Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §326-388

阿伽门农与梅涅劳斯的激烈争吵

第 4 段,共 19 段 · 希腊语

内容简介

梅涅劳斯严厉抨击阿伽门农,指责他过去为争权而阿谀奉承、得权后傲慢自大以及如今在献祭一事上优柔寡断;对此,阿伽门农予以反驳,斥责梅涅劳斯的自私动机。

§326ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ.
所以你才会痛苦,因为我拆开了你暗中所作的恶行。
§327ποῦ δὲ κἄλαβές νιν;
你到底是从哪里拿到它的?
ὦ θεοί, σῆς ἀναισχύντου φρενός.
神啊,你那无耻的心肠!
§328προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται.
我在等候你那来自阿耳戈斯的女儿,看她是否会到达军中。
§329τί δέ σε τἀμὰ δεῖ φυλάσσειν;
你凭什么要监视我的家事?
οὐκ ἀναισχύντου τόδε;
这难道不无耻吗?
§330ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.
因为想要探知的愿望折磨着我;而我又不是天生做你奴隶的。
§331οὐχὶ δεινά;
岂有此理!
τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
难道我连统治自己的家室都不被允许吗?
§332πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα.
因为你的心思总是变幻莫测,一会儿这样,一会儿那样,马上又成另一种想法。
§333εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή.
你倒是把恶行粉饰得很巧妙;聪明的舌头真叫人厌恶。
§334νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
然而,反复无常的心思是不义的财富,对朋友来说也是不可靠的。
§335βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο §336ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ.
我想要揭露你,你不要因愤怒而回避真相,而我也不至于逼人太甚。
§337οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον, §338τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων, §339ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων §340καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν §341καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι — §342τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
你可记得,当你极力争取率领达那俄斯人前往伊利翁的首领之位时,表面上装作不想要,内心却无比渴望;那时你是多么卑下,握住每一个人的右手,对任何有意的平民都不闩门户,并依次向所有人打招呼——哪怕有人并不情愿—— 企图用这些手段从平民中收买名望?
§343κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους §344τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος, §345δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος.
随后,当你攫取了权力,便改变了作风,对以前的朋友不再像从前那样友好,变得难以接近,深锁闺门,难得一见。
ἄνδρα δʼ οὐ χρεὼν §346τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι, §347ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις, §348ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
然而,一个优秀的男子,在飞黄腾达时改变作风,反而应当在交好运、最有力去帮助朋友的时候,对他们最为忠实。
§349ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν.
这是我首先对你发起的指责,也是我最先发现你卑劣的地方。
§350ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, §351οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν, §352οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι §353ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.
可是当你和全希腊的大军再次来到奥利斯时,你便束手无策,因缺乏顺风而对神明所赐的命运惊慌失措;达那俄斯人纷纷传令要解散船只,不在奥利斯徒劳受苦。
§354ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν §355χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.
想到自己若不能统帅千艘战船用长枪填满普里阿摩斯的平原,你的眼神是多么凄惨,神色是多么慌张!
§356κἀμὲ παρεκάλεις· Τί δράσω;
你还向我求助说:“我该怎么办?
τίνα δὲ πόρον εὕρω πόθεν;
从哪里才能找到什么出路?
§357ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.
”—— 免得你被剥夺权位,失去往昔的美名。
§358κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην §359Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας §360ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών, §361οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν §362δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
随后,当卡尔卡斯在祭祀中宣布,你必须把女儿献祭给阿耳忒弥斯,达那俄斯人才能起航时,你心中暗喜,欣然答应献祭自己的孩子;你主动—— 绝非被迫,你可别这么说——给妻子送信,让她把女儿送来这里,托言是要嫁给阿喀琉斯。
§363κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς, §364ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ.
然而后来你又反悔,被人发现偷偷改写了另一封信,声称你再也不愿做杀害自己女儿的凶手。
μάλιστά γε.
真是有意思!
§365οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν.
这同一片天空可都听到了你当初的那些承诺。
§366μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα §367ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς, §368τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως §369ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
无数人都有过同样的遭遇:他们在掌权时极力钻营,最后却落得个可悲的收场,部分是由于公民的愚昧,部分也是理所当然,因为他们自己根本没有能力捍卫城邦。
§370Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω, §371ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας §372καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
我尤其为可怜的希腊感到悲哀,她本想成就一番伟业,如今却因为你和你的女儿,要任凭那些微不足道的蛮族嘲笑并任其溜走。
§373μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός, §374μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·
我决不单凭一腔勇武就委任谁做城邦的主宰或军队的首领;统帅必须拥有智慧。
§375πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.
任何要统治城邦的男人,都必须具备聪慧。
§376δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους §377μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.
当兄弟之间产生口角与冲突,真是件可怕的事。
§378βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω §379βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως, §380ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.
我要痛斥你,但会适度而简短,不会像你那样厚颜无耻地高抬眼睑,而是会温和得多,视你为我的兄弟;因为高尚的人向来懂得克制。
§381εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;
告诉我,你为何瞪着血红的双眼,如此气势汹汹地喘着粗气?
§382τίς ἀδικεῖ σε;
谁亏待了你?
τοῦ κέχρησαι;
你需要什么?
χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;
难道你渴望得到一个贤惠的妻子?
§383οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς §384ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;
这我可无法满足你;因为你曾经拥有的那个女人,你自己没能管好难道我这个没有犯错的人,反要为你的过失承担代价吗?
§385οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις §386εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς §387καὶ τὸ καλόν, ἔχειν.
折磨你的并非我的名望之愿,而是你渴望将美貌的妻子拥入怀中,抛弃了理智与体面。
πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
恶人的享乐终究是邪恶的。
§388εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
而如果我,在意识到先前考虑不周之后,因明智而改变了主意,

词汇与语法注释

  1. 326ὥστε σʼ ἀλγῦναί γʼ — 作为对前一行(第325行)提问的回答,结果连词 ὥστε 引导带对格的不定式结构(σʼ ἀλγῦναι),意为“结果使你痛苦”。分词 ἀνοίξας(拆开后)在语境中指代梅涅劳斯。
  2. 327σῆς ἀναισχύντου φρενός — 感叹属格。紧跟在感叹词 ὦ θεοί 之后,用属格表示令人震惊或愤怒的对象。
  3. 337-338τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων — 定冠词附不定式(τῷ δοκεῖν 与 τῷ βούλεσθαι)的与格表示方面或方式(“在表面上”与“在内心愿望中”)。它对比了外在装作不渴求权位与内在热切期盼的状态。
  4. 354-355ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ ... ἐμπλήσεις — 混合条件句。主句使用表示感叹的 ὡς 加上未完成过去直说法的 εἶχες,而条件从句则使用将来直说法的 εἰ μὴ ... ἐμπλήσεις。这生动地描绘了过去某一时刻对未来发生的事件所抱有的担忧或假设。
  5. 378βούλομαι σʼ εἰπεῖν κακῶς εὖ — 修饰同一个不定式(εἰπεῖν)的两个相反副词 κακῶς(恶劣地、严厉地)与 εὖ(妥善地、有节制地)并置。这造成了矛盾修辞(oxymoron)的效果,生动地表达了阿伽门农的立场:“我想痛斥你,但会用一种得体且适度的方式”。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §326-388. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:326-388

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。