Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §543-644a

合唱队赞颂节制与母女抵达军营

第 7 段,共 19 段 · 希腊语

内容简介

歌队歌颂克制的情欲与美德的教育,谴责因帕里斯而起的毁灭性爱情。随后,克吕泰涅斯特拉与伊菲革涅亚抵达营地,与满腹心事、痛苦万分的阿伽门农重逢。

§543—μάκαρες οἳ μετρίας θεοῦ §544μετά τε σωφροσύνας μετέ- §545σχον λέκτρων Ἀφροδίτας, §546γαλανείᾳ χρησάμενοι §547μανιάδων οἴστρων, ὅθι δὴ
—那些伴随着适度女神的恩惠,以及克制,得以分享阿佛洛狄忒婚床的人是幸福的,他们免受疯狂情欲之刺的折磨,享受着平静。
§548δίδυμʼ Ἔρως ὁ χρυσοκόμας §549τόξʼ ἐντείνεται χαρίτων, §550τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ, §551τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.
在那里,金发的厄洛斯确实拉开了美惠三女神的双重之弓,一指向幸福的命运,另一指向生命的混乱。
§552ἀπενέπω νιν ἁμετέρων, §553Κύπρι καλλίστα, θαλάμων.
最美丽的塞浦路斯女神啊,我祈求将后者赶出我们的闺房。
§554εἴη δέ μοι μετρία μὲν §555χάρις, πόθοι δʼ ὅσιοι, §556καὶ μετέχοιμι τᾶς Ἀφροδί- §557τας, πολλὰν δʼ ἀποθείμαν.
愿我拥有适度的爱与神圣的渴望,愿我分享阿佛洛狄忒的爱,但能屏除其过度。
§558—διάφοροι δὲ φύσεις βροτῶν, §559διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ- §560θῶς ἐσθλὸν σαφὲς αἰεί·
—凡人的天性各有不同,其行事方式也各有异;但那正确之善却始终是清晰显明的。
§561τροφαί θʼ αἱ παιδευόμεναι §562μέγα φέρουσʼ ἐς τὰν ἀρετάν·
受过培育的教养,极大地引导人们走向美德。
§563τό τε γὰρ αἰδεῖσθαι σοφία, §564τάν τʼ ἐξαλλάσσουσαν ἔχει §565χάριν ὑπὸ γνώμας ἐσορᾶν §566τὸ δέον, ἔνθα δόξα φέρει §567κλέος ἀγήρατον βιοτᾷ.
因为心怀敬畏便是智慧,它还拥有着通过判断力去看清何为必要之事的非凡恩惠,在那里名望为生命带来永不衰老的荣耀。
§568μέγα τι θηρεύειν ἀρετάν, §569γυναιξὶ μὲν κατὰ Κύπριν §570κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ §571κόσμος ἐνὼν ὁ μυριοπλη- §572θὴς μείζω πόλιν αὔξει.
追求美德是一件伟大的事,对女子而言是在秘而不宣的阿佛洛狄忒(贞洁)中,而在男子中,相反,内部那成千上万的秩序进一步壮大城邦。
§573—ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε §574βουκόλος ἀργενναῖς ἐτράφης §575Ἰδαίαις παρὰ μόσχοις,
—你来了,帕里斯,在那个你作为牧人在洁白的伊达山幼牛旁被抚养长大的地方。
§576βάρβαρα συρίζων, Φρυγίων §577αὐλῶν Ὀλύμπου καλάμοις §578μιμήματα πνείων.
你在那里吹奏着异国的曲调,用奥林匹斯的笛音,在芦苇管中吹出弗里吉亚双管长笛的模仿。
§579εὔθηλοι δὲ τρέφοντο βόες, §580ὅτε σε κρίσις ἔμηνε θεᾶν, §581ἅ σʼ Ἑλλάδα πέμπει· §582ἐλεφαντοδέτων πάροι- §583θεν δόμων δὲ στὰς Ἑλένας §584ἐν ἀντωποῖς βλεφάροισιν §585ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ §586αὐτὸς ἐπτοάθης.
乳房饱满的母牛在被放牧,此时女神们的裁判令你狂乱,这裁判将你送往希腊;在那镶嵌着象牙的宫殿前,你站在海伦面前,在彼此对视的双眸中播下了爱,而你自己也因爱意乱情迷。
§587ὅθεν ἔρις ἔριν §588Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει §589Τροίας πέργαμα
由此,这争端将另一场争端伴随长枪和战船引向希腊,直到特洛伊的城堡。
§590ἰὼ ἰώ·
哀哉,哀哉!
μεγάλαι μεγάλων §591εὐδαιμονίαι· τὴν τοῦ βασιλέως §592ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν, §593τὴν Τυνδάρεω τε Κλυταιμήστραν· §594ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ §595ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας.
伟大人物的伟大幸福啊;看那国王的女儿伊菲革涅亚,我的女王,还有廷达瑞俄斯之女克吕泰涅斯特拉;她们是从多么高贵的门第中诞生,走向了多么宏伟的命运。
§596θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι §597τοῖς οὐκ εὐδαίμοσι θνητῶν.
那些更强大的、带来财富的神明,确实优于那些不幸的凡人。
§598στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα, §599τὴν βασίλειαν δεξώμεθʼ ὄχων §600ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν, §601ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ, §602μὴ ταρβήσῃ νεωστί μοι μολὸν §603κλεινὸν τέκνον Ἀγαμέμνονος, §604μηδὲ θόρυβον μηδʼ ἔκπληξιν §605ταῖς Ἀργείαις §606ξεῖναι ξείναις παρέχωμεν.
让我们站稳,哈尔基斯抚育出的儿女们,让我们迎接女王,使她从车上安全地踏上地面而不至跌倒,用我们双手温柔且轻缓的力量,不要让刚到来的、阿伽门农显赫的孩子感到惊恐,也不要让阿尔戈斯的妇女们产生骚动和惊慌,我们这些异乡的女子迎接异乡的贵客。
§607ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα, §608τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν· §609ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις §610πάρειμι νυμφαγωγός.
[克吕泰涅斯特拉]我将这视为吉兆,无论是你们的善意还是言辞的祝愿;我抱有一种期望,即为了美好的婚礼,我作为送亲者来到此地。
ἀλλʼ ὀχημάτων §611ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ, §612καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.
但是,请将我为姑娘带来的嫁妆搬到车外,并小心地送入府中。
§613σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους, §614ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.
我的孩子,你走下这马车,迈出你那娇柔且柔弱的脚步。
§615ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι §616δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.
姑娘们,你们在怀抱中接住她,把她从马车里迎出来。
§617κἀμοὶ χερός τις ἐνδότω στηρίγματα, §618θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
也请有人给我一只手支撑,好让我能优雅地离开车座。
§619αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν· §620φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν· §621καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον, §622λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.
另一些人请站在马套的前面;因为马的眼神极易惊恐且难以安抚;还有这个孩子,阿伽门农的骨肉,奥瑞斯特斯,请接住他;因为他还是个婴儿。
§623τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
孩子,你在马车的摇晃中睡着了吗?
§624ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς· §625ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν §626λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
快快醒来,为姐姐的婚礼送上幸福的祝福;因为你自身也是高贵之人,你将与一位良士——涅柔斯之女那神一般的后代结为亲家。
§627ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον· §628πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με §629ξέναισι ταῖσδε πλησία σταθεῖσα δός, §630καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.
孩子,过来坐在我的脚边;伊菲革涅亚,站在我的近旁,在这些异邦女子面前,让我这个做母亲的感到幸福,并且——快到这里来——向你亲爱的父亲问候。
§631ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή· §632πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
[伊菲革涅亚]母亲,我先跑向您了;请不要生气;我要把我的胸膛紧紧贴在父亲的胸前。
§633ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ, §634ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
[克吕泰涅斯特拉]我最崇敬的主,阿伽门农国王,我们遵照您的旨意来了。
§637ποθῶ γὰρ ὄμμα δὴ σόν.
[伊菲革涅亚]因为我实在渴望见到您的容颜。
ὀργισθῇς δὲ μή.
请不要生气。
§638ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ §639μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.
[阿伽门农]不,我的孩子,这是应该的;你一直以来在我所生的所有孩子中都是最疼爱父亲的。
§640ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ.
[伊菲革涅亚]父亲,阔别多日,我终于高兴地见到您了。
§641καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
[阿伽门农]父亲也是如此;你这话对我们双方都同样适用。
§642χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.
[伊菲革涅亚]祝您安好;父亲,您把我带到您身边,真是太好了。
§643οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
[阿伽门农]我不知道该怎么说这话,又该怎么不说这话,孩子。
§644ἔα·
[伊菲革涅亚]呀!
§644aὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.
看到我,您明明很高兴,却为什么没有温和的眼神呢?

词汇与语法注释

  1. 543μετρίας θεοῦ μετά τε σωφροσύνας — 属格形容词 μετρίας 修饰 θεοῦ。该成分与与之并列的 μετά τε σωφροσύνας 共同修饰参与爱欲之人,表示伴随适度的爱神恩惠与自制。
  2. 563τάν τʼ ἐξαλλάσσουσαν ἔχει χάριν — 主语为前文的 αἰδεῖσθαι(怀有敬畏)。动词 ἔχει 的宾语是 χάριν,被用作形容词的现在分词 ἐξαλλάσσουσαν(“杰出的”、“超凡的”)所修饰。其后的不定式 ἐσορᾶν 起到解释性作用,说明这种恩惠的具体内容。
  3. 576Φρυγίων αὐλῶν Ὀλύμπου καλάμοις μιμήματα πνείων — 名词 μιμήματα 作分词 πνείων(吹奏)的同族宾语。双重属格 Φρυγίων αὐλῶν Ὀλύμπου 修饰 μιμήματα,而 καλάμοις 则是表示工具的与格(“用芦苇管”)。
  4. 631ὑποδραμοῦσά σʼ — 主格单数阴性不定过去时分词 ὑποδραμοῦσα 意为“抢在……之前跑去”,它以省略形式的代词 σʼ (σέ) 为直接宾语,表达了女儿因抢在母亲之前奔向父亲而向母亲表示歉意。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §543-644a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:543-644a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。