神为佩琉斯的婚礼举办了宴席。
§708Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
[克吕泰涅斯特拉]那么是忒提斯抚养了阿喀琉斯,还是他父亲?
§709Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
[阿伽门农]是喀戎,为了不让他学到恶人的习性。
§710φεῦ·
[克吕泰涅斯特拉]啊!
§710aσοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.
抚养他的人固然聪明,而把他托付过去的人更是明智。
§711τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
[阿伽门农]正是这样的人将成为你女儿的丈夫。
§712οὐ μεμπτός.
[克吕泰涅斯特拉]无可挑剔。
οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;
那他住在希腊的哪座城邦?
§713Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
[阿伽门农]在弗提亚境内的阿皮达诺斯河畔。
§714ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
[克吕泰涅斯特拉]他要把你和我的这位处女女儿带到那里去吗?
§715κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
[阿伽门农]那是他的事,是由拥有她的人去操心的。
§716ἀλλʼ εὐτυχοίτην.
[克吕泰涅斯特拉]愿他们幸福。
τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
但他在哪一天娶她?
§717ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
[阿伽门农]待到吉祥的月圆之夜到来之时。
§718προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
[克吕泰涅斯特拉]那么你是否已经为孩子向女神献上了婚前祭?